Titus 2 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 189 words in 15 verses.

Open Titus 2 in the interlinear reader

1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.

ΣὺYou yourselfδὲhoweverλάλειdo speakthe things thatπρέπειare consistent withτῇtheὑγιαινούσῃsoundδιδασκαλίᾳ.doctrine.

2Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

ΠρεσβύταςThe aged menνηφαλίουςsober-mindedεἶναι,are to be,σεμνούς,dignified,σώφρονας,self-controlled,ὑγιαίνονταςsoundτῇtheπίστει,in faith,τῇtheἀγάπῃ,in love,τῇtheὑπομονῇ.in endurance.

3Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,

Πρεσβύτιδαςthe aged womenὡσαύτωςlikewiseἐνinκαταστήματιbehaviorἱεροπρεπεῖς,reverent,μὴnotδιαβόλους,slanderers,μηδὲnot evenοἴνῳto wineπολλῷmuchδεδουλωμένας,enslaved,καλοδιδασκάλους,teachers of what is good,

4ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,

ἵναso thatσωφρονίζωσινthey may trainτὰςtheνέαςyoung womenφιλάνδρουςlovers of their husbandsεἶναι,to be,φιλοτέκνους,loving their children,

5σώφρονας, ἁγνάς, οἰκουργοὺς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.

σώφρονας,self-controlled,ἁγνάς,pureοἰκουργοὺςbusy at homeἀγαθάς,kind,ὑποτασσομέναςbeing subjectτοῖςtheἰδίοιςto their ownἀνδράσιν,husbands,ἵναso thatμὴnottheλόγοςwordτοῦtheθεοῦof Godβλασφημῆται.may be denigrated.

6Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν,

ΤοὺςTheνεωτέρουςyounger menὡσαύτωςlikewiseπαρακάλειdo exhortσωφρονεῖν,to be self-controlled,

7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα,

περὶInπάνταall thingsσεαυτὸνyourselfπαρεχόμενοςbe holding forthτύπονas a patternκαλῶνof goodἔργων,works,ἐνinτῇtheδιδασκαλίᾳteachingἀφθορίαν,incorruptable,σεμνότητα,dignity

8λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.

λόγονspeechὑγιῆ,sound,ἀκατάγνωστον,beyond reproach,ἵναso thathe who isἐξof theἐναντίαςcontraryἐντραπῇmay be ashamedμηδὲνnothingἔχωνhavingλέγεινto sayπερὶconcerningἡμῶνusφαῦλον.evil.

9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,

ΔούλουςServantsἰδίοιςto their ownδεσπόταιςmastersὑποτάσσεσθαι,are to be subject,ἐνinπᾶσινeverythingεὐαρέστουςwell-pleasingεἶναι,to be,μὴnotἀντιλέγοντας,gainsaying,

10μὴ νοσφιζομένους ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

μὴnotνοσφιζομένουςpilferingἀλλὰbutπᾶσανallπίστινfidelityἐνδεικνυμένουςshowingἀγαθήν,good,ἵναso thatτὴνtheδιδασκαλίανdoctrineτὴνwhich isτοῦof theσωτῆροςSaviorἡμῶνof usθεοῦGodκοσμῶσινthey may adornἐνinπᾶσιν.all things.

11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις

ἘπεφάνηHas appearedγὰρfortheχάριςgraceτοῦtheθεοῦof Godσωτήριοςbringing salvationπᾶσινto allἀνθρώποιςmen

12παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι

παιδεύουσαinstructingἡμᾶςusἵναthatἀρνησάμενοιhaving deniedτὴνtheἀσέβειανungodlinessκαὶandτὰςtheκοσμικὰςworldlyἐπιθυμίαςpassionsσωφρόνωςdiscreetlyκαὶandδικαίωςrighteouslyκαὶandεὐσεβῶςpiouslyζήσωμενwe may liveἐνinτῷtheνῦνpresentαἰῶνιage

13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,

προσδεχόμενοιawaitingτὴνtheμακαρίανblessedἐλπίδαhopeκαὶandἐπιφάνειανthe appearingτῆςof theδόξηςgloryτοῦof theμεγάλουgreatθεοῦGodκαὶandσωτῆροςSaviorἡμῶνof usἸησοῦJesusΧριστοῦ,Christ

14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

ὃςwhoἔδωκενgaveἑαυτὸνHimselfὑπὲρforἡμῶνusἵναthatλυτρώσηταιHe may redeemἡμᾶςusἀπὸfromπάσηςallἀνομίαςlawlessnessκαὶandκαθαρίσῃmay purifyἑαυτῷto Himselfλαὸνa peopleπεριούσιον,specially chosen,ζηλωτὴνzealousκαλῶνof goodἔργων.works.

15Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. μηδείς σου περιφρονείτω.

ΤαῦταThese thingsλάλειdo speakκαὶandπαρακάλειdo exhortκαὶandἔλεγχεdo rebukeμετὰwithπάσηςallἐπιταγῆς.authority.μηδείςNo oneσουyouπεριφρονείτω.should despise.

‹ Titus 1Titus 3 ›