Titus 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 250 words in 16 verses.

Open Titus 1 in the interlinear reader

1Παῦλος δοῦλος θεοῦ ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾽ εὐσέβειαν

ΠαῦλοςPaulδοῦλοςa servantθεοῦof Godἀπόστολοςan apostleδὲnowἸησοῦof JesusΧριστοῦChristκατὰaccording toπίστινthe faithἐκλεκτῶνof the electθεοῦof Godκαὶandἐπίγνωσινknowledgeἀληθείαςof the truthτῆςwhich isκατ᾽according toεὐσέβειανgodliness

2ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων.

ἐπ᾽inἐλπίδιthe hopeζωῆςof lifeαἰωνίου,eternal,ἣνwhichἐπηγγείλατοpromisedtheἀψευδὴςwho cannot lieθεὸςGodπρὸbeforeχρόνωνtimeαἰωνίων.eternal.

3ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ᾽ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ·

ἐφανέρωσενHe revealedδὲnowκαιροῖςin seasonsἰδίοιςHis ownτὸνin theλόγονwordαὐτοῦof Himἐνinκηρύγματι,the proclamationwith whichἐπιστεύθηνwas entrustedἐγὼI myselfκατ᾽according toἐπιταγὴνthe commandmentτοῦof theσωτῆροςSaviorἡμῶνof usθεοῦ·God;

4Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.

ΤίτῳTo Titusγνησίῳmy trueτέκνῳchildκατὰaccording toκοινὴνour commonπίστιν·faith:χάριςGraceκαὶandεἰρήνηpeaceἀπὸfromθεοῦGodπατρὸςthe FatherκαὶandΧριστοῦChristἸησοῦJesusτοῦtheσωτῆροςSaviorἡμῶν.of us.

5Τούτου χάριν ἀπέλειπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην·

Τούτουof thisχάρινBecauseἀπέλειπόνI was leavingσεyouἐνinΚρήτῃ,Crete,ἵναso thatτὰthe thingsλείπονταlackingἐπιδιορθώσῃyou may set in orderκαὶandκαταστήσῃςmay appointκατὰin everyπόλινtownπρεσβυτέρουςeldersὡςasἐγώI myselfσοιyouδιεταξάμην·directed;

6εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.

εἴifτίςanyoneἐστινisἀνέγκλητος,blameless,μιᾶςof oneγυναικὸςwifeἀνήρ,the husband,τέκναchildrenἔχωνhavingπιστά,believing,μὴnotἐνunderκατηγορίᾳaccusationἀσωτίαςof debaucheryorἀνυπότακτα.insubordinate.

7δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,

δεῖIt behoovesγὰρforτὸνtheἐπίσκοπονoverseerἀνέγκλητονblamelessεἶναιto beὡςasθεοῦGod’sοἰκονόμον,steward,μὴnotαὐθάδη,self-willed,μὴnotὀργίλον,quick tempered,μὴnotπάροινον,given to wine,μὴnotπλήκτην,a striker,μὴnotαἰσχροκερδῆ,greedy of base gain,

8ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,

ἀλλὰbutφιλόξενον,hospitable,φιλάγαθον,a lover of good,σώφρονα,self-controlled,δίκαιον,upright,ὅσιον,holy,ἐγκρατῆ,and disciplined,

9ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

ἀντεχόμενονholdingτοῦtheκατὰaccording toτὴνtheδιδαχὴνteachingπιστοῦof the faithfulλόγου,word,ἵναthatδυνατὸςablehe may beκαὶbothπαρακαλεῖνto encourageἐνwithτῇtheδιδασκαλίᾳteachingτῇtheὑγιαινούσῃsoundκαὶandτοὺςthoseἀντιλέγονταςcontradicting itἐλέγχειν.to convict.

10Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ τῆς περιτομῆς

ΕἰσὶνThere areγὰρforπολλοὶmanyἀνυπότακτοι,insubordinate,ματαιολόγοιempty talkersκαὶandφρεναπάταιdeceiversμάλισταespeciallyοἱthoseἐκofτῆςtheπεριτομῆςcircumcision

11οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.

οὓςwhomδεῖit is necessaryἐπιστομίζειν·to silence;οἵτινεςwhoὅλουςwholeοἴκουςhouseholdsἀνατρέπουσινoverthrowδιδάσκοντεςteachingthings that theyμὴnotδεῖoughtαἰσχροῦof shamefulκέρδουςgainχάριν.because.

12εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.

εἶπένSaidτιςoneἐξofαὐτῶνthemἴδιοςownαὐτῶνof themπροφήτης·a prophet;ΚρῆτεςCretansἀεὶare alwaysψεῦσται,liars,κακὰevilθηρία,beasts,γαστέρεςgluttonsἀργαί.lazy.

13ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής· δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,

theμαρτυρίαtestimonyαὕτηthisἐστὶνisἀληθής·true;δι᾽forἣνwhichαἰτίανcauseἔλεγχεdo rebukeαὐτοὺςthemἀποτόμως,severely,ἵναso thatὑγιαίνωσινthey may be soundἐνinτῇtheπίστει,faith,

14μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.

μὴnotπροσέχοντεςgiving heedἸουδαϊκοῖςto Jewishμύθοιςmythsκαὶandἐντολαῖςto the commandmentsἀνθρώπωνof menἀποστρεφομένωνturning away fromτὴνtheἀλήθειαν.truth.

15Πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.

ΠάνταAll things areκαθαρὰpureτοῖςto theκαθαροῖς·pure;τοῖςto thoseδὲhoweverμεμιαμμένοιςdefiledκαὶandἀπίστοιςunbelievingοὐδὲνno thingκαθαρόν,is pure,ἀλλὰInsteadμεμίανταιhave been defiledαὐτῶνof themκαὶboththeνοῦςmindκαὶandtheσυνείδησις.conscience.

16θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

θεὸνGodὁμολογοῦσινthey professεἰδέναι,to know,τοῖςtheδὲhoweverἔργοιςby their worksἀρνοῦνταιthey deny Himβδελυκτοὶdetestableὄντεςbeingκαὶandἀπειθεῖςdisobedientκαὶandπρὸςforπᾶνanyἔργονworkἀγαθὸνgoodἀδόκιμοι.unfit.

Titus 2 ›