Romans 5 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 432 words in 21 verses.

Open Romans 5 in the interlinear reader

1Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

ΔικαιωθέντεςHaving been justifiedοὖνthereforeἐκbyπίστεωςfaithεἰρήνηνpeaceἔχωμενwe may haveπρὸςwithτὸνtheθεὸνGodδιὰthroughτοῦtheκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦ,Christ,

2δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.

δι᾽throughοὗwhomκαὶalsoτὴνtheπροσαγωγὴνaccessἐσχήκαμενwe have hadτῇtheπίστειby faithεἰςintoτὴνtheχάρινgraceταύτηνthisἐνinwhichἑστήκαμεν,we have stood,καὶandκαυχώμεθαwe boastἐπ᾽inἐλπίδιhopeτῆςof theδόξηςgloryτοῦtheθεοῦ.of God.

3οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,

οὐNotμόνονonly soδέ,now,ἀλλὰbutκαὶalsoκαυχώμεθαwe gloryἐνinταῖςtheθλίψεσινtribulationsεἰδότεςknowingὅτιthattheθλῖψιςtribulationὑπομονὴνperseveranceκατεργάζεται,produces,

4ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα·

theδὲAndὑπομονὴperseveranceδοκιμήν,character,theδὲandδοκιμὴcharacterἐλπίδα·hope;

5ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.

theδὲAndἐλπὶςhopeοὐnotκαταισχύνει,does make us ashamed,ὅτιbecausetheἀγάπηloveτοῦtheθεοῦof Godἐκκέχυταιhas been poured outἐνintoταῖςtheκαρδίαιςheartsἡμῶνof usδιὰthroughπνεύματοςthe SpiritἁγίουHolyτοῦthe Oneδοθέντοςhaving been givenἡμῖν.to us.

6εἴ γε Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν·

εἴifγεindeedΧριστὸςChristὄντωνbeingἡμῶνof usἀσθενῶνwithout strengthἔτιstillκατὰaccording toκαιρὸνthe right timeὑπὲρforἀσεβῶνthe ungodlyἀπέθανεν·died;

7μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται, ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν·

μόλιςRarelyγὰρindeedὑπὲρforδικαίουa righteous manτιςanyoneἀποθανεῖται,will die,ὑπὲρon behalf ofγὰρthoughτοῦtheἀγαθοῦgood manτάχαperhapsτιςsomeoneκαὶevenτολμᾷwould dareἀποθανεῖν·to die;

8συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.

συνίστησινDemonstratesδὲhoweverτὴνtheἑαυτοῦHis ownἀγάπηνloveεἰςtoἡμᾶςustheθεός,God,ὅτιthatἔτιstillἁμαρτωλῶνsinnersὄντωνwhen beingἡμῶνweΧριστὸςChristὑπὲρforἡμῶνusἀπέθανεν.died.

9πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾽ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.

πολλῷMuchοὖνthereforeμᾶλλονmoreδικαιωθέντεςhaving been justifiedνῦνnowἐνbyτῷtheαἵματιbloodαὐτοῦof Himσωθησόμεθαwe will be savedδι᾽throughαὐτοῦHimἀπὸfromτῆςtheὀργῆς.wrath!

10Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·

ΕἰIfγὰρforἐχθροὶenemiesὄντεςbeingκατηλλάγημενwe were reconciledτῷtheθεῷto Godδιὰthroughτοῦtheθανάτουdeathτοῦof theυἱοῦSonαὐτοῦ,of Him,πολλῷmuchμᾶλλονmoreκαταλλαγέντεςhaving been reconciledσωθησόμεθαwill we be savedἐνinτῇtheζωῇlifeαὐτοῦ·of Him!

11οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.

οὐNotμόνονonly soδέ,now,ἀλλὰbutκαὶalsoκαυχώμενοιwe are rejoicingἐνinτῷtheθεῷGodδιὰthroughτοῦtheκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦChristδι᾽throughοὗwhomνῦνnowτὴνtheκαταλλαγὴνreconciliationἐλάβομεν.we have received.

12Διὰ τοῦτο ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾽ ᾧ πάντες ἥμαρτον·

ΔιὰBecause ofτοῦτοthisὥσπερjust asδι᾽throughἑνὸςoneἀνθρώπουmantheἁμαρτίαsinεἰςintoτὸνtheκόσμονworldεἰσῆλθενenteredκαὶandδιὰthroughτῆςtheἁμαρτίαςsintheθάνατος,death,καὶalsoοὕτωςthusεἰςtoπάνταςallἀνθρώπουςmentheθάνατοςdeathδιῆλθεν,passed,ἐφ᾽forthatπάντεςallἥμαρτον·sinned;

13ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου·

ἄχριUntilγὰρforνόμουthe lawἁμαρτίαsinἦνwasἐνin theκόσμῳ,world,ἁμαρτίαsinδὲhoweverοὐκnotἐλλογεῖταιis imputedμὴnotὄντοςthere beingνόμου·law;

14ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ὅς ἐστιν τύπος τοῦ μέλλοντος.

ἀλλ᾽NeverthelessἐβασίλευσενreignedtheθάνατοςdeathἀπὸfromἈδὰμAdamμέχριuntilΜωϋσέωςMosesκαὶevenἐπὶoverτοὺςthoseμὴnotἁμαρτήσανταςhaving sinnedἐπὶinτῷtheὁμοιώματιlikenessτῆςof theπαραβάσεωςtransgressionἈδὰμof Adamὅςwhoἐστινisτύποςa typeτοῦof theμέλλοντος.coming One.

15ἀλλ᾽ οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.

ἀλλ᾽Butοὐχis notὡςlikeτὸtheπαράπτωμαtrespassοὕτωςsoκαὶalsoτὸtheχάρισμα.gift.εἰIfγὰρforτῷby theτοῦof theἑνὸςoneπαραπτώματιtrespassοἱtheπολλοὶmanyἀπέθανον,died,πολλῷhow muchμᾶλλονmoretheχάριςgraceτοῦtheθεοῦof Godκαὶandtheδωρεὰgiftἐνinχάριτιgraceτῇwhich isτοῦof theἑνὸςoneἀνθρώπουmanἸησοῦJesusΧριστοῦChristεἰςtoτοὺςtheπολλοὺςmanyἐπερίσσευσεν.did abound!

16καὶ οὐχ ὡς δι᾽ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.

καὶAndοὐχis notὡςasδι᾽throughἑνὸςoneἁμαρτήσαντοςhaving sinnedτὸtheδώρημα·gift;τὸThatμὲνindeedγὰρforκρίμαjudgment wasἐξofἑνὸςoneεἰςwas untoκατάκριμα,condemnation,τὸtheδὲhoweverχάρισμαthe giftἐκis out ofπολλῶνmanyπαραπτωμάτωνtrespassesεἰςuntoδικαίωμα.justification.

17Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.

ΕἰIfγὰρforτῷby theτοῦof theἑνὸςoneπαραπτώματιtrespasstheθάνατοςdeathἐβασίλευσενreignedδιὰthroughτοῦtheἑνός,one,πολλῷhow muchμᾶλλονmoreοἱthoseτὴνtheπερισσείανexcessτῆςtheχάριτοςof graceκαὶandτῆςof theδωρεᾶςgiftτῆςtheδικαιοσύνηςof righteousnessλαμβάνοντεςreceivingἐνinζωῇlifeβασιλεύσουσινwill reignδιὰthroughτοῦtheἑνὸςoneἸησοῦJesusΧριστοῦ.Christ!

18Ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι᾽ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.

ἌραSoοὖνthenὡςjust asδι᾽throughἑνὸςoneπαραπτώματοςtrespassεἰςtoπάνταςallἀνθρώπουςmenεἰςit is untoκατάκριμα,condemnation,οὕτωςsoκαὶalsoδι᾽throughἑνὸςoneδικαιώματοςact of righteousnessεἰςtoπάνταςallἀνθρώπουςmenεἰςit is untoδικαίωσινjustificationζωῆς.of life.

19ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.

ὥσπερFor asγὰρforδιὰthroughτῆςtheπαρακοῆςdisobedienceτοῦof theἑνὸςoneἀνθρώπουmanἁμαρτωλοὶsinnersκατεστάθησανwere madeοἱtheπολλοί,many,οὕτωςsoκαὶalsoδιὰthroughτῆςtheὑπακοῆςobedienceτοῦof theἑνὸςOneδίκαιοιrighteousκατασταθήσονταιwill be madeοἱtheπολλοί.many.

20Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,

ΝόμοςThe lawδὲnowπαρεισῆλθεν,entered,ἵναso thatπλεονάσῃmay aboundτὸtheπαράπτωμα·trespass;οὗwhereδὲhoweverἐπλεόνασενaboundedtheἁμαρτία,sin,ὑπερεπερίσσευσενoveraboundedtheχάρις,grace,

21ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

ἵναso thatὥσπερjust asἐβασίλευσενreignedtheἁμαρτίαsinἐνinτῷtheθανάτῳ,death,οὕτωςsoκαὶalsotheχάριςgraceβασιλεύσῃmay reignδιὰthroughδικαιοσύνηςrighteousnessεἰςuntoζωὴνlifeαἰώνιονeternalδιὰthroughἸησοῦJesusΧριστοῦChristτοῦtheκυρίουLordἡμῶν.of us.

‹ Romans 4Romans 6 ›