The Westcott and Hort text with a word by word English gloss under every Greek word. 544 words in 33 verses.
Open Romans 15 in the interlinear reader1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν·
ὈφείλομενWe oughtδὲnowἡμεῖςwe ourselvesοἱwho areδυνατοὶstrongτὰtheἀσθενήματαweaknessesτῶνof theἀδυνάτωνweakβαστάζεινto bearκαὶandμὴnotἑαυτοῖςourselvesἀρέσκειν·to please;
2ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
ἕκαστοςEachἡμῶνof usτῷtheπλησίονneighbourἀρεσκέτωshould pleaseεἰςuntoτὸtheἀγαθὸνgoodπρὸςforοἰκοδομήν.edification.
3καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.
καὶEvenγὰρforὁtheΧριστὸςChristοὐχnotἑαυτῷHimselfἤρεσενpleasedἀλλὰbutκαθὼςeven asγέγραπται·it has been written:οἱTheὀνειδισμοὶreproachesτῶνof thoseὀνειδιζόντωνreproachingσεYouἐπέπεσανfellἐπ᾽onἐμέ.Me myself.
4ὅσα γὰρ προεγράφη πάντα εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
ὅσαAs much asγὰρforπροεγράφηwas written in the pastπάνταall thingsεἰςforτὴνtheἡμετέρανour ownδιδασκαλίανinstructionἐγράφη,was written,ἵναso thatδιὰthroughτῆςtheὑπομονῆςenduranceκαὶandδιὰthroughτῆςtheπαρακλήσεωςencouragementτῶνof theγραφῶνScripturesτὴνtheἐλπίδαhopeἔχωμεν.we may have.
5Ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
ὉTheδὲnowθεὸςGodτῆςtheὑπομονῆςof enduranceκαὶandτῆςtheπαρακλήσεωςencouragementδῴηwould He giveὑμῖνyouτὸtheαὐτὸsameφρονεῖνto be of mindἐνwithἀλλήλοιςone anotherκατὰaccording toΧριστὸνChristἸησοῦνJesus
6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ἵναso thatὁμοθυμαδὸνwith one accordἐνwithἑνὶoneστόματιmouthδοξάζητεyou may glorifyτὸνtheθεὸνGodκαὶandπατέραFatherτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦ.Christ.
7διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν τοῦ θεοῦ.
διὸThereforeπροσλαμβάνεσθεdo receiveἀλλήλους,one anotherκαθὼςeven asκαὶalsoὁtheΧριστὸςChristπροσελάβετοreceivedἡμᾶςusεἰςtoδόξανthe gloryτοῦtheθεοῦ.of God.
8λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
λέγωI sayγὰρforΧριστὸνChristδιάκονονa servantγεγενῆσθαιto have becomeπεριτομῆςof the circumcisionὑπὲρforἀληθείαςthe truthθεοῦof Godεἰςin orderτὸtheβεβαιῶσαιto confirmτὰςtheἐπαγγελίαςpromises givenτῶνto theπατέρων,fathers,
9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ.
τὰtheδὲand forἔθνηthe Gentilesὑπὲρforἐλέουςmercyδοξάσαιto glorifyτὸνtheθεὸνGodκαθὼςeven asγέγραπται·it has been written:διὰBecause ofτοῦτοthisἐξομολογήσομαίI will praiseσοιYouἐνamongἔθνεσινthe Gentilesκαὶandτῷto theὀνόματίnameσουof Youψαλῶ.will I sing.
10καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ.
καὶAndπάλινagainλέγει·it says:εὐφράνθητεdo rejoice youἔθνηGentilesμετὰwithτοῦtheλαοῦpeopleαὐτοῦ.of Him.
11καὶ πάλιν· αἰνεῖτε πάντα τὰ ἔθνη τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
καὶAndπάλιν·again:αἰνεῖτεdo praiseπάνταallτὰyou who areἔθνηGentilesτὸνtheκύριον,Lord,καὶandἐπαινεσάτωσανthey should praiseαὐτὸνHimπάντεςallοἱtheλαοί.peoples.
12καὶ πάλιν Ἠσαΐας λέγει· ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
καὶAndπάλινagainἨσαΐαςIsaiahλέγει·says:ἔσταιThere will beἡtheῥίζαrootτοῦtheἸεσσαί,of Jesse,καὶandὁthe Oneἀνιστάμενοςarisingἄρχεινto ruleἐθνῶν,over Gentiles,ἐπ᾽inαὐτῷHimἔθνηthe Gentilesἐλπιοῦσιν.will hope.
13Ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
ὉtheδὲAndθεὸςthe Godτῆςtheἐλπίδοςof hopeπληρώσαιwould fillὑμᾶςyouπάσηςwith allχαρᾶςjoyκαὶandεἰρήνηςpeaceἐνinτῷtheπιστεύεινbelievingεἰςforτὸtheπερισσεύεινto aboundὑμᾶςyouἐνinτῇtheἐλπίδιhopeἐνinδυνάμειthe powerπνεύματοςof the Spiritἁγίου.Holy.
14πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
πέπεισμαιI have been persuadedδέ,now,ἀδελφοίbrothersμου,of mine,καὶalsoαὐτὸςmyselfἐγὼI myselfπερὶconcerningὑμῶνyouὅτιthatκαὶalsoαὐτοὶyou yourselvesμεστοίfullἐστεareἀγαθωσύνηςof goodnessπεπληρωμένοιfilledπάσηςwith allτῆςtheγνώσεως,knowledge,δυνάμενοιbeing ableκαὶalsoἀλλήλουςone anotherνουθετεῖν.to admonish.
15Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ἀπὸ τοῦ θεοῦ
ΤολμηρότερονMore boldlyδὲhoweverἔγραψαI have writtenὑμῖνto youἀπὸinμέρουςpartὡςasἐπαναμιμνῄσκωνremindingὑμᾶςyouδιὰbecause ofτὴνtheχάρινgraceτὴνwhichδοθεῖσάνhaving been givenμοιto meἀπὸfromτοῦtheθεοῦGod
16εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
εἰςforτὸtheεἶναίto beμεmeλειτουργὸνa ministerΧριστοῦof ChristἸησοῦJesusεἰςtoτὰtheἔθνηGentilesἱερουργοῦνταadministering the sacred serviceτὸof theεὐαγγέλιονgospelτοῦtheθεοῦ,of God,ἵναso thatγένηταιmay becomeἡtheπροσφορὰofferingτῶνof theἐθνῶνGentilesεὐπρόσδεκτοςacceptableἡγιασμένηsanctifiedἐνin theπνεύματιSpiritἁγίῳ.Holy.
17Ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
ἜχωI haveοὖνthereforeτὴνtheκαύχησινboastingἐνinΧριστῷChristἸησοῦJesusτὰthe thingsπρὸςpertaining toτὸνtheθεόν·God;
18οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ,
οὐNotγὰρforτολμήσωwill I dareτιanythingλαλεῖνto speakὧνof whatοὐexceptκατειργάσατοhas accomplishedΧριστὸςChristδι᾽throughἐμοῦmeεἰςunto theὑπακοὴνobedienceἐθνῶνof the Gentilesλόγῳby wordκαὶandἔργῳ,by deed,
19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος ἁγίου, ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
ἐνin theδυνάμειpowerσημείωνof signsκαὶandτεράτων,wonders,ἐνin theδυνάμειpowerπνεύματοςof the Spiritἁγίου,holyὥστεso asμεfor meἀπὸfromἸερουσαλὴμJerusalemκαὶandκύκλῳaroundμέχριuntoτοῦtheἸλλυρικοῦIllyricumπεπληρωκέναιto have fully proclaimedτὸtheεὐαγγέλιονgospelτοῦtheΧριστοῦ.of Christ.
20οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ
οὕτωςthusδὲnowφιλοτιμούμενονbeing ambitiousεὐαγγελίζεσθαιto evangeliseοὐχnotὅπουwhereὠνομάσθηwas namedΧριστός,Christ,ἵναso thatμὴnotἐπ᾽uponἀλλότριονanother’sθεμέλιονfoundationοἰκοδομῶI may build
21ἀλλὰ καθὼς γέγραπται· οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
ἀλλὰRatherκαθὼςeven asγέγραπται·it has been written:οἷςTo whomοὐκnotἀνηγγέληit was proclaimedπερὶconcerningαὐτοῦHimὄψονταιthey will beholdκαὶandοἳthose thatοὐκnotἀκηκόασινhave heardσυνήσουσιν.will understand.
22διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς,
διὸThereforeκαὶalsoἐνεκοπτόμηνI was being hinderedτὰtheπολλὰmany timesτοῦtheἐλθεῖνto comeπρὸςtoὑμᾶς,you,
23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν,
νυνὶNowδὲhoweverμηκέτιno longerτόπονa placeἔχωνhavingἐνinτοῖςtheκλίμασινregionsτούτοιςtheseἐπιποθίανa great desireδὲnowἔχωνhaving hadτοῦtheἐλθεῖνto comeπρὸςtoὑμᾶςyouἀπὸforἱκανῶνsufficientἐτῶν,years,
24ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
ὡςwheneverἂνmaybeπορεύωμαιI shall goεἰςtoτὴνtheΣπανίανSpainἐλπίζωI hopeγὰρforδιαπορευόμενοςgoing throughθεάσασθαιto seeὑμᾶςyouκαὶandὑφ᾽byὑμῶνyouπροπεμφθῆναιto be equippedἐκεῖ,there,ἐὰνifὑμῶνof youπρῶτονfirstἀπὸinμέρουςpartἐμπλησθῶ.I shall be filled.
25Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
ΝυνὶNowδὲhoweverπορεύομαιI am goingεἰςtoἸερουσαλὴμJerusalemδιακονῶνministeringτοῖςto theἁγίοις.saints.
26εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ·
εὐδόκησανWere pleasedγὰρforΜακεδονίαMacedoniaκαὶandἈχαΐαAchaiaκοινωνίανa contributionτινὰcertainποιήσασθαιto makeεἰςforτοὺςtheπτωχοὺςpoorτῶνamong theἁγίωνsaintsτῶνtheἐνinἸερουσαλήμ·Jerusalem;
27εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
εὐδόκησανThey were pleasedγάρ,for,καὶandὀφειλέταιdebtorsεἰσὶνthey areαὐτῶν·of them;εἰIfγὰρforτοῖςin the thingsπνευματικοῖςspiritualαὐτῶνof themἐκοινώνησανsharedτὰtheἔθνη,Gentiles,ὀφείλουσινthey oughtκαὶalsoἐνinτοῖςtheσαρκικοῖςmaterial thingsλειτουργῆσαιto ministerαὐτοῖς.to them.
28τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς Σπανίαν.
τοῦτοThisοὖνthereforeἐπιτελέσαςhaving finishedκαὶandσφραγισάμενοςhaving sealedαὐτοῖςto themτὸνtheκαρπὸνfruitτοῦτονthisἀπελεύσομαιI will set offδι᾽throughὑμῶνyouεἰςintoΣπανίαν.Spain.
29οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι.
οἶδαI knowδὲnowὅτιthatἐρχόμενοςcomingπρὸςtoὑμᾶςyouἐνinπληρώματιthe fullnessεὐλογίαςof the blessingΧριστοῦof Christἐλεύσομαι.I will come.
30Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
ΠαρακαλῶI exhortδὲnowὑμᾶς,you,ἀδελφοί,brothers,διὰthroughτοῦtheκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦChristκαὶandδιὰthroughτῆςtheἀγάπηςloveτοῦof theπνεύματος,Spirit,συναγωνίσασθαίto strive together withμοιmeἐνinταῖςtheπροσευχαῖςprayersὑπὲρforἐμοῦmeπρὸςtoτὸνtheθεόν,God,
31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
ἵναso thatῥυσθῶI may be deliveredἀπὸfromτῶνthoseἀπειθούντωνrefusing to be persuadedἐνinτῇtheἸουδαίᾳJudeaκαὶandἡtheδιακονίαserviceμουof mineἡwhich isεἰςinἸερουσαλὴμJerusalemεὐπρόσδεκτοςacceptableτοῖςto theἁγίοιςsaintsγένηται,may become
32ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν.
ἵναso thatἐνinχαρᾷjoyἐλθὼνhaving comeπρὸςtoὑμᾶςyouδιὰthroughθελήματοςthe willθεοῦof GodσυναναπαύσωμαιI may be refreshed withὑμῖν.you.
33ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.
ὁtheδὲAndθεὸςthe Godτῆςtheεἰρήνηςof peaceμετὰbe withπάντωνallὑμῶν,of you,ἀμήν.Amen.