The Westcott and Hort text with a word by word English gloss under every Greek word. 379 words in 23 verses.
Open Romans 14 in the interlinear reader1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν.
ΤὸνThe oneδὲnowἀσθενοῦνταbeing weakτῇin theπίστειfaithπροσλαμβάνεσθεdo receiveμὴnotεἰςforδιακρίσειςpassing judgmentδιαλογισμῶν.on reasonings.
2ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
ὃςOneμὲνindeedπιστεύειbelievesφαγεῖνto eatπάντα,all things,ὁthe oneδὲhoweverἀσθενῶνbeing weakλάχαναvegetablesἐσθίει.eats.
3ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
ὁThe oneἐσθίωνeatingτὸνthe oneμὴnotἐσθίονταeatingμὴnotἐξουθενείτω,he should despise,ὁthe oneδὲnowμὴnotἐσθίωνeatingτὸνhimἐσθίονταeatingμὴnotκρινέτω·he should judge;ὁtheθεὸςGodγὰρforαὐτὸνhimπροσελάβετο.has received.
4σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
σὺYou yourselfτίςwhoεἶareὁwhoκρίνωνis judgingἀλλότριονanother’sοἰκέτην;servant?τῷTo theἰδίῳownκυρίῳmasterστήκειhe standsἢorπίπτει.falls.σταθήσεταιHe will be upheldδέ,however,δυνατεῖable isγὰρforὁtheκύριοςLordστῆσαιto upholdαὐτόν.him.
5ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.
ὃςOneμὲνindeedγὰρforκρίνειjudgesἡμέρανa dayπαρ᾽to be aboveἡμέραν,another day,ὃςone otherδὲhoweverκρίνειjudgesπᾶσανeveryἡμέραν·day alike;ἕκαστοςEachἐνinτῷtheἰδίῳownνοῒmindπληροφορείσθω.should be fully assured.
6ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
ὁThe oneφρονῶνregardingτὴνtheἡμέρανdayκυρίῳto the Lordφρονεῖregards itκαὶAndὁthe oneἐσθίωνeatingκυρίῳto the Lordἐσθίει,eats,εὐχαριστεῖhe gives thanksγὰρforτῷtheθεῷ·to God;καὶandὁthe oneμὴnotἐσθίωνeatingκυρίῳto the Lordοὐκnotἐσθίει,he eats,καὶandεὐχαριστεῖhe gives thanksτῷtheθεῷ.to God.
7οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει.
οὐδεὶςNo oneγὰρforἡμῶνof usἑαυτῷto himselfζῇlivesκαὶandοὐδεὶςno oneἑαυτῷto himselfἀποθνῄσκει.dies.
8ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
ἐάνIfτεbothγὰρforζῶμεν,we shall live,τῷto theκυρίῳLordζῶμεν,we live,ἐάνifτεalsoἀποθνῄσκωμεν,we shall die,τῷto theκυρίῳLordἀποθνῄσκομεν.we die.ἐάνIfτεbothοὖνthereforeζῶμεν,we shall live,ἐάνifτεalsoἀποθνῄσκωμεν,we shall die,τοῦtheκυρίουLord’sἐσμέν.we are.
9εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
εἰςUntoτοῦτοthisγὰρforΧριστὸςChristἀπέθανενdiedκαὶandἔζησεν,lived again,ἵναthatκαὶbothνεκρῶνover the deadκαὶandζώντωνlivingκυριεύσῃ.He may rule.
10σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ.
σὺYou yourselfδὲhoweverτίwhyκρίνειςjudge youτὸνtheἀδελφόνbrotherσου;or you?ἢorκαὶalsoσὺyou yourselfτίwhyἐξουθενεῖςdo despiseτὸνtheἀδελφόνbrotherσου;of you?πάντεςAllγὰρforπαραστησόμεθαwe will stand beforeτῷtheβήματιjudgment seatτοῦtheθεοῦ.of God.
11γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
γέγραπταιIt has been writtenγάρ·for:ζῶLiveἐγώ,I myself,λέγειsaysκύριος,the Lord,ὅτιthatἐμοὶto Me myselfκάμψειwill bowπᾶνeveryγόνυ,knee,καὶandπᾶσαeveryγλῶσσαtongueἐξομολογήσεταιwill confessτῷtheθεῷ.to God.
12Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ.
ἌραSoοὖνthenἕκαστοςeachἡμῶνof usπερὶconcerningἑαυτοῦhis ownλόγονaccountδώσειwill giveτῷtheθεῷ.to God.
13μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
μηκέτιNo longerοὖνthereforeἀλλήλουςone anotherκρίνωμεν,shall we judge,ἀλλὰbutτοῦτοthisκρίνατεdo determineμᾶλλον,rather,τὸtheμὴnotτιθέναιto putπρόσκομμαany stumbling blockτῷtheἀδελφῷbefore your brotherἢorσκάνδαλον.snare.
14Οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν·
ΟἶδαI knowκαὶandπέπεισμαιI have been persuadedἐνin theκυρίῳLordἸησοῦJesusὅτιthatοὐδὲνnothing isκοινὸνuncleanδι᾽throughἑαυτοῦ,itself,εἰonlyμὴexceptτῷby the oneλογιζομένῳreckoningτιanythingκοινὸνuncleanεἶναι,to be,ἐκείνῳto that oneκοινόν·unclean it is;
15εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
εἰIfγὰρforδιὰon account ofβρῶμαfoodὁtheἀδελφόςbrotherσουof youλυπεῖται,is grieved,οὐκέτιno longerκατὰaccording toἀγάπηνloveπεριπατεῖς.are you walking.μὴNotτῷwith theβρώματίfoodσουof youἐκεῖνονthat oneἀπόλλυεdo destroyὑπὲρforοὗwhomΧριστὸςChristἀπέθανεν.died.
16μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
μὴNotβλασφημείσθωshould be denigratedοὖνthereforeὑμῶνyourτὸtheἀγαθόν.good.
17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
οὐNotγάρforἐστινisἡtheβασιλείαkingdomτοῦtheθεοῦof Godβρῶσιςeatingκαὶandπόσιςdrinkingἀλλὰbutδικαιοσύνηrighteousnessκαὶandεἰρήνηpeaceκαὶandχαρὰjoyἐνin theπνεύματιSpiritἁγίῳ·Holy;
18ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
ὁThe oneγὰρforἐνinτούτῳthis thingδουλεύωνservingτῷtheΧριστῷChristεὐάρεστοςis well-pleasingτῷtheθεῷto Godκαὶandδόκιμοςapprovedτοῖςtheἀνθρώποις.by men.
19Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
ἌραSoοὖνthenτὰthe thingsτῆςtheεἰρήνηςof peaceδιώκωμενwe may pursueκαὶandτὰthe thingsτῆςtheοἰκοδομῆςfor edificationτῆςtheεἰςamongἀλλήλους.each other.
20μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρὰ ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι·
μὴNotἕνεκενfor the sake ofβρώματοςfoodκατάλυεdo destroyτὸtheἔργονworkτοῦtheθεοῦ.of God.πάνταAll thingsμὲνindeed areκαθαρὰcleanἀλλὰbutκακὸνit is evilτῷto theἀνθρώπῳmanτῷtheδιὰthroughπροσκόμματοςa stumbling blockἐσθίοντι·eating;
21καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει
καλὸνIt is goodτὸtheμὴneitherφαγεῖνto eatκρέαmeatμηδὲnorπιεῖνto drinkοἶνονwineμηδὲnor anythingἐνinᾧwhichὁtheἀδελφόςbrotherσουof youπροσκόπτειstumbles
22σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ· μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.
σὺYou yourselfπίστινthe faithἣνthatἔχειςyou haveκατὰtoσεαυτὸνyourselfἔχεdo keepἐνώπιονbeforeτοῦtheθεοῦ·God;μακάριοςBlessed isὁthe oneμὴnotκρίνωνjudgingἑαυτὸνhimselfἐνinᾧwhatδοκιμάζει.he approves.
23ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.
ὁThe oneδὲhoweverδιακρινόμενοςdoubtingἐὰνifφάγῃhe shall eatκατακέκριται,has been condemned,ὅτιbecause it isοὐκnotἐκofπίστεως·faith;πᾶνeverythingδὲnowὃthat isοὐκnotἐκofπίστεωςfaithἁμαρτίαsinἐστίν.is.