The Westcott and Hort text with a word by word English gloss under every Greek word. 270 words in 14 verses.
Open Romans 13 in the interlinear reader1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν.
ΠᾶσαEveryψυχὴsoulἐξουσίαιςto the authoritiesὑπερεχούσαιςbeing above himὑποτασσέσθω.should be subject.οὐNotγὰρforἔστινthere isἐξουσίαauthorityεἰonlyμὴexceptὑπὸbyθεοῦ,God,αἱthoseδὲhoweverοὖσαιexistingὑπὸbyθεοῦGodτεταγμέναιinstitutedεἰσίν.are.
2ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
ὥστεThereforeὁthe oneἀντιτασσόμενοςresistingτῇtheἐξουσίᾳauthorityτῇtheτοῦtheθεοῦof Godδιαταγῇordinanceἀνθέστηκεν·has resisted;οἱthoseδὲnowἀνθεστηκότεςhaving resistedἑαυτοῖςupon themselvesκρίμαjudgmentλήμψονται.will bring.
3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
οἱTheγὰρforἄρχοντεςrulersοὐκnotεἰσὶνareφόβοςa terrorτῷto theἀγαθῷgoodἔργῳworkἀλλὰbutτῷto theκακῷ.evil.θέλειςDo you desireδὲnowμὴnotφοβεῖσθαιto fearτὴνtheἐξουσίαν;authority?τὸTheἀγαθὸνgoodποίειdo performκαὶandἕξειςyou will haveἔπαινονpraiseἐξfromαὐτῆς·him;
4θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ. θεοῦ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
θεοῦOf Godγὰρforδιάκονόςservantἐστινhe isσοὶto youεἰςforτὸtheἀγαθόν.good.ἐὰνIfδὲhoweverτὸtheκακὸνevilποιῇς,you shall do,φοβοῦ·do be afraid;οὐnotγὰρforεἰκῇin vainτὴνtheμάχαιρανswordφορεῖ.he bears.θεοῦof Godγὰρforδιάκονόςa servantἐστινHe isἔκδικοςan avengerεἰςforὀργὴνwrathτῷto the oneτὸtheκακὸνevilπράσσοντι.doing.
5διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
διὸThereforeἀνάγκηnecessary it isὑποτάσσεσθαι,to be subject,οὐnotμόνονonlyδιὰon account ofτὴνtheὀργὴνwrathἀλλὰbutκαὶalsoδιὰon account ofτὴνtheσυνείδησιν.conscience.
6διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
διὰBecause ofτοῦτοthisγὰρforκαὶalsoφόρουςtaxesτελεῖτε·pay you;λειτουργοὶservantsγὰρforθεοῦof Godεἰσινthey areεἰςuponαὐτὸthis veryτοῦτοthingπροσκαρτεροῦντες.attending continually.
7ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
ἀπόδοτεdo renderπᾶσινto allτὰςtheirὀφειλάς,dues,τῷto whomτὸνtheφόρονtaxτὸνtheφόρον,tax,τῷto whomτὸtheτέλοςrevenueτὸtheτέλος,revenue,τῷto whomτὸνtheφόβονrespectτὸνtheφόβον,respect,τῷto whomτὴνtheτιμὴνhonorτὴνtheτιμήν.honor.
8μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν·
μηδενὶTo no oneμηδὲνnothingὀφείλετεdo oweεἰonlyμὴexceptτὸtheἀλλήλουςone anotherἀγαπᾶν·to love;ὁthe oneγὰρforἀγαπῶνlovingτὸνtheἕτερονotherνόμονthe Lawπεπλήρωκεν·has fulfilled;
9τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
τὸtheγὰρForοὐNotμοιχεύσεις,you will commit adultery,οὐNotφονεύσεις,you will murder,οὐNotκλέψειςyou will stealοὐκNotἐπιθυμήσεις,you will covet,καὶandεἴifτιςanyἑτέραotherἐντολή,commandment,ἐνinτῷtheλόγῳwordτούτῳthisἀνακεφαλαιοῦται,it is summed up,ἐνinτῷthe sayingἀγαπήσειςYou will loveτὸνtheπλησίονneighbourσουof youὡςasσεαυτόν.yourself.
10ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
ἡtheἀγάπηLoveτῷto theπλησίονneighbourκακὸνevilοὐκnotἐργάζεται·does do;πλήρωμαthe fulfillmentοὖνthereforeνόμουof the lawἡtheἀγάπη.love is.
11Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν·
ΚαὶAndτοῦτοthisεἰδότεςknowingτὸνtheκαιρόν,time,ὅτιthat it is theὥραhourἤδηalreadyὑμᾶςfor youἐξout ofὕπνουsleepἐγερθῆναι·to awaken;νῦνnowγὰρforἐγγύτερονnearerἡμῶνis of usἡtheσωτηρίαsalvationἢthanὅτεwhen firstἐπιστεύσαμεν·we believed;
12ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
ἡTheνὺξnightπροέκοψενis nearly overἡtheδὲandἡμέραthe dayἤγγικεν.has drawn near.ἀποθώμεθαWe may cast offοὖνthereforeτὰtheἔργαworksτοῦtheσκότους,of darkness,ἐνδυσώμεθαwe may put onδὲnowτὰtheὅπλαarmorτοῦtheφωτός.of light.
13ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ·
ὡςAsἐνinἡμέρᾳdaytimeεὐσχημόνωςproperlyπεριπατήσωμεν,we may walk,μὴnotκώμοιςin revelingκαὶandμέθαις,in drinking,μὴnotκοίταιςin sexual immoralityκαὶandἀσελγείαις,in sensuality,μὴnotἔριδιin dissensionκαὶandζήλῳ·in jealousy;
14ἀλλ᾽ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
ἀλλ᾽Butἐνδύσασθεdo put onτὸνtheκύριονLordἸησοῦνJesusΧριστὸνChristκαὶandτῆςof theσαρκὸςfleshπρόνοιανprovisionμὴnotποιεῖσθεdo makeεἰςforἐπιθυμίας.desires.