The Westcott and Hort text with a word by word English gloss under every Greek word. 304 words in 21 verses.
Open Romans 12 in the interlinear reader1Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.
ΠαρακαλῶI exhortοὖνthereforeὑμᾶς,you,ἀδελφοί,brothers,διὰthroughτῶνtheοἰκτιρμῶνcompassionsτοῦtheθεοῦ,of God,παραστῆσαιto presentτὰtheσώματαbodiesὑμῶνof youθυσίανa sacrificeζῶσανlivingἁγίανholyεὐάρεστονwell-pleasingτῷtheθεῷ,to Godτὴνwhich is theλογικὴνreasonableλατρείανserviceὑμῶν.of you.
2καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
καὶAndμὴnotσυσχηματίζεσθεdo be conformedτῷto theαἰῶνιageτούτῳ,this,ἀλλὰbutμεταμορφοῦσθεdo be transformedτῇby theἀνακαινώσειrenewingτοῦof theνοὸςmindεἰςforτὸtheδοκιμάζεινto proveὑμᾶςby youτίwhat isτὸtheθέλημαwillτοῦtheθεοῦof Godτὸtheἀγαθὸνgoodκαὶandεὐάρεστονwell-pleasingκαὶandτέλειον.perfect.
3λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.
λέγωI sayγὰρforδιὰthroughτῆςtheχάριτοςgraceτῆςwhichδοθείσηςhaving been givenμοιto meπαντὶto everyoneτῷwhoὄντιis beingἐνamongὑμῖν,you,μὴnotὑπερφρονεῖνto be high-mindedπαρ᾽aboveὃwhatδεῖit behooves youφρονεῖν,to think,ἀλλὰbutφρονεῖνto thinkεἰςso asτὸtheσωφρονεῖν,to be sober-minded,ἑκάστῳto eachὡςasὁtheθεὸςGodἐμέρισενhas allottedμέτρονa measureπίστεως.of faith.
4καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
καθάπερJust asγὰρforἐνinἑνὶoneσώματιbodyπολλὰmanyμέληmembersἔχομεν,we have,τὰtheδὲnowμέληthe membersπάνταallοὐnotτὴνtheαὐτὴνsameἔχειhaveπρᾶξιν,function,
5οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.
οὕτωςsoοἱtheπολλοὶmanyἓνoneσῶμάbodyἐσμενwe areἐνinΧριστῷ,Christ,τὸtheδὲandκαθ᾽individuallyεἷςoneἀλλήλωνof anotherμέλη.members.
6Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
ἜχοντεςWe are havingδὲhoweverχαρίσματαgiftsκατὰaccording toτὴνtheχάρινgraceτὴνwhichδοθεῖσανhaving been givenἡμῖνto usδιάφορα,different,εἴτεifπροφητείανprophecyκατὰaccording toτὴνtheἀναλογίανproportionτῆςof theπίστεως,faith,
7εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ,
εἴτεorδιακονίανserviceἐνinτῇtheδιακονίᾳ,service,εἴτεorὁthe oneδιδάσκωνteachingἐνinτῇtheδιδασκαλίᾳ,teaching,
8εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.
εἴτεorὁthe oneπαρακαλῶνexhortingἐνinτῇtheπαρακλήσει,exhortation,ὁthe oneμεταδιδοὺςgivingἐνinἁπλότητι,generosity,ὁthe oneπροϊστάμενοςleadingἐνwithσπουδῇ,diligence,ὁthe oneἐλεῶνshowing mercyἐνwithἱλαρότητι.cheerfulness.
9Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ·
ἩtheἀγάπηLet love beἀνυπόκριτος.unfeigned.ἀποστυγοῦντεςabhorringτὸtheπονηρόν,evil,κολλώμενοιcleaving toτῷtheἀγαθῷ·good;
10τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
τῇtheφιλαδελφίᾳin brotherly loveεἰςtoἀλλήλουςone anotherφιλόστοργοι,devotedτῇtheτιμῇin honorἀλλήλουςone anotherπροηγούμενοι,esteeming,
11τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες,
τῇtheσπουδῇin diligenceμὴnotὀκνηροί,lagging,τῷtheπνεύματιin spiritζέοντες,being fervent,τῷtheκυρίῳLordδουλεύοντες,serving,
12τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
τῇtheἐλπίδιin hopeχαίροντες,rejoicing,τῇtheθλίψειin tribulationὑπομένοντες,being patient,τῇtheπροσευχῇin prayerπροσκαρτεροῦντες,being constant,
13ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες·
ταῖςto theχρείαιςneedsτῶνof theἁγίωνsaintsκοινωνοῦντες,contributing,τὴνtheφιλοξενίανhospitalityδιώκοντες·pursuing;
14εὐλογεῖτε τοὺς διώκοντας εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
εὐλογεῖτεdo blessτοὺςthoseδιώκονταςpersecutingεὐλογεῖτεdo blessκαὶandμὴnotκαταρᾶσθε.do curse.
15χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
χαίρεινto rejoiceμετὰwith theχαιρόντων,rejoicing,κλαίεινto weepμετὰwith theκλαιόντων.weeping.
16τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς.
τὸtheαὐτὸsame thingεἰςtowardἀλλήλουςone anotherφρονοῦντες,minding,μὴnotτὰthe thingsὑψηλὰhaughtyφρονοῦντες,minding,ἀλλὰbutτοῖςwith theταπεινοῖςlowlyσυναπαγόμενοι.going along.μὴNotγίνεσθεdo beφρόνιμοιwiseπαρ᾽inἑαυτοῖς.yourselves.
17μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
μηδενὶTo no oneκακὸνevilἀντὶforκακοῦevilἀποδιδόντες,repaying,προνοούμενοιprovidingκαλὰrightἐνώπιονbeforeπάντωνallἀνθρώπων·men;
18εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες,
εἰifδυνατόν,possibleτὸtheἐξofὑμῶνyouμετὰwithπάντωνallἀνθρώπωνmenεἰρηνεύοντες,living at peace,
19μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.
μὴneverἑαυτοὺςyourselvesἐκδικοῦντες,avenging,ἀγαπητοί,beloved,ἀλλὰinsteadδότεdo giveτόπονplaceτῇtheὀργῇ·to wrath;γέγραπταιit has been writtenγάρ·for:ἐμοὶMine isἐκδίκησις,vengeance,ἐγὼI myselfἀνταποδώσω,will repay,λέγειsays theκύριος.Lord.
20ἀλλ᾽ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
ἀλλ᾽On the contraryἐὰνIfπεινᾷshall hungerὁtheἐχθρόςenemyσου,of you,ψώμιζεdo feedαὐτόν·him;ἐὰνifδιψᾷ,he shall thirst,πότιζεdo give drinkαὐτόν·him;τοῦτοthisγὰρforποιῶνdoingἄνθρακαςcoalsπυρὸςof fireσωρεύσειςyou will heapἐπὶuponτὴνtheκεφαλὴνheadαὐτοῦ.of him.
21μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
μὴNotνικῶdo be overcomeὑπὸbyτοῦtheκακοῦevilἀλλὰbutνίκαdo overcomeἐνwithτῷtheἀγαθῷgoodτὸtheκακόν.evil.