Revelation 9 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 496 words in 21 verses.

Open Revelation 9 in the interlinear reader

1Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου,

ΚαὶAndtheπέμπτοςfifthἄγγελοςangelἐσάλπισεν,sounded his trumpet,καὶandεἶδονI sawἀστέραa starἐκout ofτοῦtheοὐρανοῦheavenπεπτωκόταhaving fallenεἰςtoτὴνtheγῆν,earth,καὶandἐδόθηwas givenαὐτῷto ittheκλεὶςkeyτοῦof theφρέατοςpitτῆςof theἀβύσσου,abyss,

2καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης, καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.

καὶAndἤνοιξενhe openedτὸtheφρέαρpitτῆςof theἀβύσσου·abyss;καὶandἀνέβηwent upκαπνὸςsmokeἐκout ofτοῦtheφρέατοςpitὡςlikeκαπνὸςthe smokeκαμίνουof a furnaceμεγάλης,great,καὶandἐσκοτώθηwas darkenedtheἥλιοςsunκαὶandtheἀὴρairἐκbyτοῦtheκαπνοῦsmokeτοῦof theφρέατος.pit.

3καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.

καὶAndἐκout ofτοῦtheκαπνοῦsmokeἐξῆλθονcame forthἀκρίδεςlocustsεἰςuntoτὴνtheγῆν,earth,καὶandἐδόθηwas givenαὐταῖςto themἐξουσία,power,ὡςlikeἔχουσινhaveἐξουσίανpowerοἱtheσκορπίοιscorpionsτῆςof theγῆς.earth.

4καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων

καὶAndἐρρέθηit was saidαὐταῖςto themἵναthatμὴnotἀδικήσουσινthey will harmτὸνtheχόρτονgrassτῆςof theγῆςearthοὐδὲnorπᾶνanyχλωρὸνgreen thingοὐδὲnorπᾶνanyδένδρον,tree,εἰonlyμὴexceptτοὺςtheἀνθρώπουςmenοἵτινεςwhoοὐκnotἔχουσινhavingτὴνtheσφραγῖδαsealτοῦtheθεοῦof Godἐπὶonτῶνtheμετώπωνforeheads

5καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθήσονται μῆνας πέντε, καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον.

καὶAndἐδόθηit was grantedαὐταῖςto themἵναthatμὴnotἀποκτείνωσινthey may killαὐτούς,them,ἀλλ᾽butἵναthatβασανισθήσονταιthey will torment themμῆναςmonthsπέντε,five,καὶAndtheβασανισμὸςtormentαὐτῶνof themὡςwas likeβασανισμὸςtormentσκορπίουof a scorpionὅτανwhenπαίσῃit may strikeἄνθρωπον.a man.

6Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύγει ὁ θάνατος ἀπ᾽ αὐτῶν.

ΚαὶAndἐνinταῖςtheἡμέραιςdaysἐκείναιςthoseζητήσουσινwill seekοἱtheἄνθρωποιmenτὸνtheθάνατονdeathκαὶandοὐcertainlyμὴno moreεὑρήσουσινwill findαὐτόν·it;καὶandἐπιθυμήσουσινthey will longἀποθανεῖν,to die,καὶandφεύγειhe fleestheθάνατοςdeathἀπ᾽fromαὐτῶν.them.

7καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.

καὶAndτὰtheὁμοιώματαappearanceτῶνof theἀκρίδωνlocusts wasὅμοιαlikeἵπποιςas horsesἡτοιμασμένοιςpreparedεἰςforπόλεμον,battle,καὶandἐπὶuponτὰςtheκεφαλὰςheadsαὐτῶνof themὡςwere something likeστέφανοιcrownsὅμοιοιlikeχρυσῷ,as gold,καὶandτὰtheπρόσωπαfacesαὐτῶνof themὡςlikeπρόσωπαthe facesἀνθρώπων.of men.

8καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.

καὶAndεἶχονthey hadτρίχαςhairὡςlikeτρίχαςhairγυναικῶν,of women,καὶandοἱtheὀδόντεςteethαὐτῶνof themὡςlike thoseλεόντωνof lionsἦσαν.were.

9καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.

καὶAndεἶχονthey hadθώρακαςbreastplatesὡςlikeθώρακαςbreastplatesσιδηροῦς,of iron,καὶandtheφωνὴsoundτῶνof theπτερύγωνwingsαὐτῶνof themὡςwas asφωνὴthe soundἁρμάτωνof chariotsἵππωνof horsesπολλῶνmanyτρεχόντωνrushingεἰςintoπόλεμον.battle.

10καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.

καὶAndἔχουσινthey haveοὐρὰςtailsὁμοίαςlikeσκορπίοιςas scorpionsκαὶandκέντραstingersκαὶandἐνinταῖςtheοὐραῖςtailsαὐτῶνof themis theἐξουσίαpowerαὐτῶνof themἀδικῆσαιto injureτοὺςtheἀνθρώπουςmenμῆναςfor monthsπέντε.five.

11ἔχουσιν ἐπ᾽ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

ἔχουσινThey haveἐπ᾽overαὐτῶνthemβασιλέαa kingτὸνtheἄγγελονangelτῆςof theἀβύσσου·abyss;ὄνομαThe nameαὐτῷof HimἙβραϊστὶin HebrewἈβαδδών,is Abaddon,καὶandἐνinτῇtheἙλληνικῇGreekὄνομαthe nameἔχειhe hasἈπολλύων.Apollyon.

12ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.

theοὐαὶWoetheμίαfirstἀπῆλθεν·has passed;ἰδοὺBeholdἔρχεταιare comingἔτιstillδύοtwoοὐαὶwoesμετὰafterταῦτα.these things.

13Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ

ΚαὶAndtheἕκτοςsixthἄγγελοςangelἐσάλπισεν,sounded his trumpet,καὶandἤκουσαI heardφωνὴνvoiceμίανoneἐκfromτῶνtheκεράτωνhornsτοῦof theθυσιαστηρίουaltarτοῦtheχρυσοῦgoldenτοῦtheἐνώπιονbeforeτοῦtheθεοῦGod

14λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ ὁ ἔχων τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.

λέγονταsayingτῷto theἕκτῳsixthἀγγέλῳangelthe oneἔχωνhavingτὴνtheσάλπιγγα·trumpet;λῦσονdo releaseτοὺςtheτέσσαραςfourἀγγέλουςangelsτοὺςthoseδεδεμένουςboundἐπὶatτῷtheποταμῷriverτῷtheμεγάλῳgreatΕὐφράτῃ.Euphrates.

15καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτὸν ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.

καὶAndἐλύθησανwere releasedοἱtheτέσσαρεςfourἄγγελοιangelsοἱwhoἡτοιμασμένοιpreparedεἰςforτὴνtheὥρανhourκαὶandἡμέρανdayκαὶandμῆναmonthκαὶandἐνιαυτὸνyearἵναso thatἀποκτείνωσινthey may killτὸtheτρίτονa thirdτῶνtheἀνθρώπων.of mankind.

16καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.

καὶAndtheἀριθμὸςnumberτῶνof theστρατευμάτωνarmiesτοῦof theἱππικοῦcavalry wasδισμυριάδεςtwice ten thousandμυριάδων·ten thousands;ἤκουσαI heardτὸνtheἀριθμὸνnumberαὐτῶν.of them.

17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις. καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.

ΚαὶAndοὕτωςthusεἶδονI sawτοὺςtheἵππουςhorsesἐνinτῇtheὁράσειvisionκαὶandτοὺςthoseκαθημένουςsittingἐπ᾽onαὐτῶνthemἔχονταςhavingθώρακαςbreastplatesπυρίνουςfieryκαὶandὑακινθίνουςhyacinthineκαὶandθειώδεις.brimstone.καὶAndαἱtheκεφαλαὶheadsτῶνof theἵππωνhorses wereὡςlikeκεφαλαὶheadsλεόντων,of lions,καὶandἐκout ofτῶνtheστομάτωνmouthsαὐτῶνof themἐκπορεύεταιproceedπῦρfireκαὶandκαπνὸςsmokeκαὶandθεῖον.brimstone.

18ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.

ἀπὸbyτῶνtheτριῶνthreeπληγῶνplaguesτούτωνtheseἀπεκτάνθησανwas killedτὸtheτρίτονa thirdτῶνtheἀνθρώπων,of mankind,ἐκbyτοῦtheπυρὸςfireκαὶandτοῦtheκαπνοῦsmokeκαὶandτοῦtheθείουbrimstoneτοῦwhichἐκπορευομένουis proceedingἐκout ofτῶνtheστομάτωνmouthsαὐτῶν.of them.

19ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν. αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλὰς καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

theγὰρforἐξουσίαpowerτῶνof theἵππωνhorsesἐνinτῷtheστόματιmouthsαὐτῶνof themἐστινareκαὶandἐνinταῖςtheοὐραῖςtailsαὐτῶν.of them.αἱtheγὰρforοὐραὶtailsαὐτῶνof themὅμοιαιare likeὄφεσινas serpentsἔχουσαιhavingκεφαλὰςheadsκαὶandἐνwithαὐταῖςthemἀδικοῦσιν.they injure.

20καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν,

καὶAndοἱtheλοιποὶrestτῶνof theἀνθρώπων,menοἳwhoοὐκnotἀπεκτάνθησανwere killedἐνbyταῖςtheπληγαῖςplaguesταύταις,theseοὐnotμετενόησανrepentedἐκofτῶνtheἔργωνworksτῶνof theχειρῶνhandsαὐτῶν,of them,ἵναso thatμὴnotπροσκυνήσουσινthey will worshipτὰtheδαιμόνιαdemonsκαὶandτὰtheεἴδωλαidolsτὰtheχρυσᾶgoldenκαὶandτὰtheἀργυρᾶsilverκαὶandτὰtheχαλκᾶbronzeκαὶandτὰtheλίθιναstoneκαὶandτὰtheξύλινα,wooden,whichοὔτεneitherβλέπεινto seeδύνανταιare ableοὔτεnorἀκούεινto hearοὔτεnorπεριπατεῖν,to walk,

21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

καὶAndοὐnotμετενόησανthey repentedἐκofτῶνtheφόνωνmurdersαὐτῶνof themοὔτεnorἐκofτῶνtheφαρμάκωνsorceriesαὐτῶνof themοὔτεnorἐκofτῆςtheπορνείαςsexual immoralityαὐτῶνof themοὔτεnorἐκofτῶνtheκλεμμάτωνtheftsαὐτῶν.of them.

‹ Revelation 8Revelation 10 ›