Revelation 10 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 292 words in 11 verses.

Open Revelation 10 in the interlinear reader

1Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,

ΚαὶAndεἶδονI sawἄλλονanotherἄγγελονangelἰσχυρὸνmightyκαταβαίνονταcoming downἐκout ofτοῦtheοὐρανοῦheavenπεριβεβλημένονhaving clothed himself withνεφέλην,a cloud,καὶandtheἶριςrainbowἐπὶuponτὴνtheκεφαλὴνheadαὐτοῦ,of him,καὶandτὸtheπρόσωπονfaceαὐτοῦof himὡςwas liketheἥλιος,sun,καὶandοἱtheπόδεςfeetαὐτοῦof himὡςlikeστῦλοιpillarsπυρός,of fire,

2καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,

καὶandἔχωνhavingἐνinτῇtheχειρὶhandαὐτοῦof himβιβλαρίδιονa little scrollἠνεῳγμένονopenedκαὶAndἔθηκενhe placedτὸνtheπόδαfootαὐτοῦof himτὸνtheδεξιὸνrightἐπὶuponτῆςtheθαλάσσης,sea,τὸνtheδὲandεὐώνυμονleftἐπὶuponτῆςtheγῆς,earth,

3καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.

καὶAndἔκραξενhe cried outφωνῇin a voiceμεγάλῃloudὥσπερasλέωνa lionμυκᾶται.roars.καὶAndὅτεwhenἔκραξεν,he cried out,ἐλάλησανsoundedαἱtheἑπτὰsevenβρονταὶthundersτὰςtheἑαυτῶνtheir ownφωνάς.voice.

4καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.

καὶAndὅτεwhenἐλάλησανspokeαἱtheἑπτὰsevenβρονταί,thunders,ἤμελλονI was aboutγράφειν.to write.καὶButἤκουσαI heardφωνὴνa voiceἐκout ofτοῦtheοὐρανοῦheavenλέγουσανsayingσφράγισονdo sealwhatἐλάλησανspokeαἱtheἑπτὰsevenβρονταί,thunders,καὶandμὴnotαὐτὰthemγράψῃς.may write.

5καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν

καὶAndtheἄγγελος,angelὃνwhomεἶδονI sawἑστῶταstandingἐπὶonτῆςtheθαλάσσηςseaκαὶandἐπὶonτῆςtheγῆς,landἦρενlifted upτὴνtheχεῖραhandαὐτοῦof himτὴνtheδεξιὰνrightεἰςtoτὸνtheοὐρανὸνheaven

6καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ ὅτι χρόνος οὐκέτι ἔσται,

καὶandὤμοσενhe sworeἐνbyτῷthe Oneζῶντιlivingεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων,ages,ὃςwhoἔκτισενcreatedτὸνtheοὐρανὸνheavenκαὶandτὰthe thingsἐνinαὐτῷitκαὶandτὴνtheγῆνearthκαὶandτὰthe thingsἐνinαὐτῇitκαὶandτὴνtheθάλασσανseaκαὶandτὰthe thingsἐνinαὐτῇitὅτιthatχρόνοςDelayοὐκέτιno longerἔσται,will there be!

7ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.

ἀλλ᾽Butἐνinταῖςtheἡμέραιςdaysτῆςof theφωνῆςvoiceτοῦof theἑβδόμουseventhἀγγέλου,angel,ὅτανwhenμέλλῃhe may soonσαλπίζειν,to sound the trumpet,καὶthenἐτελέσθηwould be completedτὸtheμυστήριονmysteryτοῦtheθεοῦ,of God,ὡςasεὐηγγέλισενevangelisedτοὺςto thoseἑαυτοῦHis ownδούλουςservantsτοὺςto theπροφήτας.prophets.

8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσαν μετ᾽ ἐμοῦ καὶ λέγουσαν· ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.

ΚαὶAndtheφωνὴvoiceἣνthatἤκουσαI heardἐκout ofτοῦtheοὐρανοῦheavenπάλινagainλαλοῦσανwas speakingμετ᾽withἐμοῦmeκαὶandλέγουσαν·saying;ὕπαγεdo goλάβεdo takeτὸtheβιβλίονlittle scrollτὸwhichἠνεῳγμένονopenedἐνinτῇtheχειρὶhandτοῦof theἀγγέλουangelτοῦwhoἑστῶτοςstandingἐπὶuponτῆςtheθαλάσσηςseaκαὶandἐπὶuponτῆςtheγῆς.land.

9καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον. καὶ λέγει μοι· λάβε καὶ κατάφαγε αὐτό. καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.

καὶAndἀπῆλθαI wentπρὸςtoτὸνtheἄγγελονangelλέγωνsayingαὐτῷto himδοῦναίto giveμοιmeτὸtheβιβλαρίδιον.little scroll.καὶAndλέγειhe saysμοι·to me;λάβεdo takeκαὶandκατάφαγεdo eatαὐτό.it.καὶandπικρανεῖit will make bitterσουyourτὴνtheκοιλίαν,stomach,ἀλλ᾽butἐνinτῷtheστόματίmouthσουof youἔσταιit will beγλυκὺsweetὡςasμέλι.honey.

10Καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.

ΚαὶAndἔλαβονI tookτὸtheβιβλαρίδιονlittle scrollἐκout ofτῆςtheχειρὸςhandτοῦof theἀγγέλουangelκαὶandκατέφαγονI ateαὐτό,it,καὶandἦνit wasἐνinτῷtheστόματίmouthμουof mineὡςasμέλιhoneyγλυκύ·sweet;καὶandὅτεwhenἔφαγονI had eatenαὐτό,it,ἐπικράνθηwas made bittertheκοιλίαstomachμου.of mine.

11καὶ λέγουσίν μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.

καὶAndλέγουσίνthey sayμοι·to me;δεῖIt is necessaryσεfor youπάλινagainπροφητεῦσαιto prophesyἐπὶconcerningλαοῖςpeoplesκαὶandἔθνεσινnationsκαὶandγλώσσαιςconcerning tonguesκαὶandβασιλεῦσινconcerning kingsπολλοῖς.many.

‹ Revelation 9Revelation 11 ›