Revelation 11 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 496 words in 19 verses.

Open Revelation 11 in the interlinear reader

1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ λέγων· ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.

ΚαὶAndἐδόθηwas givenμοιto meκάλαμοςa measuring rodὅμοιοςlikeῥάβδῳas a staffλέγων·saying;ἔγειρεdo riseκαὶandμέτρησονdo measureτὸνtheναὸνtempleτοῦtheθεοῦof Godκαὶandτὸtheθυσιαστήριον,altar,καὶandτοὺςthoseπροσκυνοῦνταςworshipingἐνinαὐτῷ.it.

2καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα καὶ δύο.

καὶAndτὴνtheαὐλὴνcourtyardτὴνtheἔξωθενoutsideτοῦtheναοῦtempleἔκβαλεdo leaveἔξωθεν,outside,καὶandμὴnotαὐτὴνitμετρήσῃς,may measure,ὅτιbecauseἐδόθηit has been given upτοῖςto theἔθνεσιν·nations;καὶandτὴνtheπόλινcityτὴνtheἁγίανholyπατήσουσινthey will trample uponμῆναςmonthsτεσσεράκονταfortyκαὶandδύο.two.

3Καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένους σάκκους.

ΚαὶAndδώσωI will grantτοῖςto theδυσὶνtwoμάρτυσίνwitnessesμου,of mine,καὶandπροφητεύσουσινthey will prophesyἡμέραςdaysχιλίαςa thousandδιακοσίαςtwo hundredἑξήκονταsixtyπεριβεβλημένουςclothed inσάκκους.sackcloth.

4οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες.

οὗτοίTheseεἰσινareαἱtheδύοtwoἐλαῖαιolive treesκαὶandαἱtheδύοtwoλυχνίαιlampstandsαἱtheἐνώπιονbeforeτοῦtheκυρίουLordτῆςof theγῆςearthἑστῶτες.standing.

5καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.

καὶAndεἴifτιςanyoneαὐτοὺςthemθέλειshould desireἀδικῆσαι,to harm,πῦρfireἐκπορεύεταιgoes outἐκofτοῦtheστόματοςmouthαὐτῶνof themκαὶandκατεσθίειdevoursτοὺςtheἐχθροὺςenemiesαὐτῶν·of them;καὶAndεἴifτιςanyoneθελήσῃshall desireαὐτοὺςthemἀδικῆσαι,to harm,οὕτωςthusδεῖit is necessaryαὐτὸνfor himἀποκτανθῆναι.to be killed.

6οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸν ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.

οὗτοιTheseἔχουσινhaveτὴνtheἐξουσίανpowerκλεῖσαιto shutτὸνtheοὐρανὸνskyἵναso thatμὴnotὑετὸςrainβρέχῃmay fallτὰςin theἡμέραςdaysτῆςof theπροφητείαςprophecyαὐτῶν,of them,καὶandἐξουσίανpowerἔχουσινthey haveἐπὶoverτῶνtheὑδάτωνwatersστρέφεινto turnαὐτὰthemεἰςintoαἷμαbloodκαὶandπατάξαιto strikeτὴνtheγῆνearthἐνwithπάσῃeveryπληγῇplagueὁσάκιςas often asἐὰνifθελήσωσιν.they shall desire.

7καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.

καὶAndὅτανwhenτελέσωσινthey may have completedτὴνtheμαρτυρίανtestimonyαὐτῶν,of them,τὸtheθηρίονbeastτὸwhichἀναβαῖνονis coming upἐκout ofτῆςtheἀβύσσουabyssποιήσειwill makeμετ᾽withαὐτῶνthemπόλεμονwarκαὶandνικήσειhe will overcomeαὐτοὺςthemκαὶandἀποκτενεῖhe will killαὐτούς.them.

8καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.

καὶAndτὸtheπτῶμαbodyαὐτῶνof themἐπὶwill be uponτῆςtheπλατείαςstreetτῆςof theπόλεωςcityτῆςtheμεγάλης,great,ἥτιςwhichκαλεῖταιis calledπνευματικῶςfigurativelyΣόδομαSodomκαὶandΑἴγυπτος,Egypt,ὅπουwhereκαὶalsotheκύριοςLordαὐτῶνof themἐσταυρώθη.was crucified.

9καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.

καὶAndβλέπουσινgazeἐκthose ofτῶνtheλαῶνpeoplesκαὶandφυλῶνtribesκαὶandγλωσσῶνtonguesκαὶandἐθνῶνnationsτὸon theπτῶμαbodyαὐτῶνof themἡμέραςdaysτρεῖςthreeκαὶandἥμισυ,a half,καὶandτὰtheπτώματαbodiesαὐτῶνof themοὐκnotἀφίουσινthey allowτεθῆναιto be putεἰςintoμνῆμα.a tomb.

10καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ᾽ αὐτοῖς καὶ εὐφραίνονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

καὶAndοἱthoseκατοικοῦντεςdwellingἐπὶonτῆςtheγῆςearthχαίρουσινdoes rejoiceἐπ᾽overαὐτοῖςthemκαὶandεὐφραίνονταιdoes make merryκαὶandδῶραgiftsπέμψουσινwill sendἀλλήλοις,to one another,ὅτιbecauseοὗτοιtheseοἱtheδύοtwoπροφῆταιprophetsἐβασάνισανtormentedτοὺςthoseκατοικοῦνταςdwellingἐπὶuponτῆςtheγῆς.earth.

11Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.

ΚαὶAndμετὰafterτὰςtheτρεῖςthreeἡμέραςdaysκαὶandἥμισυa halfπνεῦμαthe spiritζωῆςof lifeἐκfromτοῦtheθεοῦGodεἰσῆλθενenteredἐνinαὐτοῖς,them,καὶandἔστησανthey stoodἐπὶuponτοὺςtheπόδαςfeetαὐτῶν,of them,καὶandφόβοςfearμέγαςgreatἐπέπεσενfellἐπὶuponτοὺςthoseθεωροῦνταςbeholdingαὐτούς.them.

12καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς· ἀνάβατε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.

καὶAndἤκουσανthey heardφωνῆςa voiceμεγάληςgreatἐκout ofτοῦtheοὐρανοῦheavenλεγούσηςsayingαὐτοῖς·to them;ἀνάβατεdo come upὧδε.here.καὶAndἀνέβησανthey went upεἰςtoτὸνtheοὐρανὸνheavenἐνinτῇtheνεφέλῃ,cloud,καὶandἐθεώρησανbeheldαὐτοὺςthemοἱtheἐχθροὶenemiesαὐτῶν.of them.

13καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά. καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.

καὶAndἐνinἐκείνῃthat veryτῇtheὥρᾳhourἐγένετοthere wasσεισμὸςan earthquakeμέγας,great,καὶandτὸtheδέκατονa tenthτῆςof theπόλεωςcityἔπεσεν,fell,καὶandἀπεκτάνθησανwere killedἐνinτῷtheσεισμῷearthquakeὀνόματαnamesἀνθρώπωνof menχιλιάδεςthousandἑπτά.seven.καὶAndοἱtheλοιποὶrestἔμφοβοιterrifiedἐγένοντοbecameκαὶandἔδωκανthey gaveδόξανgloryτῷto theθεῷGodτοῦtheοὐρανοῦ.of heaven.

14ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

Theοὐαὶwoetheδευτέραsecondἀπῆλθεν·has passed;ἰδοὺBeholdtheοὐαὶwoetheτρίτηthirdἔρχεταιis comingταχύ.quickly.

15Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγοντες· ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΚαὶAndtheἕβδομοςseventhἄγγελοςangelἐσάλπισεν,sounded his trumpet,καὶandἐγένοντοthere wereφωναὶvoicesμεγάλαιgreatἐνinτῷtheοὐρανῷheavenλέγοντες·saying:ἐγένετοHas becometheβασιλείαkingdomτοῦof theκόσμουworldτοῦthat of theκυρίουLordἡμῶνof usκαὶandτοῦof theχριστοῦChristαὐτοῦ,of Him,καὶandβασιλεύσειHe will reignεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων.ages.

16Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ

ΚαὶAndοἱtheεἴκοσιtwentyτέσσαρεςfourπρεσβύτεροιeldersοἱtheἐνώπιονbeforeτοῦtheθεοῦGodκαθήμενοιsittingἐπὶonτοὺςtheθρόνουςthronesαὐτῶνof themἔπεσανfellἐπὶuponτὰtheπρόσωπαfacesαὐτῶνof themκαὶandπροσεκύνησανworshipedτῷtheθεῷGod

17λέγοντες· εὐχαριστοῦμέν σοι, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας.

λέγοντες·saying:εὐχαριστοῦμένWe give thanksσοι,to You,κύριεLordtheθεὸςGodtheπαντοκράτωρ,Almighty,whoὢνis beingκαὶandwhoἦνwasὅτιforεἴληφαςYou have takenτὴνtheδύναμίνpowerσουof Youτὴνtheμεγάληνgreatκαὶandἐβασίλευσας.began to reign.

18καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

καὶAndτὰtheἔθνηnationsὠργίσθησαν,were enraged,καὶandἦλθενcametheὀργήwrathσουof Youκαὶandtheκαιρὸςtimeτῶνfor theνεκρῶνdeadκριθῆναιto be judgedκαὶandδοῦναιto giveτὸνtheμισθὸνrewardτοῖςto theδούλοιςservantsσουof Youτοῖςto theπροφήταιςprophetsκαὶandτοῖςto theἁγίοιςsaintsκαὶandτοῖςto thoseφοβουμένοιςfearingτὸtheὄνομάnameσου,of You,τοὺςto theμικροὺςsmallκαὶandτοὺςto theμεγάλους,great,καὶandδιαφθεῖραιto destroyτοὺςthoseδιαφθείρονταςdestroyingτὴνtheγῆν.earth.

19Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.

ΚαὶAndἠνοίγηwas openedtheναὸςtempleτοῦtheθεοῦof Godtheἐνinτῷtheοὐρανῷ,heaven,καὶandὤφθηappearedtheκιβωτὸςarkτῆςof theδιαθήκηςcovenantαὐτοῦof Himἐνinτῷtheναῷtempleαὐτοῦ,of Him,καὶAndἐγένοντοthere wereἀστραπαὶflashes of lightningκαὶandφωναὶvoicesκαὶandβρονταὶthundersκαὶandσεισμὸςan earthquakeκαὶandχάλαζαhailμεγάλη.great.

‹ Revelation 10Revelation 12 ›