Revelation 3 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 524 words in 22 verses.

Open Revelation 3 in the interlinear reader

1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζῇς καὶ νεκρὸς εἶ.

ΚαὶAndτῷto theἀγγέλῳangelτῆςof theἐνinΣάρδεσινSardisἐκκλησίαςchurchγράψον·do write:τάδεThese thingsλέγειsaysthe OneἔχωνhavingτὰtheἑπτὰsevenπνεύματαSpiritsτοῦtheθεοῦof Godκαὶandτοὺςtheἑπτὰsevenἀστέρας·stars;οἶδάI knowσουyourτὰtheἔργαdeedsὅτιthatὄνομαcharacterizationἔχειςyou haveὅτιthatζῇςyou are aliveκαὶand yetνεκρὸςdeadεἶ.you are.

2γίνου γρηγορῶν καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν· οὐ γὰρ εὕρηκά σου ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου.

γίνουdo beγρηγορῶνwatchingκαὶandστήρισονdo strengthenτὰthe thingsλοιπὰthat remainwhichἔμελλονthey were aboutἀποθανεῖν·to die;οὐnotγὰρforεὕρηκάI have foundσουyourἔργαworksπεπληρωμέναcompletedἐνώπιονin the sight ofτοῦtheθεοῦGodμου.of Mine.

3μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.

μνημόνευεdo rememberοὖνthereforeπῶςwhatεἴληφαςyou have receivedκαὶandἤκουσας,heard —καὶandτήρειdo keep itκαὶandμετανόησον.do repent.ἐὰνIfοὖνthereforeμὴnotγρηγορήσῃς,you shall watch,ἥξωI will comeὡςlikeκλέπτης,a thief,καὶandοὐcertainlyμὴnotγνῷςyou may knowποίανat whatὥρανhourἥξωI will comeἐπὶuponσέ.you.

4ἀλλ᾽ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.

ἀλλ᾽Butἔχειςyou haveὀλίγαa fewὀνόματαpeopleἐνinΣάρδεσινSardiswhoοὐκnotἐμόλυνανsoiledτὰtheἱμάτιαgarmentsαὐτῶν,of them,καὶandπεριπατήσουσινthey will walkμετ᾽withἐμοῦMeἐνinλευκοῖς,white,ὅτιbecauseἄξιοίworthyεἰσιν.they are.

5ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.

The oneνικῶνovercomingοὕτωςthusπεριβαλεῖταιwill be clothedἐνinἱματίοιςgarmentsλευκοῖς,white,καὶAndοὐcertainlyμὴnotἐξαλείψωwill I blot outτὸtheὄνομαnameαὐτοῦof himἐκfromτῆςtheβίβλουbookτῆςtheζωῆςof lifeκαὶandὁμολογήσωI will acknowledgeτὸtheὄνομαnameαὐτοῦof himἐνώπιονbeforeτοῦtheπατρόςFatherμουof Mineκαὶandἐνώπιονbeforeτῶνtheἀγγέλωνangelsαὐτοῦ.of Him.

6ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The oneἔχωνhavingοὖςan earἀκουσάτωhe should hearτίwhatτὸtheπνεῦμαSpiritλέγειsaysταῖςto theἐκκλησίαις.churches.

7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει·

ΚαὶAndτῷto theἀγγέλῳangelτῆςof theἐνinΦιλαδελφείᾳPhiladelphiaἐκκλησίαςchurchγράψον·do write:τάδεThese thingsλέγειsaystheἅγιος,Holy One,theἀληθινός,True One,whoἔχωνis havingτὴνtheκλεῖνkeyΔαυίδ,of David,whoἀνοίγωνis openingκαὶandοὐδεὶςno oneκλείσειwill shutκαὶandκλείωνshuttingκαὶandοὐδεὶςno oneἀνοίγει·opens;

8οἶδά σου τὰ ἔργα. ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.

οἶδάI knowσουyourτὰtheἔργα.deeds.ἰδοὺBeholdδέδωκαI have setἐνώπιόνbeforeσουyouθύρανa doorἠνεῳγμένηνopenedἣνwhichοὐδεὶςno oneδύναταιis ableκλεῖσαιto shutαὐτήν·it;ὅτιbecauseμικρὰνlittleἔχειςyou haveδύναμινpowerκαὶand yetἐτήρησάςyou have keptμουMyτὸνtheλόγονwordκαὶandοὐκnotἠρνήσωdeniedτὸtheὄνομάnameμου.of Me.

9ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται, ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.

ἰδοὺBeholdδιδῶI may giveἐκthose fromτῆςtheσυναγωγῆςsynagogueτοῦtheσατανᾶof Satan —τῶνthoseλεγόντωνdeclaringἑαυτοὺςthemselvesἸουδαίουςJewsεἶναιto beκαὶandοὐκnotεἰσίν,are,ἀλλὰbutψεύδονται,they lie —ἰδοὺbeholdποιήσωI will causeαὐτοὺςthemἵναthatἥξουσινthey will comeκαὶandπροσκυνήσουσινthey will worshipἐνώπιονbeforeτῶνtheποδῶνfeetσουof youκαὶandγνῶσινthey may knowὅτιthatἐγὼI myselfἠγάπησάlovedσε.you.

10ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

ὅτιBecauseἐτήρησαςyou have keptτὸνtheλόγονwordτῆςof theὑπομονῆςpatient enduranceμου,of Mine,κἀγώI myself alsoσεyouτηρήσωwill keepἐκout ofτῆςtheὥραςhourτοῦof theπειρασμοῦtrialτῆςwhichμελλούσηςis being aboutἔρχεσθαιto comeἐπὶuponτῆςtheοἰκουμένηςinhabited worldὅληςwholeπειράσαιto tryτοὺςthoseκατοικοῦνταςdwellingἐπὶuponτῆςtheγῆς.earth.

11ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.

ἔρχομαιI am comingταχύ·quickly;κράτειdo hold fastto whatἔχεις,you have,ἵναso thatμηδεὶςno oneλάβῃmay takeτὸνtheστέφανόνcrownσου.of you.

12ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.

The oneνικῶν,overcoming,ποιήσωI will makeαὐτὸνhimστῦλονa pillarἐνinτῷtheναῷtempleτοῦof theθεοῦGodμου,of Mine,καὶandἔξωoutοὐcertainlyμὴnotἐξέλθῃshall he goἔτι,anymore,καὶAndγράψωI will writeἐπ᾽uponαὐτὸνhimτὸtheὄνομαnameτοῦof theθεοῦGodμουof Mineκαὶandτὸtheὄνομαnameτῆςof theπόλεωςcityτοῦof theθεοῦGodμου,of Mine,τῆςtheκαινῆςnewἸερουσαλήμ,Jerusalem,whichκαταβαίνουσαis descendingἐκout ofτοῦtheοὐρανοῦheavenἀπὸfromτοῦtheθεοῦGodμου,of Mine,καὶandτὸtheὄνομάnameμουof Meτὸtheκαινόν.new.

13ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The oneἔχωνhavingοὖςan earἀκουσάτωhe should hearτίwhatτὸtheπνεῦμαSpiritλέγειsaysταῖςto theἐκκλησίαις.churches.

14Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ὁ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·

ΚαὶAndτῷto theἀγγέλῳangelτῆςof theἐνinΛαοδικείᾳLaodiceaἐκκλησίαςchurchγράψον·do write:τάδεThese thingsλέγειsaystheἀμήν,Amen,theμάρτυςWitnesstheπιστὸςfaithfulκαὶandtheἀληθινός,true,theἀρχὴBeginningτῆςof theκτίσεωςcreationτοῦtheθεοῦ·of God;

15οἶδά σου τὰ ἔργα ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός·

οἶδάI knowσουyourτὰtheἔργαworksὅτιthatοὔτεneitherψυχρὸςcoldεἶyou areοὔτεnorζεστός.hot.ὄφελονI wishψυχρὸςcoldἦςyou wereorζεστός·hot;

16οὕτως ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου,

οὕτωςSoὅτιbecauseχλιαρὸςlukewarmεἶyou areκαὶandοὔτεneitherζεστὸςhotοὔτεnorψυχρός,cold,μέλλωI am aboutσεyouἐμέσαιto spitἐκout ofτοῦtheστόματόςmouthμου,of Mine,

17ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,

ὅτιForλέγειςyou sayὅτιthatπλούσιόςRichεἰμιI amκαὶandπεπλούτηκαI have grown richκαὶandοὐδὲνof no thingχρείανneedἔχω,I have,καὶAndοὐκnotοἶδαςdo you understandὅτιthatσὺyou yourselfεἶaretheταλαίπωροςwretchedκαὶandἐλεεινὸςmiserableκαὶandπτωχὸςpoorκαὶandτυφλὸςblindκαὶandγυμνός,naked,

18συμβουλεύω σοι ἀγοράσαι παρ᾽ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.

συμβουλεύωI counselσοιyouἀγοράσαιto buyπαρ᾽fromἐμοῦMeχρυσίονgoldπεπυρωμένονrefinedἐκbyπυρὸςfireἵναso thatπλουτήσῃς,you may be rich,καὶandἱμάτιαgarmentsλευκὰwhiteἵναso thatπεριβάλῃ,you may be clothedκαὶandμὴnotφανερωθῇmay be made manifesttheαἰσχύνηshameτῆςof theγυμνότητόςnakednessσου,of you,καὶandκολλούριονeye-salveἐγχρῖσαιto anointτοὺςtheὀφθαλμούςeyesσουof youἵναso thatβλέπῃς.you may see.

19ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω. ζήλευε οὖν καὶ μετανόησον.

ἐγὼI myselfὅσουςas many asἐὰνifφιλῶshall loveἐλέγχωI rebukeκαὶandπαιδεύω.discipline.ζήλευεdo be jealousοὖνthereforeκαὶandμετανόησον.do repent.

20ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ.

ἰδοὺBeholdἕστηκαI have stoodἐπὶatτὴνtheθύρανdoorκαὶandκρούω.knock.ἐάνIfτιςanyoneἀκούσῃshall hearτῆςtheφωνῆςvoiceμουof Mineκαὶandἀνοίξῃshall openτὴνtheθύραν,door,εἰσελεύσομαιI will come inπρὸςtoαὐτὸνhimκαὶandδειπνήσωI will dineμετ᾽withαὐτοῦhimκαὶandαὐτὸςheμετ᾽withἐμοῦ.Me.

21ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.

The oneνικῶν,overcoming,δώσωI will giveαὐτῷto himκαθίσαιto sitμετ᾽withἐμοῦMeἐνonτῷtheθρόνῳthroneμουof MineὡςasκἀγὼI myself alsoἐνίκησαovercameκαὶandἐκάθισαI sat downμετὰwithτοῦtheπατρόςFatherμουof Mineἐνonτῷtheθρόνῳthroneαὐτοῦ.of Him.

22ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The oneἔχωνhavingοὖςan earἀκουσάτωhe should hearτίwhatτὸtheπνεῦμαSpiritλέγειsaysταῖςto theἐκκλησίαις.churches.

‹ Revelation 2Revelation 4 ›