The Westcott and Hort text with a word by word English gloss under every Greek word. 604 words in 27 verses.
Open Revelation 21 in the interlinear reader1Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν. ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
ΚαὶAndεἶδονI sawοὐρανὸνa heavenκαινὸνnewκαὶandγῆνan earthκαινήν.new.ὁtheγὰρforπρῶτοςthe firstοὐρανὸςheavenκαὶandἡtheπρώτηfirstγῆearthἀπῆλθαν,had passed away,καὶandἡtheθάλασσαseaοὐκnotἔστινisἔτι.any longer.
2καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
καὶAndτὴνtheπόλινcityτὴνtheἁγίανholyἸερουσαλὴμJerusalemκαινὴνnewεἶδονI sawκαταβαίνουσανcoming downἐκout ofτοῦtheοὐρανοῦheavenἀπὸfromτοῦtheθεοῦGodἡτοιμασμένηνpreparedὡςasνύμφηνa brideκεκοσμημένηνadornedτῷfor theἀνδρὶhusbandαὐτῆς.of her.
3καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν. καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς μετ᾽ αὐτῶν ἔσται
καὶAndἤκουσαI heardφωνῆςa voiceμεγάληςgreatἐκfromτοῦtheθρόνουthroneλεγούσης·saying:ἰδοὺBeholdἡtheσκηνὴtabernacleτοῦtheθεοῦof Godμετὰis withτῶνtheἀνθρώπων,men,καὶandσκηνώσειHe will tabernacleμετ᾽withαὐτῶν.them.καὶandαὐτοὶthey themselvesλαοὶpeoplesαὐτοῦof Himἔσονται,will be,καὶandαὐτὸςHimselfὁtheθεὸςGodμετ᾽withαὐτῶνthemἔσταιwill be
4καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· τὰ πρῶτα ἀπῆλθαν.
καὶAndἐξαλείψειHe will wipe awayπᾶνeveryδάκρυονtearἐκfromτῶνtheὀφθαλμῶνeyesαὐτῶν,of them,καὶandὁtheθάνατοςdeathοὐκnotἔσταιwill beἔτιany longerοὔτεnorπένθοςmourningοὔτεnorκραυγή,cryingοὔτεnorπόνοςpainοὐκnotἔσταιthey will beἔτι·any longer;τὰtheπρῶταformer thingsἀπῆλθαν.have passed away.
5Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει γράψον ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.
ΚαὶAndεἶπενsaidὁthe Oneκαθήμενοςsittingἐπὶonτῷtheθρόνῳ·throne;ἰδοὺBeholdκαινὰnewποιῶI makeπάντα.all things.καὶAndλέγειHe saysγράψονdo write thisὅτιbecauseοὗτοιtheseοἱtheλόγοιwordsπιστοὶfaithfulκαὶandἀληθινοίtrueεἰσιν.are.
6καὶ εἶπέν μοι· γέγοναν. ἐγώ τὸ ἄλφα καὶ τὸ ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
καὶAndεἶπένHe saidμοι·to me;γέγοναν.It has been done!ἐγώI myselfτὸtheἄλφαAlphaκαὶandτὸtheὦ,Omega,ἡtheἀρχὴbeginningκαὶandτὸtheτέλος.end.ἐγὼI myselfτῷto the oneδιψῶντιthirstingδώσωI will giveἐκofτῆςtheπηγῆςspringτοῦof theὕδατοςwaterτῆςtheζωῆςof lifeδωρεάν.freely.
7ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεός, καὶ αὐτὸς ἔσται μοι υἱός.
ὁThe oneνικῶνovercomingκληρονομήσειhe will inheritταῦτα,these things,καὶandἔσομαιI will beαὐτῷto himθεός,God,καὶandαὐτὸςhe himselfἔσταιwill beμοιMyυἱός.son.
8τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
τοῖςtheδὲButδειλοῖςto the cowardlyκαὶandἀπίστοιςto the unbelievingκαὶandἐβδελυγμένοιςhaving made themselves abominableκαὶandφονεῦσινto murderersκαὶandπόρνοιςto the sexually immoralκαὶandφαρμάκοιςto sorcerersκαὶandεἰδωλολάτραιςto idolatersκαὶandπᾶσινto allτοῖςtheψευδέσιν,liars,τὸtheμέροςportionαὐτῶνof themἐνis inτῇtheλίμνῃlakeτῇwhichκαιομένῃis burningπυρὶwith fireκαὶandθείῳ,with brimstone,ὅwhichἐστινisὁtheθάνατοςdeathὁtheδεύτερος.second.
9Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων· δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
ΚαὶAndἦλθενcameεἷςoneἐκofτῶνtheἑπτὰsevenἀγγέλωνangelsτῶνwhoἐχόντωνare havingτὰςtheἑπτὰsevenφιάλαςbowlsτῶνwhichγεμόντωνare being fullτῶνof theἑπτὰsevenπληγῶνplaguesτῶνtheἐσχάτωνlastκαὶandἐλάλησενspokeμετ᾽withἐμοῦmeλέγων·saying;δεῦρο,Come here,δείξωI will showσοιyouτὴνtheνύμφηνbrideτὴνtheγυναῖκαwifeτοῦof theἀρνίου.Lamb.
10καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλὸν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
καὶAndἀπήνεγκένhe carried awayμεmeἐνinπνεύματιthe Spiritἐπὶtoὄροςa mountainμέγαgreatκαὶandὑψηλὸνhighκαὶandἔδειξένhe showedμοιmeτὴνtheπόλινcityτὴνtheἁγίανholyἸερουσαλὴμJerusalemκαταβαίνουσανdescendingἐκout ofτοῦtheοὐρανοῦheavenἀπὸfromτοῦtheθεοῦ,God,
11ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ. ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι
ἔχουσανhavingτὴνtheδόξανgloryτοῦtheθεοῦ.of God.ὁTheφωστὴρradianceαὐτῆςof itὅμοιοςwas likeλίθῳas a stoneτιμιωτάτῳmost preciousὡςlikeλίθῳas a stoneἰάσπιδιjasperκρυσταλλίζοντιbeing clear as crystal
12ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ·
ἔχουσαhavingτεῖχοςa wallμέγαgreatκαὶandὑψηλόν,high,ἔχουσαhavingπυλῶναςgatesδώδεκαtwelveκαὶandἐπὶatτοῖςtheπυλῶσινgatesἀγγέλουςangelsδώδεκα,twelve,καὶandὀνόματαnamesἐπιγεγραμμένα,inscribed,ἅwhichἐστινareτῶνof theδώδεκαtwelveφυλῶνtribesυἱῶνof the sonsἸσραήλ·of Israel;
13ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.
ἀπὸOnἀνατολῆςthe eastπυλῶνεςwere gatesτρεῖς,three,καὶandἀπὸonβορρᾶthe northπυλῶνεςgatesτρεῖς,three,καὶandἀπὸonνότουthe southπυλῶνεςgatesτρεῖς,three,καὶandἀπὸonδυσμῶνthe westπυλῶνεςgatesτρεῖς.three.
14καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα καὶ ἐπ᾽ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
καὶAndτὸtheτεῖχοςwallτῆςof theπόλεωςcityἔχωνhadθεμελίουςfoundationsδώδεκαtwelveκαὶandἐπ᾽onαὐτῶνthemδώδεκαtwelveὀνόματαnamesτῶνof theδώδεκαtwelveἀποστόλωνapostlesτοῦof theἀρνίου.Lamb.
15Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
ΚαὶAndὁthe oneλαλῶνspeakingμετ᾽withἐμοῦmeεἶχενhe hadμέτρονa measuringκάλαμονreedχρυσοῦνgoldenἵναso thatμετρήσῃhe may measureτὴνtheπόλινcityκαὶandτοὺςtheπυλῶναςgatesαὐτῆςof itκαὶandτὸtheτεῖχοςwallαὐτῆς.of it.
16καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.
καὶAndἡtheπόλιςcityτετράγωνοςfoursquareκεῖται,lies,καὶandτὸtheμῆκοςlengthαὐτῆςof itὅσονthe same asτὸtheπλάτος.width.καὶAndἐμέτρησενhe measuredτὴνtheπόλινcityτῷwith theκαλάμῳreedἐπὶatσταδίωνstadiaδώδεκαtwelveχιλιάδωνthousandτὸtheμῆκοςlengthκαὶandτὸtheπλάτοςbreadthκαὶandτὸtheὕψοςheightαὐτῆςof itἴσαequalἐστίν.are.
17καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου.
καὶAndἐμέτρησενhe measuredτὸtheτεῖχοςwallαὐτῆςof itἑκατὸνone hundredτεσσεράκονταfortyτεσσάρωνfourπηχῶν,cubits,μέτρονthe measureἀνθρώπουof manὅthatἐστινisἀγγέλου.of the angel.
18καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ.
καὶAndἡtheἐνδώμησιςstructureτοῦof theτείχουςwallαὐτῆςof itἴασπις,was jasper,καὶandἡtheπόλιςcityχρυσίονgoldκαθαρὸνpureὅμοιονlikeὑάλῳas glassκαθαρῷ.clear.
19οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
οἱtheθεμέλιοιfoundationsτοῦof theτείχουςwallτῆςof theπόλεωςcityπαντὶwith everyλίθῳstoneτιμίῳpreciousκεκοσμημένοι.adorned.ὁtheθεμέλιοςfoundationὁtheπρῶτοςfirstἴασπις,jasper,ὁtheδεύτεροςsecondσάπφιρος,sapphire,ὁtheτρίτοςthirdχαλκηδών,chalcedony,ὁtheτέταρτοςfourthσμάραγδος,emerald,
20ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
ὁtheπέμπτοςfifthσαρδόνυξ,sardonyx,ὁtheἕκτοςsixthσάρδιον,sardius,ὁtheἕβδομοςseventhχρυσόλιθος,chrysolite,ὁtheὄγδοοςeighthβήρυλλος,beryl,ὁtheἔνατοςninthτοπάζιον,topaz,ὁtheδέκατοςtenthχρυσόπρασος,chrysoprase,ὁtheἑνδέκατοςeleventhὑάκινθος,jacinth,ὁtheδωδέκατοςtwelfthἀμέθυστος.amethyst.
21καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται. ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
καὶAndοἱtheδώδεκαtwelveπυλῶνεςgates wereδώδεκαtwelveμαργαρῖται.pearls.ἀνὰeachεἷςoneἕκαστοςeachτῶνof theπυλώνωνgatesἦνwasἐξofἑνὸςoneμαργαρίτου.pearl.Καὶandἡtheπλατεῖαstreetτῆςof theπόλεωςcityχρυσίονgoldκαθαρὸνpureὡςasὕαλοςglassδιαυγής.translucent.
22καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ ἀρνίον.
καὶAndναὸνtempleοὐκnotεἶδονI sawἐνinαὐτῇ·it;ὁtheγὰρforκύριοςthe LordὁtheθεὸςGodὁtheπαντοκράτωρAlmightyναὸςtempleαὐτῆςof itἐστινisκαὶandτὸtheἀρνίον.Lamb.
23καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
καὶAndἡtheπόλιςcityοὐnoχρείανneedἔχειhasτοῦof theἡλίουsunοὐδὲnorτῆςof theσελήνηςmoonἵναthatφαίνωσινthey may shineαὐτῇ·in it;ἡtheγὰρforδόξαgloryτοῦtheθεοῦof Godἐφώτισενenlightenedαὐτήν,it,καὶandὁtheλύχνοςlampαὐτῆςof itτὸis theἀρνίον.Lamb.
24καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν.
καὶAndπεριπατήσουσινwill walkτὰtheἔθνηnationsδιὰthroughτοῦtheφωτὸςlightαὐτῆς,of itκαὶandοἱtheβασιλεῖςkingsτῆςof theγῆςearthφέρουσινbringτὴνtheδόξανgloryαὐτῶνof themεἰςintoαὐτήν.it.
25καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ.
καὶAndοἱtheπυλῶνεςgatesαὐτῆςof itοὐcertainlyμὴnotκλεισθῶσινmay be shutἡμέρας·by day;νὺξnightγὰρforοὐκnotἔσταιwill beἐκεῖ.there.
26καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
καὶAndοἴσουσινthey will bringτὴνtheδόξανgloryκαὶandτὴνtheτιμὴνhonorτῶνof theἐθνῶνnationsεἰςintoαὐτήν.it.
27καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
καὶAndοὐcertainlyμὴnotεἰσέλθῃmay enterεἰςintoαὐτὴνitπᾶνanythingκοινὸνunsanctifiedκαὶandὁthe oneποιῶνpracticingβδέλυγμαabominationκαὶandψεῦδοςa lieεἰonlyμὴexceptοἱthoseγεγραμμένοιwrittenἐνinτῷtheβιβλίῳbookτῆςtheζωῆςof lifeτοῦof theἀρνίου.Lamb.