Revelation 20 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 407 words in 15 verses.

Open Revelation 20 in the interlinear reader

1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.

ΚαὶAndεἶδονI sawἄγγελονan angelκαταβαίνονταdescendingἐκout ofτοῦtheοὐρανοῦheavenἔχονταholdingτὴνtheκλεῖνkeyτῆςof theἀβύσσουAbyssκαὶandἅλυσινa chainμεγάληνgreatἐπὶinτὴνtheχεῖραhandαὐτοῦ.of him.

2καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν διάβολος καὶ ὁ Σατανᾶς. καὶ ἔδησεν αὐτὸν χίλια ἔτη

καὶAndἐκράτησενhe seizedτὸνtheδράκοντα,dragon,theὄφιςserpenttheἀρχαῖος,ancient,ὅςwhoἐστινisδιάβολοςthe devilκαὶandtheΣατανᾶς.Satan;καὶandἔδησενboundαὐτὸνhimχίλιαfor a thousandἔτηyears

3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.

καὶAndἔβαλενhe castαὐτὸνhimεἰςintoτὴνtheἄβυσσονAbyssκαὶandἔκλεισενshutκαὶandἐσφράγισενsealed itἐπάνωoverαὐτοῦ,him,ἵναso thatμὴnotπλανήσῃhe may deceiveἔτιany longerτὰtheἔθνηnationsἄχριuntilτελεσθῇmay be completedτὰtheχίλιαthousandἔτη.years.μετὰAfter theseταῦταthingsδεῖit is necessary forλυθῆναιto be releasedαὐτὸνhimμικρὸνfor a littleχρόνον.time.

4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν, καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη.

ΚαὶAndεἶδονI sawθρόνους,thrones,καὶandἐκάθισανthey satἐπ᾽uponαὐτούς,themκαὶandκρίμαjudgmentἐδόθηwas givenαὐτοῖς,to them,καὶandτὰςtheψυχὰςsoulsτῶνof thoseπεπελεκισμένωνbeheadedδιὰbecause ofτὴνtheμαρτυρίανtestimonyἸησοῦof Jesusκαὶandδιὰbecause ofτὸνtheλόγονwordτοῦtheθεοῦ,of God,καὶandοἵτινεςthose whoοὐnotπροσεκύνησανdid worshipτὸtheθηρίονbeastοὐδὲnorτὴνtheεἰκόναimageαὐτοῦof himκαὶandοὐκnotἔλαβονdid takeτὸtheχάραγμαmarkἐπὶuponτὸtheμέτωπονforeheadκαὶandἐπὶuponτὴνtheχεῖραhandαὐτῶν,of them,καὶAndἔζησανthey livedκαὶandἐβασίλευσανthey reignedμετὰwithτοῦtheΧριστοῦChristχίλιαthousandἔτη.years.

5οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.

οἱTheλοιποὶrestτῶνof theνεκρῶνdeadοὐκnotἔζησανlivedἄχριuntilτελεσθῇmay have been completedτὰtheχίλιαthousandἔτη.years.ΑὕτηThis istheἀνάστασιςresurrectiontheπρώτη.first.

6μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ τὰ χίλια ἔτη.

μακάριοςBlessedκαὶandἅγιοςholy isthe oneἔχωνhavingμέροςa partἐνinτῇtheἀναστάσειresurrectionτῇtheπρώτῃ·first!ἐπὶOverτούτωνthesetheδεύτεροςsecondθάνατοςdeathοὐκnotἔχειhasἐξουσίαν,power,ἀλλ᾽butἔσονταιthey will beἱερεῖςpriestsτοῦtheθεοῦof GodκαὶandτοῦtheΧριστοῦof Christκαὶandβασιλεύσουσινwill reignμετ᾽withαὐτοῦHimτὰtheχίλιαa thousandἔτη.years.

7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ

ΚαὶAndὅτανwhenτελεσθῇmay have been completedτὰtheχίλιαthousandἔτη,years,λυθήσεταιwill be releasedtheσατανᾶςSatanἐκout ofτῆςtheφυλακῆςprisonαὐτοῦof him

8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.

καὶandἐξελεύσεταιwill go outπλανῆσαιto deceiveτὰtheἔθνηnationsτὰtheἐνinταῖςtheτέσσαρσινfourγωνίαιςcornersτῆςof theγῆς,earth,τὸνtheΓὼγGogκαὶandΜαγώγ,Magog,συναγαγεῖνto gather togetherαὐτοὺςthemεἰςuntoτὸνtheπόλεμον,war,ὧνof whomtheἀριθμὸςnumber isαὐτῶνof themὡςliketheἄμμοςsandτῆςof theθαλάσσης.sea.

9καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς.

καὶAndἀνέβησανthey marched upἐπὶoverτὸtheπλάτοςbreadthτῆςof theγῆςearthκαὶandἐκύκλευσανencircledτὴνtheπαρεμβολὴνcampτῶνof theἁγίωνsaintsκαὶandτὴνtheπόλινcityτὴνwhichἠγαπημένην.beloved.καὶButκατέβηcame downπῦρfireἐκout ofτοῦtheοὐρανοῦheavenκαὶandκατέφαγενdevouredαὐτούς.them.

10καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶAndtheδιάβολοςdevilwhoπλανῶνis deceivingαὐτοὺςthemἐβλήθηhe was castεἰςintoτὴνtheλίμνηνlakeτοῦtheπυρὸςof fireκαὶandθείουof sulfurὅπουwhere areκαὶalsoτὸtheθηρίονbeastκαὶandtheψευδοπροφήτης,false prophet,καὶandβασανισθήσονταιthey will be tormentedἡμέραςdayκαὶandνυκτὸςnightεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων.ages.

11Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽ αὐτοῦ, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.

ΚαὶAndεἶδονI sawθρόνονa throneμέγανgreatλευκὸνwhiteκαὶandτὸνthe Oneκαθήμενονsittingἐπ᾽onαὐτοῦ,itοὗwhoseἀπὸfromτοῦtheπροσώπουfaceἔφυγενfledtheγῆearthκαὶandtheοὐρανός,heavenκαὶandτόποςplaceοὐχnotεὑρέθηwas foundαὐτοῖς.for them.

12καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν. καὶ ἄλλο βιβλίον ἠνοίχθη ὅ ἐστιν τῆς ζωῆς. καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.

καὶAndεἶδονI sawτοὺςtheνεκρούς,dead,τοὺςtheμεγάλουςgreatκαὶandτοὺςtheμικρούς,small,ἑστῶταςstandingἐνώπιονbeforeτοῦtheθρόνου,throne,καὶandβιβλίαbooksἠνοίχθησαν.were opened.καὶAndἄλλοanotherβιβλίονbookἠνοίχθηwas openedwhichἐστινisτῆςthe oneζωῆς.of life.καὶAndἐκρίθησανwere judgedοἱtheνεκροὶdeadἐκout ofτῶνthe thingsγεγραμμένωνwrittenἐνinτοῖςtheβιβλίοιςbooksκατὰaccording toτὰtheἔργαdeedsαὐτῶν.of them.

13καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.

καὶAndἔδωκενgave uptheθάλασσαseaτοὺςtheνεκροὺςdeadτοὺςwho wereἐνinαὐτῇ,her,καὶandtheθάνατοςDeathκαὶandtheᾅδηςHadesἔδωκανgave upτοὺςtheνεκροὺςdeadτοὺςwho wereἐνinαὐτοῖς,them,καὶandἐκρίθησανthey were judgedἕκαστοςeach of themκατὰaccording toτὰtheἔργαworksαὐτῶν.of them.

14καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν ἡ λίμνη τοῦ πυρός.

καὶAndtheθάνατοςDeathκαὶandtheᾅδηςHadesἐβλήθησανwere castεἰςintoτὴνtheλίμνηνlakeτοῦtheπυρός·of fire;οὗτοςThistheθάνατοςdeaththeδεύτερόςsecondἐστινistheλίμνηlakeτοῦtheπυρός.of fire.

15καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

καὶAndεἴifτιςanyoneοὐχnotεὑρέθηwas foundἐνinτῇtheβίβλῳbookτῆςtheζωῆςof lifeγεγραμμένος,written,ἐβλήθηhe was castεἰςintoτὴνtheλίμνηνlakeτοῦtheπυρός.of fire.

‹ Revelation 19Revelation 21 ›