The Westcott and Hort text with a word by word English gloss under every Greek word. 525 words in 21 verses.
Open Revelation 19 in the interlinear reader1μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν,
μετὰAfterταῦταthese thingsἤκουσαI heardὡςsomething likeφωνὴνa voiceμεγάληνloudὄχλουof a multitudeπολλοῦgreatἐνinτῷtheοὐρανῷheavenλεγόντων·crying out:ἁλληλουϊά·Hallelujah!ἡTheσωτηρίαsalvationκαὶandἡtheδόξαgloryκαὶandἡtheδύναμιςpowerτοῦtheθεοῦGodἡμῶν,of us!
2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ, ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
ὅτιForἀληθιναὶtrueκαὶandδίκαιαιrighteous areαἱtheκρίσειςjudgmentsαὐτοῦ,of Him,ὅτιbecauseἔκρινενHe has judgedτὴνtheπόρνηνprostituteτὴνtheμεγάληνgreatἥτιςwhoἔφθειρενwas corruptingτὴνtheγῆνearthἐνwithτῇtheπορνείᾳsexual immoralityαὐτῆς,of her,καὶandἐξεδίκησενHe has avengedτὸtheαἷμαbloodτῶνof theδούλωνservantsαὐτοῦof Himἐκout ofχειρὸςhandαὐτῆς.of her.
3Καὶ δεύτερον εἴρηκαν· ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΚαὶAndδεύτερονa second timeεἴρηκαν·they have said:ἁλληλουϊά·Hallelujah!καὶAndὁtheκαπνὸςsmokeαὐτῆςof herἀναβαίνειgoes upεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων.ages.
4καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμὴν ἁλληλουϊά.
καὶAndἔπεσανfell downοἱtheπρεσβύτεροιeldersοἱtheεἴκοσιtwentyτέσσαρεςfourκαὶandτὰtheτέσσαραfourζῷα,living creatures,καὶandπροσεκύνησανthey worshipedτῷtheθεῷGodτῷwhoκαθημένῳis sittingἐπὶonτῷtheθρόνῳthroneλέγοντες·saying:ἀμὴνAmenἁλληλουϊά.Hallelujah!
5Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· αἰνεῖτε τῷ θεῷ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
ΚαὶAndφωνὴa voiceἀπὸfromτοῦtheθρόνουthroneἐξῆλθενcame forthλέγουσα·saying:αἰνεῖτεdo praiseτῷto theθεῷGodἡμῶνof usπάντεςallοἱyou who areδοῦλοιservantsαὐτοῦof Himοἱyou who areφοβούμενοιfearingαὐτόν,Him,οἱyouμικροὶsmallκαὶandοἱyouμεγάλοι.great!
6καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων· ἁλληλουϊά· ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ.
καὶAndἤκουσαI heardὡςsomething likeφωνὴνthe voiceὄχλουof a multitudeπολλοῦgreatκαὶandὡςlikeφωνὴνthe soundὑδάτωνof watersπολλῶνmanyκαὶandὡςlikeφωνὴνa soundβροντῶνof thundersἰσχυρῶνmightyλεγόντων·saying:ἁλληλουϊά·Hallelujah!ὅτιForἐβασίλευσενhas reignedκύριοςthe LordὁtheθεὸςGodἡμῶνof usὁtheπαντοκράτωρ.Almighty.
7χαίρωμεν καὶ ἀγαλλιῶμεν καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
χαίρωμενWe may rejoiceκαὶandἀγαλλιῶμενwe may exultκαὶandδώσομενwe will giveτὴνtheδόξανgloryαὐτῷ,to Him,ὅτιbecauseἦλθενhas comeὁtheγάμοςmarriageτοῦof theἀρνίου,Lamb,καὶandἡtheγυνὴbrideαὐτοῦof Himἡτοίμασενhas made readyἑαυτήν.herself.
8καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
καὶAndἐδόθηit was givenαὐτῇto herἵναthatπεριβάληταιshe may be clothed inβύσσινονfine linenλαμπρὸνbrightκαθαρόν·pure;τὸtheγὰρForβύσσινονthe fine linenτὰtheδικαιώματαrighteous actsτῶνof theἁγίωνsaintsἐστίν.is.
9καὶ λέγει μοι· γράψον· μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν.
καὶAndλέγειhe saysμοι·to me;γράψον·do write;μακάριοιBlessed areοἱthoseεἰςtoτὸtheδεῖπνονsupperτοῦof theγάμουmarriageτοῦof theἀρνίουLambκεκλημένοι.invited.καὶAndλέγειhe saysμοι·to me;οὗτοιTheseοἱtheλόγοιwordsἀληθινοὶtrueτοῦtheθεοῦof Godεἰσιν.are.
10καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ, καὶ λέγει μοι· ὅρα μή, σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
καὶAndἔπεσαI fellἔμπροσθενbeforeτῶνtheποδῶνfeetαὐτοῦof himπροσκυνῆσαιto worshipαὐτῷ,him,καὶAndλέγειhe saysμοι·to me;ὅραdo see that youμή,do not,σύνδουλόςA fellow servantσούwith youεἰμιI amκαὶandτῶνtheἀδελφῶνbrothersσουof youτῶνwhoἐχόντωνareἐχόντωνholdingτὴνtheμαρτυρίανtestimonyἸησοῦ·of Jesus;τῷtheθεῷGodπροσκύνησον.do worship.ἡTheγὰρforμαρτυρίαtestimonyἸησοῦof Jesusἐστινisτὸtheπνεῦμαspiritτῆςtheπροφητείας.of prophecy.
11Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
ΚαὶAndεἶδονI sawτὸνtheοὐρανὸνheavenἠνεῳγμένονopenedκαὶandἰδοὺbeholdἵπποςa horseλευκόςwhiteκαὶandὁthe Oneκαθήμενοςsittingἐπ᾽uponαὐτὸνitκαλούμενοςbeing calledπιστὸςFaithfulκαὶandἀληθινός,True,καὶandἐνinδικαιοσύνῃrighteousnessκρίνειHe judgesκαὶandπολεμεῖ·makes war;
12οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρὸς καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλὰ ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτὸς
οἱtheδὲAndὀφθαλμοὶthe eyesαὐτοῦof Himφλὸξa flameπυρὸςof fireκαὶandἐπὶuponτὴνtheκεφαλὴνheadαὐτοῦof Himδιαδήματαroyal crownsπολλὰmanyἔχωνhavingὄνομαa nameγεγραμμένονwrittenὃwhichοὐδεὶςno oneοἶδενknowsεἰonlyμὴexceptαὐτὸςHe Himself
13καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ.
καὶandπεριβεβλημένοςhaving clothed themselves withἱμάτιονa garmentῤεραντισμένονsprinkledαἵματι,in blood,καὶAndκέκληταιhas been calledτὸtheὄνομαnameαὐτοῦof HimὁTheλόγοςWordτοῦtheθεοῦ.of God.
14καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ᾽ ἵπποις λευκοῖς ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
καὶAndτὰtheστρατεύματαarmiesτὰwho wereἐνinτῷtheοὐρανῷheavenἠκολούθειwere followingαὐτῷafter Himἐφ᾽uponἵπποιςhorsesλευκοῖςwhiteἐνδεδυμένοιhaving clothed themselves inβύσσινονfine linenλευκὸνwhiteκαθαρόν.pure.
15καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη. καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.
καὶAndἐκout ofτοῦtheστόματοςmouthαὐτοῦof Himἐκπορεύεταιgoes forthῥομφαίαa swordὀξεῖα,sharp,ἵναso thatἐνwithαὐτῇitπατάξῃHe may strike downτὰtheἔθνη.nations.καὶandαὐτὸςHe himselfποιμανεῖwill shepherdαὐτοὺςthemἐνwithῥάβδῳa rodσιδηρᾷof ironκαὶAndαὐτὸςHe himselfπατεῖtreadsτὴνtheληνὸνpressτοῦof theοἴνουwineτοῦof theθυμοῦfuryτῆςof theὀργῆςwrathτοῦtheθεοῦof Godτοῦtheπαντοκράτορος.Almighty.
16καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
καὶAndἔχειHe hasἐπὶuponτὸtheἱμάτιονrobeκαὶandἐπὶuponτὸνtheμηρὸνthighαὐτοῦof Himὄνομαa nameγεγραμμένον·written:βασιλεὺςKingβασιλέωνof kingsκαὶandκύριοςLordκυρίων.of Lords.
17Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ,
ΚαὶAndεἶδονI sawἕναoneἄγγελονangelἑστῶταstandingἐνinτῷtheἡλίῳ,sun,καὶandἔκραξενhe cried outἐνinφωνῇa voiceμεγάλῃloudλέγωνsayingπᾶσινto allτοῖςtheὀρνέοιςbirdsτοῖςwhoπετομένοιςare flyingἐνinμεσουρανήματι·mid-heaven;δεῦτεComeσυνάχθητεdo be gatheredεἰςuntoτὸtheδεῖπνονsupperτὸtheμέγαgreatτοῦtheθεοῦ,of God,
18ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτούς καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
ἵναso thatφάγητεyou may eatσάρκαςthe fleshβασιλέωνof kingsκαὶandσάρκαςthe fleshχιλιάρχωνof commandersκαὶandσάρκαςthe fleshἰσχυρῶνof mighty menκαὶandσάρκαςthe fleshἵππωνof horsesκαὶandτῶνof thoseκαθημένωνsittingἐπ᾽onαὐτούςthemκαὶandσάρκαςthe fleshπάντων,of all,ἐλευθέρωνfreeτεbothκαὶandδούλωνslavesκαὶandμικρῶνsmallκαὶandμεγάλων.great.
19Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
ΚαὶAndεἶδονI sawτὸtheθηρίονbeastκαὶandτοὺςtheβασιλεῖςkingsτῆςof theγῆςearthκαὶandτὰtheστρατεύματαarmiesαὐτῶνof themσυνηγμέναgathered togetherποιῆσαιto makeτὸνtheπόλεμονwarμετὰwithτοῦthe Oneκαθημένουsittingἐπὶonτοῦtheἵππουhorseκαὶandμετὰwithτοῦtheστρατεύματοςarmyαὐτοῦ.of Him.
20καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετ᾽ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ.
καὶAndἐπιάσθηwas capturedτὸtheθηρίον,beast,καὶandμετ᾽withαὐτοῦhimὁtheψευδοπροφήτηςfalse prophetὁthe oneποιήσαςhaving doneτὰtheσημεῖαsignsἐνώπιονbeforeαὐτοῦ,him,ἐνbyοἷςwhichἐπλάνησενhe deceivedτοὺςthoseλαβόνταςhaving receivedτὸtheχάραγμαmarkτοῦof theθηρίουbeastκαὶandτοὺςthoseπροσκυνοῦνταςworshipingτῇtheεἰκόνιimageαὐτοῦ.of it.ζῶντεςlivingἐβλήθησανwere castοἱtheδύοtwoεἰςintoτὴνtheλίμνηνlakeτοῦtheπυρὸςof fireτῆςwhichκαιομένηςis burningἐνwithθείῳ.brimstone.
21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ. καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
καὶAndοἱtheλοιποὶrestἀπεκτάνθησανwere killedἐνwithτῇtheῥομφαίᾳswordτοῦof the Oneκαθημένουsittingἐπὶonτοῦtheἵππουhorseτῇtheἐξελθούσῃhaving gone outἐκout ofτοῦtheστόματοςmouthαὐτοῦ.of him.καὶAndπάνταallτὰtheὄρνεαbirdsἐχορτάσθησανwere filledἐκwithτῶνtheσαρκῶνfleshαὐτῶν.of them.