The Westcott and Hort text with a word by word English gloss under every Greek word. 621 words in 24 verses.
Open Revelation 18 in the interlinear reader1μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
μετὰAfterταῦταthese thingsεἶδονI sawἄλλονanotherἄγγελονangelκαταβαίνονταdescendingἐκout ofτοῦtheοὐρανοῦ,heaven,ἔχονταhavingἐξουσίανauthorityμεγάλην,great,καὶandἡtheγῆearthἐφωτίσθηwas illuminatedἐκfromτῆςtheδόξηςgloryαὐτοῦ.of him.
2καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου,
καὶAndἔκραξενhe cried outἐνinἰσχυρᾷa mightyφωνῇvoiceλέγων·saying:ἔπεσενFallenἔπεσενFallen isΒαβυλὼνBabylonἡtheμεγάληgreatκαὶAndἐγένετοshe has becomeκατοικητήριονa habitationδαιμονίωνof demonsκαὶandφυλακὴa prisonπαντὸςof everyπνεύματοςspiritἀκαθάρτουuncleanκαὶandφυλακὴa prisonπαντὸςof everyὀρνέουbirdἀκαθάρτουuncleanκαὶandμεμισημένου,hated,
3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
ὅτιForἐκofτοῦtheοἴνουwineτοῦof theθυμοῦwrathτῆςof theπορνείαςsexual immoralityαὐτῆςof herπέπωκανthey have drunkπάνταallτὰtheἔθνη,nations,καὶandοἱtheβασιλεῖςkingsτῆςof theγῆςearthμετ᾽withαὐτῆςherἐπόρνευσαν,committed sexual immorality,καὶandοἱtheἔμποροιmerchantsτῆςof theγῆςearthἐκthroughτῆςtheδυνάμεωςpowerτοῦof theστρήνουςsensualityαὐτῆςof herἐπλούτησαν.were enriched.
4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
ΚαὶAndἤκουσαI heardἄλληνanotherφωνὴνvoiceἐκfromτοῦtheοὐρανοῦheavenλέγουσαν·saying:ἐξέλθατεdo comeὁyou who areλαόςpeopleμουof mineἐξfromαὐτῆς,her,ἵναso thatμὴnotσυγκοινωνήσητεyou may have fellowshipταῖςin theἁμαρτίαιςsinsαὐτῆς,of her,καὶandἐκofτῶνtheπληγῶνplaguesαὐτῆςof herἵναso thatμὴnotλάβητε·you may receive;
5ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
ὅτιForἐκολλήθησανthey were heapedαὐτῆςin herαἱtheἁμαρτίαιsinsἄχριas high asτοῦtheοὐρανοῦ,heaven,καὶandἐμνημόνευσενhas rememberedὁtheθεὸςGodτὰtheἀδικήματαiniquitiesαὐτῆς.of her.
6ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς. ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν.
ἀπόδοτεdo give backαὐτῇto herὡςasκαὶalsoαὐτὴsheἀπέδωκενhas renderedκαὶandδιπλώσατεdo pay back doubleτὰtheδιπλᾶtwofoldκατὰaccording toτὰtheἔργαworksαὐτῆς.of her.ἐνInτῷtheποτηρίῳcupᾧwhichἐκέρασεν,she has mixed,κεράσατεdo mixαὐτῇto herδιπλοῦν.double.
7ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος, ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω.
ὅσαSo much asἐδόξασενshe has glorifiedαὐτὴνherselfκαὶandἐστρηνίασεν,lived in luxury,τοσοῦτονso muchδότεdo giveαὐτῇto herβασανισμὸνtormentκαὶandπένθος,misery,ὅτιbecauseἐνinτῇtheκαρδίᾳheartαὐτῆςof herselfλέγειshe saysὅτιthatκάθημαιI sitβασίλισσαas a queenκαὶandχήραa widowοὐκneverεἰμὶI amκαὶandπένθοςmourningοὐcertainlyμὴnotἴδω.shall I see.
8διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.
διὰBecause ofτοῦτοthisἐνinμιᾷoneἡμέρᾳdayἥξουσινwill comeαἱtheπληγαὶplaguesαὐτῆς,of her,θάνατοςdeathκαὶandπένθοςmiseryκαὶandλιμός,famine,καὶandἐνwithπυρὶfireκατακαυθήσεται,she will be burned up,ὅτιbecauseἰσχυρὸςmighty is theκύριοςLordὁtheθεὸςGodὁthe Oneκρίναςhaving judgedαὐτήν.her.
9Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ᾽ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
ΚαὶAndκλαύσουσινthey will weepκαὶandκόψονταιthey will wailἐπ᾽forαὐτὴνherοἱtheβασιλεῖςkingsτῆςof theγῆςearthοἱthe ones whoμετ᾽withαὐτῆςherπορνεύσαντεςhaving committed sexual immoralityκαὶandστρηνιάσαντες,having lived luxuriously,ὅτανwhenβλέπωσινthey may seeτὸνtheκαπνὸνsmokeτῆςof theπυρώσεωςburningαὐτῆςof her
10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
ἀπὸfromμακρόθενafarἑστηκότεςstandingδιὰbecause ofτὸνtheφόβονfearτοῦof theβασανισμοῦtormentαὐτῆςof herλέγοντες·saying:οὐαὶWoeοὐαὶwoeἡyou who are theπόλιςcityἡtheμεγάληgreatΒαβυλὼνBabylonἡtheπόλιςcityἡtheἰσχυρά,strong!ὅτιForμιᾷoneὥρᾳhourἦλθενhas comeἡtheκρίσιςjudgmentσου.of you.
11καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ᾽ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι·
καὶAndοἱtheἔμποροιmerchantsτῆςof theγῆςearthκλαίουσινweepκαὶandπενθοῦσινthey mournἐπ᾽forαὐτήν,her,ὅτιbecauseτὸνtheγόμονcargoαὐτῶνof themοὐδεὶςno oneἀγοράζειbuysοὐκέτι·no longer
12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου
γόμονcargoχρυσοῦof goldκαὶandἀργύρουof silverκαὶandλίθουof stoneτιμίουpreciousκαὶandμαργαριτῶνof pearlsκαὶandβυσσίνουof fine linen thingsκαὶandπορφύραςof purple clothκαὶandσιρικοῦof silkκαὶandκοκκίνουof scarletκαὶandπᾶνallξύλονwoodθύϊνονcitronκαὶandπᾶνeveryσκεῦοςarticleἐλεφάντινονof ivoryκαὶandπᾶνeveryσκεῦοςarticleἐκofξύλουwoodτιμιωτάτουmost preciousκαὶandχαλκοῦof bronzeκαὶandσιδήρουof ironκαὶandμαρμάρουof marble
13καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων.
καὶandκιννάμωμονcinnamonκαὶandἄμωμονspiceκαὶandθυμιάματαincenseκαὶandμύρονmyrrhκαὶandλίβανονfrankincenseκαὶandοἶνονwineκαὶandἔλαιονoilκαὶandσεμίδαλινfinest flourκαὶandσῖτονwheatκαὶandκτήνηcattleκαὶandπρόβαταsheepκαὶandἵππωνof horsesκαὶandῥεδῶνof chariotsκαὶandσωμάτωνof slavesκαὶandψυχὰςsoulsἀνθρώπων.of men.
14καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
καὶAndἡtheὀπώραripe fruitσουof youτῆςof theἐπιθυμίαςdesireτῆςof theψυχῆςsoulἀπῆλθενare departedἀπὸfromσοῦ,you,καὶandπάνταallτὰtheλιπαρὰsumptuous thingsκαὶandτὰtheλαμπρὰsplendid thingsἀπώλετοwere destroyedἀπὸfromσοῦ,you,καὶandοὐκέτιno longerοὐcertainlyμὴnotαὐτὰthemεὑρήσουσιν.they will find.
15οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
οἱTheἔμποροιmerchantsτούτωνof these thingsοἱwhichπλουτήσαντεςhaving been enrichedἀπ᾽fromαὐτῆςherἀπὸfromμακρόθενafarστήσονταιwill standδιὰbecause ofτὸνtheφόβονfearτοῦof theβασανισμοῦtormentαὐτῆςof herκλαίοντεςweepingκαὶandπενθοῦντες,mourning,
16λέγοντες· οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,
λέγοντες·saying:οὐαὶWoeοὐαὶwoeἡyou who are theπόλιςcityἡtheμεγάλη,great,ἡwhichπεριβεβλημένηhaving been clothed withβύσσινονfine linenκαὶandπορφυροῦνpurpleκαὶandκόκκινονscarletκαὶandκεχρυσωμένηadornedἐνwithχρυσίῳgold thingsκαὶandλίθῳwith stoneτιμίῳpreciousκαὶandμαργαρίτῃ,with pearl!
17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν
ὅτιSinceμιᾷin oneὥρᾳhourἠρημώθηhas been brought to desolationὁtheτοσοῦτοςso greatπλοῦτος.wealth.ΚαὶAndπᾶςeveryκυβερνήτηςshipmasterκαὶandπᾶςeveryὁone whoἐπὶonτόπονa placeπλέωνsailingκαὶandναῦταιsailorsκαὶandὅσοιas many asτὴνtheθάλασσανseaἐργάζονταιtrade byἀπὸatμακρόθενa distanceἔστησανstood
18καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
καὶandἔκραξανthey cried outβλέποντεςseeingτὸνtheκαπνὸνsmokeτῆςof theπυρώσεωςburningαὐτῆςof herλέγοντες·saying;τίςWhat isὁμοίαlikeτῇas theπόλειcityτῇtheμεγάλῃ;great?
19καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες λέγοντες· οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
καὶAndἔβαλονthey castχοῦνdustἐπὶuponτὰςtheκεφαλὰςheadsαὐτῶνof themκαὶandἔκραξανthey cried outκλαίοντεςweepingκαὶandπενθοῦντεςmourningλέγοντες·saying:οὐαὶWoeοὐαὶwoeἡtheπόλιςcityἡtheμεγάλη,great,ἐνinᾗwhichἐπλούτησανwere enrichedπάντεςallοἱthoseἔχοντεςhavingτὰtheπλοῖαshipsἐνinτῇtheθαλάσσῃseaἐκthroughτῆςtheτιμιότητοςwealthαὐτῆς,of her!ὅτιSinceμιᾷin oneὥρᾳhourἠρημώθη.she has been desolated.
20εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανὲ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
εὐφραίνουdo rejoiceἐπ᾽overαὐτῇ,her,οὐρανὲO heavenκαὶandοἱyouἅγιοιsaintsκαὶandοἱyouἀπόστολοιapostlesκαὶandοἱyouπροφῆται,prophets,ὅτιbecauseἔκρινενdid judgeὁtheθεὸςGodτὸtheκρίμαjudgmentὑμῶνfor youἐξagainstαὐτῆς.her.
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
ΚαὶAndἦρενtook upεἷςoneἄγγελοςangelἰσχυρὸςa mightyλίθονstoneὡςlikeμύλινονa millstoneμέγανgreatκαὶandἔβαλενcast itεἰςintoτὴνtheθάλασσανseaλέγων·saying:οὕτωςThusὁρμήματιwith violenceβληθήσεταιwill be cast downΒαβυλὼνBabylonἡtheμεγάληgreatπόλιςcityκαὶandοὐcertainlyμὴnotεὑρεθῇmay be foundἔτι.any longer.
22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶAndφωνὴsoundκιθαρῳδῶνof harpistsκαὶandμουσικῶνmusiciansκαὶandαὐλητῶνflute playersκαὶandσαλπιστῶνtrumpetersοὐcertainlyμὴnotἀκουσθῇmay be heardἐνinσοὶyouἔτι,any longer,καὶAndπᾶςanyτεχνίτηςcraftsmenπάσηςof anyτέχνηςcraftοὐcertainlyμὴnotεὑρεθῇmay be foundἐνinσοὶyouἔτι,any longer,καὶandφωνὴthe soundμύλουof a millstoneοὐcertainlyμὴnotἀκουσθῇmay be heardἐνinσοὶyouἔτι,any longer,
23καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
καὶAndφῶςthe lightλύχνουof lampοὐcertainlyμὴnotφάνῃmay shineἐνinσοὶyouἔτι,any longer,καὶandφωνὴthe voiceνυμφίουof a bridegroomκαὶandνύμφηςa brideοὐcertainlyμὴnotἀκουσθῇmay be heardἐνinσοὶyouἔτι,any longer,ὅτιforοἱtheἔμποροίmerchantsσουof youἦσανwereοἱtheμεγιστᾶνεςgreat onesτῆςof theγῆς,earth,ὅτιbecauseἐνbyτῇtheφαρμακείᾳsorceryσουof youἐπλανήθησανwere deceivedπάνταallτὰtheἔθνη.nations.
24καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
καὶAndἐνinαὐτῇherαἷμαthe bloodπροφητῶνof prophetsκαὶandἁγίωνof saintsεὑρέθηwas foundκαὶandπάντωνof allτῶνthoseἐσφαγμένωνslainἐπὶonτῆςtheγῆς.earth.