The Westcott and Hort text with a word by word English gloss under every Greek word. 454 words in 21 verses.
Open Revelation 22 in the interlinear reader1Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
ΚαὶAndἔδειξένhe showedμοιmeποταμὸνa riverὕδατοςof waterζωῆς,of life,λαμπρὸνclearὡςasκρύσταλλον,crystal,ἐκπορευόμενονflowingἐκout ofτοῦtheθρόνουthroneτοῦtheθεοῦof Godκαὶandτοῦof theἀρνίου.Lamb.
2ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ, ἐντεῦθεν καὶ ἐκεῖθεν, ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
ἐνInμέσῳthe middleτῆςof theπλατείαςstreetαὐτῆςof itκαὶandτοῦof theποταμοῦ,river,ἐντεῦθενfrom hereκαὶandἐκεῖθεν,from there,ξύλονwas a treeζωῆςof lifeποιοῦνproducingκαρποὺςfruitsδώδεκα,twelve,κατὰaccording toμῆναmonthἕκαστονeachἀποδιδοῦνyieldingτὸνtheκαρπὸνfruitαὐτοῦ,of it,καὶandτὰtheφύλλαleavesτοῦof theξύλουtreeεἰςare forθεραπείανthe healingτῶνof theἐθνῶν.nations.
3καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι, καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
καὶAndπᾶνanyκατάθεμαcurseοὐκnotἔσταιthere will beἔτι,any longer,καὶAndὁtheθρόνοςthroneτοῦtheθεοῦof Godκαὶandτοῦof theἀρνίουLambἐνinαὐτῇitἔσται,will be,καὶandοἱtheδοῦλοιservantsαὐτοῦof Himλατρεύσουσινwill serveαὐτῷHim
4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
καὶAndὄψονταιthey will beholdτὸtheπρόσωπονfaceαὐτοῦ,of Him,καὶandτὸtheὄνομαnameαὐτοῦof Himἐπὶwill be onτῶνtheμετώπωνforeheadsαὐτῶν.of them.
5καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φῶς ἡλίου ὅτι κύριος ὁ θεὸς φωτίσει ἐπ᾽ αὐτούς. καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶAndνὺξnightοὐκnotἔσταιthere will beἔτι,still,καὶandοὐκnotἔχουσινthey haveχρείανneedφωτὸςof the lightλύχνουof a lampκαὶandφῶςlightἡλίουof the sunὅτιbecauseκύριοςthe LordὁtheθεὸςGodφωτίσειwill enlightenἐπ᾽uponαὐτούς.them.καὶandβασιλεύσουσινthey will reignεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων.ages.
6Καὶ εἶπέν μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
ΚαὶAndεἶπένhe saidμοι·to me;οὗτοιTheseοἱtheλόγοιwordsπιστοὶare faithfulκαὶandἀληθινοί,true,καὶAndὁtheκύριοςLordὁtheθεὸςGodτῶνof theπνευμάτωνspiritsτῶνof theπροφητῶνprophetsἀπέστειλενsentτὸνtheἄγγελονangelαὐτοῦof Himδεῖξαιto showτοῖςto theδούλοιςservantsαὐτοῦof Himἃthe things thatδεῖmustγενέσθαιcome to passἐνwithτάχει.speed.
7καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
καὶAndἰδοὺbeholdἔρχομαιI am comingταχύ.quickly.μακάριοςBlessed isὁthe oneτηρῶνkeepingτοὺςtheλόγουςwordsτῆςof theπροφητείαςprophecyτοῦof theβιβλίουbookτούτου.this.
8κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα· καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
κἀγὼAnd I myselfἸωάννηςJohnὁwhoἀκούωνis hearingκαὶandβλέπωνis seeingταῦτα·these things;καὶAndὅτεwhenἤκουσαI heardκαὶandἔβλεψα,saw,ἔπεσαI fell downπροσκυνῆσαιto worshipἔμπροσθενbeforeτῶνtheποδῶνfeetτοῦof theἀγγέλουangelτοῦwhoδεικνύοντόςis showingμοιmeταῦτα.these things.
9καὶ λέγει μοι· ὅρα μή, σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
καὶAndλέγειhe saysμοι·to me;ὅραdo see that youμή,do not,σύνδουλόςFellow servantσούof youεἰμιI amκαὶandτῶνwith theἀδελφῶνbrothersσουof youτῶνtheπροφητῶνprophetsκαὶandτῶνwith thoseτηρούντωνkeepingτοὺςtheλόγουςwordsτοῦof theβιβλίουbookτούτου·this;τῷtheθεῷGodπροσκύνησον.do worship.
10Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
ΚαὶAndλέγειhe saysμοι·to me;μὴNotσφραγίσῃςmay sealτοὺςtheλόγουςwordsτῆςof theπροφητείαςprophecyτοῦof theβιβλίουbookτούτουthisὁtheκαιρὸςtimeγὰρforἐγγύςnearἐστιν.is.
11ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
ὁThe oneἀδικῶνbeing unrighteousἀδικησάτωhe should be unrighteousἔτι,still,καὶandὁhe whoῥυπαρὸςfilthyῥυπανθήτωhe should be defiledἔτι,still,καὶandὁhe whoδίκαιοςis righteousδικαιοσύνηνrighteousnessποιησάτωhe should practiceἔτι·still;καὶandὁhe who isἅγιοςholyἁγιασθήτωhe should be holyἔτι.still.
12ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
ἰδοὺBeholdἔρχομαιI am comingταχύ,quickly,καὶandὁtheμισθόςrewardμουof Mineμετ᾽is withἐμοῦMeἀποδοῦναιto giveἑκάστῳto eachὡςasτὸtheἔργονworkἐστὶνisαὐτοῦ.of him.
13ἐγὼ τὸ ἄλφα καὶ τὸ ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
ἐγὼI myselfτὸtheἄλφαAlphaκαὶandτὸtheὦ,OmegaὁtheπρῶτοςFirstκαὶandὁtheἔσχατος,Last,ἡtheἀρχὴBeginningκαὶandτὸtheτέλος.End.
14Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
ΜακάριοιBlessed areοἱthoseπλύνοντεςwashingτὰςtheστολὰςrobesαὐτῶν,of them,ἵναthatἔσταιwill beἡtheἐξουσίαrightαὐτῶνof themἐπὶtoτὸtheξύλονtreeτῆςtheζωῆς,of life,καὶandτοῖςby theπυλῶσινgatesεἰσέλθωσινthey may enterεἰςintoτὴνtheπόλιν.city.
15Ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
ἜξωOutside areοἱtheκύνεςdogsκαὶandοἱtheφάρμακοιsorcerersκαὶandοἱtheπόρνοιsexually immoralκαὶandοἱtheφονεῖςmurderersκαὶandοἱtheεἰδωλολάτραιidolatersκαὶandπᾶςeveryoneφιλῶνis lovingκαὶandποιῶνpracticingψεῦδος.falsehood.
16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
ἘγὼI myselfἸησοῦςJesusἔπεμψαsentτὸνtheἄγγελόνangelμουof Mineμαρτυρῆσαιto testifyὑμῖνto youταῦταthese thingsἐπὶinταῖςtheἐκκλησίαις.churches.ἐγώI myselfεἰμιamἡtheῥίζαrootκαὶandτὸtheγένοςoffspringΔαυίδ,of David,ὁtheἀστὴρstarὁtheλαμπρὸςbrightὁtheπρωϊνός.morning.
17καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
καὶAndτὸtheπνεῦμαSpiritκαὶandἡtheνύμφηbrideλέγουσιν·say;ἔρχου.Come!καὶAndὁthe oneἀκούωνhearingεἰπάτω·he should say;ἔρχου.Come!καὶAndὁthe oneδιψῶνthirstingἐρχέσθω,he should come,ὁthe oneθέλωνdesiringλαβέτωhe should takeὕδωρwaterζωῆςof lifeδωρεάν.freely.
18Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ᾽ αὐτά, ἐπιθήσει ὁ θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ.
ΜαρτυρῶTestifyἐγὼI myselfπαντὶto everyoneτῷwhoἀκούοντιis hearingτοὺςtheλόγουςwordsτῆςof theπροφητείαςprophecyτοῦof theβιβλίουbookτούτου·this:ἐάνIfτιςanyoneἐπιθῇshall addἐπ᾽toαὐτά,these things,ἐπιθήσειwill addὁtheθεὸςGodἐπ᾽untoαὐτὸνhimτὰςtheπληγὰςplaguesτὰςwhichγεγραμμέναςwrittenἐνinτῷtheβιβλίῳbookτούτῳ.this.
19καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
καὶAndἐάνifτιςanyoneἀφέλῃshall take awayἀπὸfromτῶνtheλόγωνwordsτοῦof theβιβλίουbookτῆςof theπροφητείαςprophecyταύτης,this,ἀφελεῖwill take awayὁtheθεὸςGodτὸtheμέροςpartαὐτοῦof himἀπὸfromτοῦtheξύλουtreeτῆςtheζωῆςof lifeκαὶandἐκout ofτῆςtheπόλεωςcityτῆςtheἁγίας,holy,τῶνof thoseγεγραμμένωνwrittenἐνinτῷtheβιβλίῳbookτούτῳ.this.
20Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ· ἀμήν. ἔρχου, κύριε Ἰησοῦ.
ΛέγειSaysὁthe Oneμαρτυρῶνtestifyingταῦτα·these things;ναὶYesἔρχομαιI am comingταχύ·quickly;ἀμήν.Amen.ἔρχου,do come,κύριεLordἸησοῦ.Jesus!
21Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τῶν ἁγίων.
ἩTheχάριςgraceτοῦof theκυρίουLordἸησοῦJesusΧριστοῦChristμετὰbe withτῶνtheἁγίων.saints.