Revelation 14 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 549 words in 20 verses.

Open Revelation 14 in the interlinear reader

1Καὶ εἶδον καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιὼν καὶ μετ᾽ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.

ΚαὶAndεἶδονI lookedκαὶandἰδοὺbeholdτὸtheἀρνίονLambἑστὸςstandingἐπὶuponτὸtheὄροςMountΣιὼνZionκαὶandμετ᾽withαὐτοῦHimἑκατὸνone hundredτεσσεράκονταfortyτέσσαρεςfourχιλιάδεςthousandἔχουσαιhavingτὸtheὄνομαnameαὐτοῦof Himκαὶandτὸtheὄνομαnameτοῦof theπατρὸςFatherαὐτοῦof Himγεγραμμένονwrittenἐπὶonτῶνtheμετώπωνforeheadsαὐτῶν.of them.

2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.

ΚαὶAndἤκουσαI heardφωνὴνa voiceἐκout ofτοῦtheοὐρανοῦheavenὡςasφωνὴνthe soundὑδάτωνof watersπολλῶνmanyκαὶandὡςasφωνὴνthe soundβροντῆςof thunderμεγάλης,loud,καὶAndtheφωνὴvoiceἣνthatἤκουσαI heardὡςwas like thatκιθαρῳδῶνof harpistsκιθαριζόντωνharpingἐνwithταῖςtheκιθάραιςharpsαὐτῶν.of them.

3καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.

καὶAndᾄδουσινthey are singingὡςasᾠδὴνa songκαινὴνnewἐνώπιονbeforeτοῦtheθρόνουthroneκαὶandἐνώπιονbeforeτῶνtheτεσσάρωνfourζῴωνliving creaturesκαὶandτῶνtheπρεσβυτέρων,elders,καὶAndοὐδεὶςno oneἐδύνατοwas ableμαθεῖνto learnτὴνtheᾠδὴνsongεἰonlyμὴexceptαἱtheἑκατὸνone hundredτεσσεράκονταfortyτέσσαρεςfourχιλιάδες,thousandοἱwhoἠγορασμένοιredeemedἀπὸfromτῆςtheγῆς.earth.

4οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγει· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ·

οὗτοίTheseεἰσινareοἳthey whoμετὰwithγυναικῶνwomenοὐκnotἐμολύνθησαν,was defiled,παρθένοιpureγάρforεἰσιν·they are;οὗτοιtheseοἱthoseἀκολουθοῦντεςfollowingτῷafter theἀρνίῳLambὅπουwhereverἂνmaybeὑπάγει·goesοὗτοιTheseἠγοράσθησανwere redeemedἀπὸout fromτῶνtheἀνθρώπων,menἀπαρχὴas firstfruitsτῷtheθεῷto Godκαὶandτῷto theἀρνίῳ·Lamb;

5καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν

καὶAndἐνinτῷtheστόματιmouthαὐτῶνof themοὐχnotεὑρέθηwas foundψεῦδος,a lie,ἄμωμοίblamelessεἰσινthey are

6Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαὸν

ΚαὶAndεἶδονI sawἄλλονanotherἄγγελονangelπετόμενονflyingἐνinμεσουρανήματιmid-heavenἔχονταhavingεὐαγγέλιονthe glad tidingsαἰώνιονeverlastingεὐαγγελίσαιto evangeliseἐπὶuponτοὺςthoseκαθημένουςresidingἐπὶonτῆςtheγῆςearthκαὶandἐπὶtoπᾶνeveryἔθνοςnationκαὶandφυλὴνtribeκαὶandγλῶσσανtongueκαὶandλαὸνpeople

7λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

λέγωνsayingἐνinφωνῇa voiceμεγάλῃ·loud;φοβήθητεdo fearτὸνtheθεὸνGodκαὶandδότεdo giveαὐτῷto Himδόξαν,glory,ὅτιbecauseἦλθενhas cometheὥραhourτῆςof theκρίσεωςjudgmentαὐτοῦ,of Him,καὶAndπροσκυνήσατεdo worshipτῷthe Oneποιήσαντιhaving madeτὸνtheοὐρανὸνheavenκαὶandτὴνtheγῆνearthκαὶandθάλασσανseaκαὶandπηγὰςspringsὑδάτων.of waters.

8Καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων· ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

ΚαὶAndἄλλοςanotherἄγγελοςangelδεύτεροςa secondἠκολούθησενfollowedλέγων·saying;ἔπεσενFallenἔπεσενFallen isΒαβυλὼνBabylontheμεγάληgreatwhoἐκofτοῦtheοἴνουwineτοῦtheθυμοῦof wrathτῆςfor theπορνείαςimmoralityαὐτῆςof herπεπότικενshe has given to drinkπάνταallτὰtheἔθνη.Gentiles.

9Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,

ΚαὶAndἄλλοςanotherἄγγελοςangelτρίτοςa thirdἠκολούθησενfollowedαὐτοῖςafter themλέγωνsayingἐνinφωνῇa voiceμεγάλῃ·loud;εἴIfτιςanyoneπροσκυνεῖworshipsτὸtheθηρίονbeastκαὶandτὴνtheεἰκόναimageαὐτοῦof itκαὶandλαμβάνειreceivesχάραγμαa markἐπὶonτοῦtheμετώπουforeheadαὐτοῦof himorἐπὶuponτὴνtheχεῖραhandαὐτοῦ,of him,

10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.

καὶalsoαὐτὸςhe himselfπίεταιwill drinkἐκofτοῦtheοἴνουwineτοῦof theθυμοῦangerτοῦtheθεοῦof Godτοῦwhichκεκερασμένουmixedἀκράτουundilutedἐνinτῷtheποτηρίῳcupτῆςof theὀργῆςwrathαὐτοῦof Himκαὶandβασανισθήσεταιhe will be tormentedἐνinπυρὶfireκαὶandθείῳbrimstoneἐνώπιονbeforeἀγγέλωνangelsἁγίωνholyκαὶandἐνώπιονbeforeτοῦtheἀρνίου.Lamb.

11καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

καὶAndtheκαπνὸςsmokeτοῦof theβασανισμοῦtormentαὐτῶνof themεἰςtoαἰῶναςagesαἰώνωνof agesἀναβαίνει,goes up,καὶandοὐκnotἔχουσινhaveἀνάπαυσινrestἡμέραςby dayκαὶandνυκτὸςnightοἱthoseπροσκυνοῦντεςworshipingτὸtheθηρίονbeastκαὶandτὴνtheεἰκόναimageαὐτοῦof itκαὶandεἴifτιςanyoneλαμβάνειreceivesτὸtheχάραγμαmarkτοῦof theὀνόματοςnameαὐτοῦ.of it.

12Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

ὯδεHeretheὑπομονὴenduranceτῶνof theἁγίωνsaintsἐστίνisοἱthoseτηροῦντεςkeepingτὰςtheἐντολὰςcommandmentsτοῦtheθεοῦof GodκαὶandτὴνtheπίστινfaithἸησοῦ.of Jesus.

13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης γράψον· μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.

ΚαὶAndἤκουσαI heardφωνῆςa voiceἐκout ofτοῦtheοὐρανοῦheavenλεγούσηςsayingγράψον·do write;μακάριοιBlessed areοἱtheνεκροὶdeadοἱtheἐνinκυρίῳthe Lordἀποθνῄσκοντεςdyingἀπ᾽fromἄρτι.now.ναί,Yes,λέγειsaysτὸtheπνεῦμα,Spirit,ἵναso thatἀναπαήσονταιthey will restἐκfromτῶνtheκόπωνlaborsαὐτῶν,of them,τὰtheγὰρforἔργαthe worksαὐτῶνof themἀκολουθεῖfollowμετ᾽withαὐτῶν.them.

14Καὶ εἶδον καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

ΚαὶAndεἶδονI lookedκαὶandἰδοὺbeholdνεφέληa cloudλευκή,white,καὶandἐπὶuponτὴνtheνεφέληνcloudκαθήμενονis sitting Oneὅμοιονlikeυἱὸνthe Sonἀνθρώπου,of Man,ἔχωνhavingἐπὶonτῆςtheκεφαλῆςheadαὐτοῦof Himστέφανονa crownχρυσοῦνgoldenκαὶandἐνinτῇtheχειρὶhandαὐτοῦof Himδρέπανονa sickleὀξύ.sharp.

15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.

ΚαὶAndἄλλοςanotherἄγγελοςangelἐξῆλθενcame outἐκofτοῦtheναοῦtempleκράζωνcryingἐνinφωνῇa voiceμεγάλῃloudτῷto the Oneκαθημένῳsittingἐπὶonτῆςtheνεφέλης·cloud;πέμψονdo put forthτὸtheδρέπανόνsickleσουof Youκαὶandθέρισον,do reap,ὅτιbecauseἦλθενhas cometheὥραhourθερίσαι,to reap,ὅτιbecauseἐξηράνθηhas ripenedtheθερισμὸςharvestτῆςof theγῆς.earth.

16καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

καὶAndἔβαλενswungthe Oneκαθήμενοςsittingἐπὶuponτῆςtheνεφέληςcloudτὸtheδρέπανονsickleαὐτοῦof Himἐπὶuponτὴνtheγῆν,earth,καὶandἐθερίσθηwas harvestedtheγῆ.earth.

17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.

ΚαὶAndἄλλοςanotherἄγγελοςangelἐξῆλθενcameἐκout ofτοῦtheναοῦtempleτοῦtheἐνinτῷtheοὐρανῷheavenἔχωνhavingκαὶalsoαὐτὸςhe himselfδρέπανονa sickleὀξύ.sharp.

18Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρὸς καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.

ΚαὶAndἄλλοςanotherἄγγελοςangelἐξῆλθενcameἐκout ofτοῦtheθυσιαστηρίουaltarwhoἔχωνis havingἐξουσίανauthorityἐπὶoverτοῦtheπυρὸςfireκαὶandἐφώνησενhe calledφωνῇin a voiceμεγάλῃloudτῷto the oneἔχοντιhavingτὸtheδρέπανονsickleτὸtheὀξὺsharpλέγων·saying;πέμψονdo put forthσουyourτὸtheδρέπανονsickleτὸtheὀξὺsharpκαὶandτρύγησονdo gatherτοὺςtheβότρυαςclustersτῆςfrom theἀμπέλουvineτῆςof theγῆς,earth,ὅτιbecauseἤκμασανfully ripenedαἱtheσταφυλαὶgrapesαὐτῆς.of it.

19καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.

καὶAndἔβαλενput forththeἄγγελοςangelτὸtheδρέπανονsickleαὐτοῦof himεἰςtoτὴνtheγῆνearthκαὶandἐτρύγησενgatheredτὴνtheἄμπελονvineτῆςof theγῆςearthκαὶandἔβαλενcast themεἰςintoτὴνtheληνὸνwinepressτοῦof theθυμοῦwrathτοῦtheθεοῦof Godτὸνtheμέγαν.great.

20καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

καὶAndἐπατήθηwas troddentheληνὸςwinepressἔξωθενoutsideτῆςtheπόλεως,city,καὶandἐξῆλθενflowedαἷμαbloodἐκout ofτῆςtheληνοῦwinepressἄχριas high asτῶνtheχαλινῶνbridlesτῶνof theἵππωνhorsesἀπὸto the distance ofσταδίωνstadiaχιλίωνone thousandἑξακοσίων.six hundred.

‹ Revelation 13Revelation 15 ›