Philippians 2 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 432 words in 30 verses.

Open Philippians 2 in the interlinear reader

1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,

ΕἴIf there isτιςanyοὖνthereforeπαράκλησιςencouragementἐνinΧριστῷ,Christ,εἴifτιanyπαραμύθιονcomfortἀγάπης,of love,εἴifτιςanyκοινωνίαfellowshipπνεύματος,of the Spirit,εἴifτιςanyσπλάγχναaffectionsκαὶandοἰκτιρμοί,compassions,

2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,

πληρώσατέdo fulfillμουmyτὴνtheχαρὰνjoyἵναso thatτὸtheαὐτὸsameφρονῆτε,you may be minded,τὴνtheαὐτὴνsameἀγάπηνloveἔχοντες,having,σύμψυχοι,united in soul,τὸtheἓνsame thingφρονοῦντες,minding,

3μηδὲν κατ᾽ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·

μηδὲνnothingκατ᾽according toἐριθείανself-interestμηδὲnorκατὰaccording toκενοδοξίανvain conceitἀλλὰbutτῇtheταπεινοφροσύνῃin humilityἀλλήλουςone anotherἡγούμενοιbe esteemingὑπερέχονταςsurpassingἑαυτῶν·themselves;

4μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.

μὴnotτὰthe thingsἑαυτῶνtheir ownἕκαστοιeveryoneσκοποῦντεςconsideringἀλλὰbutκαὶalsoτὰthe thingsἑτέρωνof othersἕκαστοι.everyone.

5τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,

τοῦτοThisφρονεῖτεdo be thinkingἐνinὑμῖνyouwhichκαὶalsoἐνinΧριστῷChristἸησοῦ,Jesus was:

6ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,

ὃςWhoἐνinμορφῇthe formθεοῦof Godὑπάρχωνexistingοὐχnotἁρπαγμὸνsomething to be graspedἡγήσατοconsideredτὸtheεἶναιto beἴσαequalθεῷ,with God,

7ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος

ἀλλ᾽butἑαυτὸνHimselfἐκένωσενemptiedμορφὴνthe formδούλουof a servantλαβών,having taken,ἐνinὁμοιώματιthe likenessἀνθρώπωνof menγενόμενος,having been made,καὶ8 Andσχήματιin appearanceεὑρεθεὶςhaving been foundὡςasἄνθρωποςa man

8ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·

ἐταπείνωσενHe humbledἑαυτὸνHimselfγενόμενοςhaving becomeὑπήκοοςobedientμέχριuntoθανάτου,death,θανάτουthe deathδὲevenσταυροῦ·of the cross;

9διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,

διὸThereforeκαὶalsotheθεὸςGodαὐτὸνHimὑπερύψωσενhighly exaltedκαὶandἐχαρίσατοgrantedαὐτῷto Himτὸtheὄνομαnameτὸtheὑπὲρaboveπᾶνeveryὄνομα,name,

10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,

ἵναthatἐνatτῷtheὀνόματιnameἸησοῦof Jesusπᾶνeveryγόνυkneeκάμψῃmay bowἐπουρανίωνin the heavensκαὶandἐπιγείωνon earthκαὶandκαταχθονίων,under the earth,

11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

καὶandπᾶσαeveryγλῶσσαtongueἐξομολογήσηταιmay confessὅτιthatκύριοςis LordἸησοῦςJesusΧριστὸςChristεἰςtoδόξανthe gloryθεοῦof Godπατρός.the Father.

12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·

Ὥστε,Therefore,ἀγαπητοίbelovedμου,of mine,καθὼςeven asπάντοτεalwaysὑπηκούσατε,you have obeyed,μὴnotὡςasἐνinτῇtheπαρουσίᾳpresenceμουof meμόνονonlyἀλλὰbutνῦνnowπολλῷmuchμᾶλλονmoreἐνinτῇtheἀπουσίᾳabsenceμου,of me,μετὰwithφόβουfearκαὶandτρόμουtremblingτὴνtheἑαυτῶνyour ownσωτηρίανsalvationκατεργάζεσθε·do work out;

13θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.

θεὸςGodγάρforἐστινisthe Oneἐνεργῶνworkingἐνinὑμῖνyouκαὶbothτὸtheθέλεινto willκαὶandτὸtheἐνεργεῖνto workὑπὲρaccording toτῆςtheεὐδοκίας.His good pleasure.

14πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,

πάνταAll thingsποιεῖτεdo performχωρὶςwithoutγογγυσμῶνmurmuringsκαὶandδιαλογισμῶν,disputings,

15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,

ἵναso thatγένησθεyou may beἄμεμπτοιblamelessκαὶandἀκέραιοι,innocent,τέκναchildrenθεοῦof Godἄμωμαblamelessμέσονthe midstγενεᾶςof a generationσκολιᾶςcrookedκαὶandδιεστραμμένηςpervertedἐνamongοἷςwhomφαίνεσθεyou shineὡςasφωστῆρεςlightsἐνinκόσμῳ,the world,

16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.

λόγονthe wordζωῆςof lifeἐπέχοντες,holding forth,εἰςuntoκαύχημαa boastἐμοὶto me myselfεἰςinἡμέρανthe dayΧριστοῦ,of Christὅτιthatοὐκnotεἰςinκενὸνvainἔδραμον,I did runοὐδὲnorεἰςinκενὸνvainἐκοπίασα.toil.

17ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·

ἀλλ᾽butεἰifκαὶevenσπένδομαιI am being poured outἐπὶonτῇtheθυσίᾳsacrificeκαὶandλειτουργίᾳon the serviceτῆςof theπίστεωςfaithὑμῶν,of you,χαίρωI am gladκαὶandσυγχαίρωI rejoice withπᾶσινallὑμῖν·you;

18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.

τὸtheδὲAndαὐτὸlikewiseκαὶalsoὑμεῖςyou yourselvesχαίρετεdo be gladκαὶandσυγχαίρετέdo rejoice withμοι.me.

19Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·

ἘλπίζωI hopeδὲhoweverἐνinκυρίῳthe LordἸησοῦJesusΤιμόθεονTimothyταχέωςsoonπέμψαιto sendὑμῖν,to you,ἵναthatκἀγὼI myself alsoεὐψυχῶmay be encouragedγνοὺςhaving knownτὰthe thingsπερὶconcerningὑμῶν·you;

20οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·

οὐδέναNo oneγὰρforἔχωI haveἰσόψυχον,like-minded,ὅστιςwhoγνησίωςgenuinelyτὰthe thingsπερὶrelative toὑμῶνyouμεριμνήσει·will care for;

21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ·

οἱThoseπάντεςallγὰρforτὰthe thingsἑαυτῶνtheir ownζητοῦσιν,are seeking,οὐnotτὰthe thingsἸησοῦJesusΧριστοῦ·of Christ;

22τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.

τὴνtheδὲButδοκιμὴνthe proven worthαὐτοῦof himγινώσκετε,you know,ὅτιthatὡςasπατρὶa father withτέκνονa childσὺνwithἐμοὶme myselfἐδούλευσενhe has servedεἰςinτὸtheεὐαγγέλιον.gospel.

23τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·

τοῦτονHimμὲνindeedοὖνthereforeἐλπίζωI hopeπέμψαιto sendὡςwhenἂνmaybeἀφίδωI may have seenτὰthe thingsπερὶconcerningἐμὲme myselfἐξαυτῆς·immediately;

24πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.

πέποιθαI have been persuadedδὲhoweverἐνinκυρίῳthe LordὅτιthatκαὶalsoαὐτὸςI myselfταχέωςsoonἐλεύσομαι.I will come.

25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς·

ἈναγκαῖονNecessaryδὲnowἡγησάμηνI esteemed itἘπαφρόδιτονEpaphroditusτὸνtheἀδελφὸνbrotherκαὶandσυνεργὸνfellow workerκαὶandσυστρατιώτηνfellow soldierμου,of mine,ὑμῶνof youδὲnowἀπόστολονmessengerκαὶandλειτουργὸνministerτῆςof theχρείαςneedμου,of mine,πέμψαιto sendπρὸςtoὑμᾶς·you;

26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.

ἐπειδὴsinceἐπιποθῶνlonging afterἦνhe wasπάνταςallὑμᾶςyouἰδεῖνto seeκαὶandἀδημονῶνbeing deeply distressedδιότιbecauseἠκούσατεyou heardὅτιthatἠσθένησεν.he was ill.

27καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτου· ἀλλ᾽ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.

καὶAndγὰρindeedἠσθένησενhe was sickπαραπλήσιονnearlyθανάτου·of deathἀλλ᾽buttheθεὸςGodἠλέησενhad mercy onαὐτόν,himοὐκnotαὐτὸνon himδὲnowμόνονaloneἀλλὰbutκαὶalsoἐμέ,on me myself,ἵναthatμὴnotλύπηνsorrowἐπὶuponλύπηνsorrowσχῶ.I may have.

28σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.

σπουδαιοτέρωςAll the more speedilyοὖνthereforeἔπεμψαI have sentαὐτόν,him,ἵναthatἰδόντεςhaving seenαὐτὸνhimπάλινagainχαρῆτε,you may rejoice,κἀγὼand I myselfἀλυπότεροςless anxiousὦ.may be.

29προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε·

προσδέχεσθεdo receiveοὖνthereforeαὐτὸνhimἐνinκυρίῳthe Lordμετὰwithπάσηςallχαρᾶςjoyκαὶandτοὺςtheτοιούτουςsuchἐντίμουςin honorἔχετε·do hold;

30ὅτι διὰ τὸ ἔργον Κυρίου μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

ὅτιbecauseδιὰfor the sake ofτὸtheἔργονworkΚυρίουLordμέχριuntoθανάτουdeathἤγγισενhe came nearπαραβολευσάμενοςhaving disregardedτῇtheψυχῇ,his lifeἵναso thatἀναπληρώσῃhe may fill upτὸtheὑμῶνof youὑστέρημαdeficitτῆςtheπρόςof towardμεmeλειτουργίας.service.

‹ Philippians 1Philippians 3 ›