Matthew 9 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 644 words in 38 verses.

Open Matthew 9 in the interlinear reader

1Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

ΚαὶAndἐμβὰςhaving climbedεἰςintoπλοῖονa boatδιεπέρασενHe passed overκαὶandἦλθενcameεἰςtoτὴνtheἰδίανhis ownπόλιν.city.

2καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· θάρσει τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.

καὶAndἰδοὺbeholdπροσέφερονthey were bringingαὐτῷto Himπαραλυτικὸνa paralyticἐπὶonκλίνηςa bedβεβλημένον.lain down.καὶAndἰδὼνhaving seentheἸησοῦςJesusτὴνtheπίστινfaithαὐτῶνof themεἶπενHe saidτῷto theπαραλυτικῷ·paralytic;θάρσειTake courageτέκνον,son,ἀφίενταίare forgivenσουof youαἱtheἁμαρτίαι.sins.

3καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.

καὶAndἰδούbeholdτινεςsomeτῶνof theγραμματέωνscribesεἶπανsaidἐνtoἑαυτοῖς·themselves;οὗτοςThis manβλασφημεῖ.blasphemes!

4καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;

καὶAndεἰδὼςknowingtheἸησοῦςJesusτὰςtheἐνθυμήσειςthoughtsαὐτῶνof themεἶπεν·He said;ἱνατίso whyἐνθυμεῖσθεthinkπονηρὰevilἐνinταῖςtheκαρδίαιςheartsὑμῶν;of you?

5τί γάρ ἐστιν εὐκοπώτερον· εἰπεῖν· ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει;

τίWhichγάρforἐστινisεὐκοπώτερον·easier;εἰπεῖν·to say;ἀφίενταίAre forgivenσουof youαἱtheἁμαρτίαι,sins,orεἰπεῖν·to say;ἔγειρεdo ariseκαὶandπεριπάτει;do walk?

6ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ· Ἔγειρε ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.

ἵναSo thatδὲhoweverεἰδῆτεyou may knowὅτιthatἐξουσίανauthorityἔχειhastheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐπὶonτῆςtheγῆςearthἀφιέναιto forgiveἁμαρτίας,sins..,τότεThenλέγειHe saysτῷto theπαραλυτικῷ·paralytic;Ἔγειρεdo ariseἆρόνdo take upσουyourτὴνtheκλίνηνmatκαὶandὕπαγεdo goεἰςtoτὸνtheοἶκόνhouseσου.of you.

7καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

καὶAndἐγερθεὶςhaving arisenἀπῆλθενhe went awayεἰςtoτὸνtheοἶκονhouseαὐτοῦ.of him.

8ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

ἰδόντεςHaving seenδὲnowοἱtheὄχλοιcrowdsἐφοβήθησανreveredκαὶandἐδόξασανglorifiedτὸνtheθεὸνGodτὸνthe Oneδόνταhaving givenἐξουσίανauthorityτοιαύτηνsuchτοῖςtheἀνθρώποις.to men.

9Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

ΚαὶAndπαράγωνpassing ontheἸησοῦςJesusἐκεῖθενfrom thereεἶδενHe sawἄνθρωπονa manκαθήμενονsittingἐπὶatτὸtheτελώνιον,tax booth,ΜαθθαῖονMatthewλεγόμενον,named,καὶAndλέγειHe saysαὐτῷ·to him;ἀκολούθειdo followμοι.Me.καὶAndἀναστὰςhaving arisenἠκολούθησενhe followedαὐτῷ.Him.

10καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.

καὶAndἐγένετοit came to passαὐτοῦwhen heἀνακειμένουis recliningἐνinτῇtheοἰκίᾳ,house,καὶthatἰδοὺbeholdπολλοὶmanyτελῶναιtax collectorsκαὶandἁμαρτωλοὶsinnersἐλθόντεςhaving comeσυνανέκειντοthey were reclining withτῷtheἸησοῦJesusκαὶandτοῖςtheμαθηταῖςdisciplesαὐτοῦ.of Him.

11καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;

καὶAndἰδόντεςhaving seen itοἱtheΦαρισαῖοιPhariseesἔλεγονwas sayingτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;διὰBecause ofτίwhyμετὰwithτῶνtheτελωνῶνtax collectorsκαὶandἁμαρτωλῶνsinnersἐσθίειeatstheδιδάσκαλοςTeacherὑμῶν;of you?

12ὁ δὲ ἀκούσας εἶπεν οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες.

theδὲAndἀκούσαςhaving heardεἶπενHe saidοὐNotχρείανneedἔχουσινhaveοἱthoseἰσχύοντεςbeing strongἰατροῦof a physicianἀλλ᾽butοἱthoseκακῶςsickἔχοντες.being.

13πορευθέντες δὲ μάθετε τί ἐστιν· ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλούς

πορευθέντεςHaving goneδὲhoweverμάθετεdo learnτίwhatἐστιν·is;ἔλεοςMercyθέλωI desireκαὶandοὐnot desireθυσίαν·sacrifice;’οὐNotγὰρforἦλθονI cameκαλέσαιto callδικαίουςthe righteousἀλλ᾽butἁμαρτωλούςsinners

14Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;

ΤότεThenπροσέρχονταιcomeαὐτῷto HimοἱtheμαθηταὶdisciplesἸωάννουof Johnλέγοντες·saying;διὰBecause ofτίwhyἡμεῖςwe ourselvesκαὶandοἱtheΦαρισαῖοιPhariseesνηστεύομενdo fastοἱtheδὲhoweverμαθηταίdisciplesσουof Youοὐnotνηστεύουσιν;fast?

15Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.

ΚαὶAndεἶπενsaidαὐτοῖςto themtheἸησοῦς·Jesus;μὴSurely notδύνανταιcanοἱtheυἱοὶsonsτοῦof theνυμφῶνοςbridechamberπενθεῖνare to mournἐφ᾽asὅσονlong asμετ᾽withαὐτῶνthemἐστινistheνυμφίος;bridegroom?ἐλεύσονταιWill comeδὲhoweverἡμέραιdaysὅτανwhenἀπαρθῇmay have been taken awayἀπ᾽fromαὐτῶνthemtheνυμφίος,bridegroom,καὶandτότεthenνηστεύσουσιν.they will fast.

16οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.

οὐδεὶςNo oneδὲhoweverἐπιβάλλειputsἐπίβλημαa patchῥάκουςof clothἀγνάφουunshrunkἐπὶonἱματίῳclothingπαλαιῷ·old;αἴρειtears awayγὰρforτὸtheπλήρωμαpatchαὐτοῦof itἀπὸfromτοῦtheἱματίου,garment,καὶandχεῖρονa worseσχίσμαtearγίνεται.emerges.

17οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται. ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

οὐδὲNorβάλλουσινpour theyοἶνονwineνέονnewεἰςintoἀσκοὺςwineskinsπαλαιούς·old;εἰlestδὲthenμήexceptγε,indeedῥήγνυνταιare burstοἱtheἀσκοί,wineskins,καὶandtheοἶνοςwineἐκχεῖταιis poured outκαὶandοἱtheἀσκοὶwineskinsἀπόλλυνται.are ruined.ἀλλὰButβάλλουσινthey pourοἶνονwineνέονnewεἰςintoἀσκοὺςwineskinsκαινούς,new,καὶandἀμφότεροιbothσυντηροῦνται.are preserved.

18Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλ᾽ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται.

ΤαῦταThese thingsαὐτοῦwhen heλαλοῦντοςis speakingαὐτοῖςto themἰδοὺbeholdἄρχωνa rulerεἷςcertainπροσελθὼνhaving comeπροσεκύνειwas kneeling downαὐτῷto HimλέγωνsayingὅτιthatTheθυγάτηρdaughterμουof Mineἄρτιpresentlyἐτελεύτησεν·has died;ἀλλ᾽butἐλθὼνhaving comeἐπίθεςdo layτὴνtheχεῖράhandσουof Youἐπ᾽uponαὐτήν,her,καὶandζήσεται.she will live.

19καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.

καὶAndἐγερθεὶςhaving arisentheἸησοῦςJesusἠκολούθειwas followingαὐτῷhimκαὶalsoοἱtheμαθηταὶdisciplesαὐτοῦ.of Him.

20καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.

καὶAndἰδοὺbeholdγυνὴa womanαἱμορροοῦσαhaving a flux of bloodδώδεκαtwelveἔτηyearsπροσελθοῦσαhaving come upὄπισθενbehind Himἥψατοshe touchedτοῦtheκρασπέδουfringeτοῦof theἱματίουgarmentαὐτοῦ.of Him.

21ἔλεγεν γὰρ ἐν ἑαυτῇ· ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.

ἔλεγενShe was sayingγὰρforἐνwithinἑαυτῇ·herself;ἐὰνIfμόνονonlyἅψωμαιI shall touchτοῦtheἱματίουgarmentαὐτοῦ,of Him,σωθήσομαι.I will be healed.

22Ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· θάρσει θύγατερ, ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.

theδὲAndἸησοῦςJesusστραφεὶςhaving turnedκαὶandἰδὼνhaving seenαὐτὴνherεἶπεν·He said;θάρσειTake courageθύγατερ,daughter,theπίστιςfaithσουof youσέσωκένhas curedσε.you.καὶAndἐσώθηwas curedtheγυνὴwomanἀπὸfromτῆςtheὥραςhourἐκείνης.very.

23καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον

καὶAndἐλθὼνhaving cometheἸησοῦςJesusεἰςintoτὴνtheοἰκίανhouseτοῦof theἄρχοντοςrulerκαὶandἰδὼνhaving seenτοὺςtheαὐλητὰςflute playersκαὶandτὸνtheὄχλονcrowdθορυβούμενονmaking a commotion

24ἔλεγεν ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.

ἔλεγενHe was sayingἀναχωρεῖτε,do go away,οὐNotγὰρforἀπέθανενis deadτὸtheκοράσιονgirlἀλλὰbutκαθεύδει.sleeps.καὶAndκατεγέλωνthey were mockingαὐτοῦ.Him.

25ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.

ὅτεWhenδὲnowἐξεβλήθηwas put outsidetheὄχλος,crowd,εἰσελθὼνhaving enteredἐκράτησενHe took hold ofτῆςtheχειρὸςhandαὐτῆς,of her,καὶandἠγέρθηaroseτὸtheκοράσιον.girl.

26καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.

καὶAndἐξῆλθενwent outtheφήμηreportαὕτηthisεἰςintoὅληνallτὴνtheγῆνlandἐκείνην.that.

27Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ.

ΚαὶAndπαράγοντιpassing onἐκεῖθενfrom thereτῷtheἸησοῦJesusἠκολούθησανfollowedδύοtwoτυφλοὶblind menκράζοντεςcrying outκαὶandλέγοντες·saying;ἐλέησονdo have mercy onἡμᾶς,us,υἱὲSonΔαυίδ.of David.

28ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναὶ κύριε.

ἐλθόντιHaving comeδὲnowεἰςintoτὴνtheοἰκίανhouseπροσῆλθονcameαὐτῷto Himοἱtheτυφλοί,blind men,καὶandλέγειsaysαὐτοῖςto themtheἸησοῦς·Jesus;πιστεύετεBelieve youὅτιthatδύναμαιI am ableτοῦτοthisποιῆσαι;to do?λέγουσινThey sayαὐτῷ·to him;ναὶYesκύριε.Lord.

29τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.

τότεThenἥψατοHe touchedτῶνtheὀφθαλμῶνeyesαὐτῶνof themλέγων·saying;κατὰAccording toτὴνtheπίστινfaithὑμῶνof youγενηθήτωit should be doneὑμῖν.to you.

30καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω.

καὶAndἠνεῴχθησανwere openedαὐτῶνtheirοἱtheὀφθαλμοί.eyes.καὶAndἐνεβριμήθηhe strictly instructedαὐτοῖςthemtheἸησοῦςJesusλέγων·saying;ὁρᾶτεdo see thatμηδεὶςno oneγινωσκέτω.should know.

31οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

οἱtheδὲButἐξελθόντεςhaving gone outδιεφήμισανthey make knownαὐτὸνHimἐνinὅλῃallτῇtheγῇlandἐκείνῃ.that.

32Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ κωφὸν δαιμονιζόμενον.

ΑὐτῶνAs theyδὲnowἐξερχομένωνwere going outἰδοὺbeholdπροσήνεγκανthey broughtαὐτῷto Himκωφὸνmute andδαιμονιζόμενον.demonised.

33καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.

καὶAndἐκβληθέντοςwhen had been cast outτοῦtheδαιμονίουdemonἐλάλησενspoketheκωφός.mute man.καὶAndἐθαύμασανmarveledοἱtheὄχλοιcrowdsλέγοντεςsayingοὐδέποτεNeverἐφάνηwas it seenοὕτωςthusἐνinτῷtheἸσραήλ.Israel.

34οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

οἱTheδὲnowΦαρισαῖοιPhariseesἔλεγον·were saying;ἐνByτῷtheἄρχοντιprinceτῶνof theδαιμονίωνdemonsἐκβάλλειHe casts outτὰtheδαιμόνια.demons.

35Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

ΚαὶAndπεριῆγενwas going throughouttheἸησοῦςJesusτὰςtheπόλειςcitiesπάσαςallκαὶandτὰςtheκώμαςvillagesδιδάσκωνteachingἐνinταῖςtheσυναγωγαῖςsynagoguesαὐτῶνof themκαὶandκηρύσσωνproclaimingτὸtheεὐαγγέλιονgospelτῆςof theβασιλείαςkingdomκαὶandθεραπεύωνhealingπᾶσανeveryνόσονdiseaseκαὶandπᾶσανeveryμαλακίανsickness

36Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.

ἸδὼνHaving seenδὲnowτοὺςtheὄχλουςcrowdsἐσπλαγχνίσθηHe was moved with compassionπερὶforαὐτῶνthemὅτιbecauseἦσανthey wereἐσκυλμένοιtroubledκαὶandἐρριμμένοιcast awayὡσεὶasπρόβαταsheepμὴnotἔχονταhavingποιμένα.a shepherd.

37Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·

ΤότεThenλέγειHe saysτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;Theμὲνindeedθερισμὸςharvestπολύς,is plentiful,οἱtheδὲhoweverἐργάταιworkmenὀλίγοι·are few;

38δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

δεήθητεdo beseechοὖνthereforeτοῦtheκυρίουLordτοῦof theθερισμοῦharvestὅπωςthatἐκβάλῃHe may send outἐργάταςworkmenεἰςintoτὸνtheθερισμὸνharvestαὐτοῦ.of Him.

‹ Matthew 8Matthew 10 ›