Matthew 7 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 513 words in 29 verses.

Open Matthew 7 in the interlinear reader

1Μὴ κρίνετε ἵνα μὴ κριθῆτε·

ΜὴNotκρίνετεdo judgeἵναthatμὴnotκριθῆτε·you may be judged;

2ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν.

ἐνWithwhateverγὰρforκρίματιverdictκρίνετε,you judge,κριθήσεσθε·you will be judged;καὶandἐνwithwhateverμέτρῳmeasureμετρεῖτε,you measure,μετρηθήσεταιit will be measuredὑμῖν.to you.

3τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;

τίWhyδὲnowβλέπειςdo you look atτὸtheκάρφοςsplinterτὸthat isἐνinτῷtheὀφθαλμῷeyeτοῦof theἀδελφοῦbrotherσου,of you,τὴνtheδὲandἐνinτῷtheσῷyour ownὀφθαλμῷeyeδοκὸνa beamοὐnotκατανοεῖς;notice?

4ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;

Orπῶςhowἐρεῖςwill you sayτῷto theἀδελφῷbrotherσου·of you;ἄφεςdo permit thatἐκβάλωI may cast outτὸtheκάρφοςsplinterἐκfromτοῦtheὀφθαλμοῦeyeσου·of you;καὶandἰδοὺbeholdtheδοκὸςbeamἐνis inτῷtheὀφθαλμῷeyeσοῦ;of you?

5ὑποκριτά, ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

ὑποκριτά,Hypocrite!ἔκβαλεdo cast outπρῶτονfirstἐκfromτοῦtheὀφθαλμοῦeyeσοῦof youτὴνtheδοκόν,beam,καὶandτότεthenδιαβλέψειςyou will see clearlyἐκβαλεῖνto cast outτὸtheκάρφοςsplinterἐκfromτοῦtheὀφθαλμοῦeyeτοῦof theἀδελφοῦbrotherσου.of you.

6Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

ΜὴNotδῶτεshall giveτὸthat which isἅγιονholyτοῖςto theκυσὶνdogsμηδὲnorβάλητεshall castτοὺςtheμαργαρίταςpearlsὑμῶνof youἔμπροσθενbeforeτῶνtheχοίρωνpigsμήποτεotherwiseκαταπατήσουσινthey will trample uponαὐτοὺςthemἐνwithτοῖςtheποσὶνfeetαὐτῶν,of them,καὶandστραφέντεςhaving turnedῥήξωσινthey may tear to piecesὑμᾶς.you.

7Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

Αἰτεῖτε,do askκαὶandδοθήσεταιit will be givenὑμῖν·to you;ζητεῖτε,do seekκαὶandεὑρήσετε·you will find;κρούετε,do knockκαὶandἀνοιγήσεταιit will be openedὑμῖν.to you.

8πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

πᾶςEveryoneγὰρforwhoαἰτῶνis askingλαμβάνει,receives,καὶandthe oneζητῶνseekingεὑρίσκει,finds,καὶandτῷto the oneκρούοντιknockingἀνοιγήσεται.it will be opened.

9Ἢ τίς ἐξ ὑμῶν ἄνθρωπος ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;

Orτίςwhichἐξofὑμῶνyouἄνθρωποςa manὃνwhomαἰτήσειhe will ask fortheυἱὸςsonαὐτοῦof himἄρτον,bread,μὴsurely notλίθονa stoneἐπιδώσειwill he giveαὐτῷ;to him?

10ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;

Orκαὶalsoἰχθὺνa fishαἰτήσει,he will ask for,μὴsurely notὄφινa serpentἐπιδώσειwill he giveαὐτῷ;to him?

11εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;

εἰIfοὖνthereforeὑμεῖςyou yourselvesπονηροὶevilὄντεςbeingοἴδατεyou knowδόματαgiftsἀγαθὰgoodδιδόναιto giveτοῖςto theτέκνοιςchildrenὑμῶν,of you,πόσῳhow muchμᾶλλονmoretheπατὴρFatherὑμῶνof youwho isἐνinτοῖςtheοὐρανοῖςheavensδώσειwill giveἀγαθὰgood thingsτοῖςto thoseαἰτοῦσινaskingαὐτόν;Him?

12Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.

ΠάνταAll thingsοὖνthereforeὅσαas much asἐὰνmaybeθέλητεyou shall desireἵναthatποιῶσινthey shall enactὑμῖνfor youοἱtheἄνθρωποι,men,οὕτωςsoκαὶalsoὑμεῖςyou yourselvesποιεῖτεdo enactαὐτοῖς·for them;οὗτοςThisγάρforἐστινistheνόμοςlawκαὶandοἱtheπροφῆται.prophets.

13Εἰσέλθατε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς.

Εἰσέλθατεdo enterδιὰthroughτῆςtheστενῆςnarrowπύλης,gate,ὅτιForπλατεῖαwide isκαὶandεὐρύχωροςbroadtheὁδὸςwaywhichἀπάγουσαis leadingεἰςtoτὴνtheἀπώλειαν,destruction,καὶandπολλοίmanyεἰσινareοἱthoseεἰσερχόμενοιenteringδι᾽throughαὐτῆς.it.

14ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

ὅτιSinceστενὴsmall istheπύληgateκαὶandτεθλιμμένηcompressedtheὁδὸςwaywhichἀπάγουσαis leadingεἰςtoτὴνtheζωήν,life,καὶandὀλίγοιfewεἰσὶνareοἱthoseεὑρίσκοντεςfindingαὐτήν.it.

15Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.

Προσέχετεdo bewareἀπὸofτῶνtheψευδοπροφητῶνfalse prophetsοἵτινεςwhoἔρχονταιcomeπρὸςtoὑμᾶςyouἐνinἐνδύμασινclothingπροβάτων,of sheep,ἔσωθενinwardlyδέhoweverεἰσινthey areλύκοιwolvesἅρπαγες.ravenous.

16ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλάς, ἢ ἀπὸ τριβόλων σῦκα;

ἀπὸByτῶνtheκαρπῶνfruitsαὐτῶνof themἐπιγνώσεσθεyou will knowαὐτούς.them.μήτιsurely not everσυλλέγουσινdo they gatherἀπὸfromἀκανθῶνthornsσταφυλάς,grapes,orἀπὸfromτριβόλωνthistlesσῦκα;figs?

17οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.

οὕτωςthusπᾶνeveryδένδρονtreeἀγαθὸνgoodκαρποὺςfruitsκαλοὺςgoodποιεῖ,produces,τὸtheδὲbutσαπρὸνthe badδένδρονtreeκαρποὺςfruitsπονηροὺςbadποιεῖ.produces.

18οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.

οὐNotδύναταιis ableδένδρονa treeἀγαθὸνgoodκαρποὺςfruitsπονηροὺςbadἐνεγκεῖνto bearοὐδὲnor is ableδένδρονa treeσαπρὸνbadκαρποὺςfruitsκαλοὺςgoodποιεῖν.to produce.

19πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

πᾶνEveryδένδρονtreeμὴnotποιοῦνproducingκαρπὸνfruitκαλὸνgoodἐκκόπτεταιis cut downκαὶandεἰςintoπῦρfireβάλλεται.is thrown.

20ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.

ἄραThenγεsurelyἀπὸbyτῶνtheκαρπῶνfruitsαὐτῶνof themἐπιγνώσεσθεyou will knowαὐτούς.them.

21Οὐ πᾶς ὁ λέγων μοι· κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.

ΟὐNotπᾶςeveryonewhoλέγωνis sayingμοι·to Me;κύριεLordκύριε,Lord,εἰσελεύσεταιwill enterεἰςintoτὴνtheβασιλείανkingdomτῶνof theοὐρανῶν,heavens,ἀλλ᾽butthe oneποιῶνdoingτὸtheθέλημαwillτοῦof theπατρόςFatherμουof Mineτοῦwho isἐνinτοῖςtheοὐρανοῖς.heavens.

22πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;

πολλοὶManyἐροῦσίνwill sayμοιto Meἐνinἐκείνῃthat veryτῇtheἡμέρᾳ·day;κύριεLordκύριε,Lord,οὐsurelyτῷtheσῷin Yourὀνόματιnameἐπροφητεύσαμενwe did prophesyκαὶandτῷtheσῷin Yourὀνόματιnameδαιμόνιαdemonsἐξεβάλομενcast outκαὶandτῷtheσῷin yourὀνόματιnameδυνάμειςmiraclesπολλὰςmanyἐποιήσαμεν;perform?

23καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.

καὶAndτότεthenὁμολογήσωI will declareαὐτοῖςto themὅτιthatοὐδέποτεNeverἔγνωνknew Iὑμᾶς·you;ἀποχωρεῖτεdo departἀπ᾽fromἐμοῦMeοἱyou who areἐργαζόμενοιworkingτὴνtheἀνομίαν.lawlessness.

24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.

ΠᾶςEveryoneοὖνthereforeὅστιςwhoeverἀκούειhearsμουMyτοὺςtheλόγουςwordsτούτουςtheseκαὶandποιεῖdoesαὐτούς,them,ὁμοιωθήσεταιhe will be likeἀνδρὶa manφρονίμῳwiseὅστιςwhoᾠκοδόμησενbuiltαὐτοῦhisτὴνtheοἰκίανhouseἐπὶuponτὴνtheπέτραν.rock.

25καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.

καὶAndκατέβηcame downtheβροχὴrainκαὶandἦλθονcameοἱtheποταμοὶtorrentsκαὶandἔπνευσανblewοἱtheἄνεμοι,winds,καὶandπροσέπεσανbeatτῇthatοἰκίᾳhouseἐκείνῃ,upon,καὶandοὐκnotἔπεσεν·it fell;τεθεμελίωτοit had been foundedγὰρforἐπὶuponτὴνtheπέτραν.rock.

26Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.

ΚαὶAndπᾶςeveryonewhoἀκούωνis hearingμουMyτοὺςtheλόγουςwordsτούτουςtheseκαὶandμὴnotποιῶνdoingαὐτοὺςthemὁμοιωθήσεταιhe will be likenedἀνδρὶto a manμωρῷfoolishὅστιςwhoᾠκοδόμησενbuiltαὐτοῦof himτὴνtheοἰκίανhouseἐπὶuponτὴνtheἄμμον.sand.

27καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.

καὶAndκατέβηcame downtheβροχὴrainκαὶandἦλθονcameοἱtheποταμοὶtorrentsκαὶandἔπνευσανblewοἱtheἄνεμοι,winds,καὶandπροσέκοψανbeatτῇthatοἰκίᾳhouseἐκείνῃ,upon,καὶandἔπεσεν·it fell;καὶandἦνwastheπτῶσιςfallαὐτῆςof itμεγάλη.great.

28Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·

ΚαὶAndἐγένετοit came to passὅτεwhenἐτέλεσενfinishedtheἸησοῦςJesusτοὺςtheλόγουςwordsτούτους,these,ἐξεπλήσσοντοwere astonishedοἱtheὄχλοιcrowdsἐπὶatτῇtheδιδαχῇteachingαὐτοῦ·of Him;

29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν.

ἦνHe wasγὰρforδιδάσκωνteachingαὐτοὺςthemὡςasἐξουσίανauthorityἔχωνhavingκαὶandοὐχnotὡςasοἱtheγραμματεῖςscribesαὐτῶν.of them.

‹ Matthew 6Matthew 8 ›