The Westcott and Hort text with a word by word English gloss under every Greek word. 656 words in 34 verses.
Open Matthew 6 in the interlinear reader1Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
Προσέχετεdo bewareδὲnowτὴνtheδικαιοσύνηνrighteousnessὑμῶνof youμὴnotποιεῖνyou are to doἔμπροσθενbeforeτῶνtheἀνθρώπωνmenπρὸςin orderτὸtheθεαθῆναιto be seenαὐτοῖς·by them;εἰlestδὲthenμήexceptγε,indeedμισθὸνrewardοὐκnotἔχετεhave youπαρὰwithτῷtheπατρὶFatherὑμῶνof youτῷwho isἐνinτοῖςtheοὐρανοῖς.heavens.
2Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. ἀμὴν λέγω ὑμῖν· ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
ὍτανWhenοὖνthereforeποιῇςyou may doἐλεημοσύνην,acts of charity,μὴnotσαλπίσῃςmay sound a trumpetἔμπροσθένbeforeσου,you,ὥσπερasοἱtheὑποκριταὶhypocritesποιοῦσινdoἐνinταῖςtheσυναγωγαῖςsynagoguesκαὶandἐνinταῖςtheῥύμαιςstreetsὅπωςso thatδοξασθῶσινthey may have gloryὑπὸfromτῶνtheἀνθρώπων.men.ἀμὴνAmenλέγωI sayὑμῖν·to you;ἀπέχουσινthey haveτὸνtheμισθὸνrewardαὐτῶν.of them.
3σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου
σοῦYouδὲhoweverποιοῦντοςdoingἐλεημοσύνηνcharityμὴnotγνώτωshould knowἡtheἀριστεράleft handσουof youτίwhatποιεῖis doingἡtheδεξιάright handσουof you
4ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ. καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
ὅπωςso thatᾖmay beσουyourἡtheἐλεημοσύνηgivingἐνinτῷtheκρυπτῷ.secret.καὶAndὁtheπατήρFatherσουof youὁthe Oneβλέπωνseeingἐνinτῷtheκρυπτῷsecretἀποδώσειwill rewardσοιyou
5Καὶ ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως φανῶσιν τοῖς ἀνθρώποις. ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
ΚαὶAndὅτανwhenπροσεύχησθε,you pl. may pray,οὐκnotἔσεσθεyou pl. will beὡςlikeοἱtheὑποκριταί,hypocrites,ὅτιforφιλοῦσινthey love to beἐνinταῖςtheσυναγωγαῖςsynagoguesκαὶandἐνonταῖςtheγωνίαιςcornersτῶνof theπλατειῶνstreetsἑστῶτεςhaving stoodπροσεύχεσθαιto prayὅπωςso thatφανῶσινthey may be seenτοῖςtheἀνθρώποις.by men.ἀμὴνAmenλέγωI sayὑμῖνto youἀπέχουσινthey haveτὸνtheμισθὸνrewardαὐτῶν.of them.
6σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ. καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
σὺYou yourselfδέ,however,ὅτανwhenπροσεύχῃ,you may pray,εἴσελθεdo enterεἰςintoτὸtheταμεῖόνroomσου,of you,καὶandκλείσαςhaving shutτὴνtheθύρανdoorσουof youπρόσευξαιdo prayτῷto theπατρίFatherσουof youτῷtheἐνinτῷtheκρυπτῷ.secret.καὶAndὁtheπατήρFatherσουof youὁthe Oneβλέπωνseeingἐνinτῷtheκρυπτῷsecretἀποδώσειwill rewardσοιyou
7προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
προσευχόμενοιPrayingδὲnowμὴnotβατταλογήσητεmay use vain repetitionsὥσπερlikeοἱtheἐθνικοί·pagans;δοκοῦσινthey thinkγὰρforὅτιthatἐνinτῇtheπολυλογίᾳmany wordsαὐτῶνof themεἰσακουσθήσονται.they will be heard.
8μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδεν γὰρ ὁ θεὸς ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
μὴNotοὖνthereforeὁμοιωθῆτεmay be likeαὐτοῖς·to them;οἶδενhas knownγὰρforὁtheθεὸςGodὁtheπατὴρFatherὑμῶνof youὧνof what thingsχρείανneedἔχετεyou haveπρὸbeforeτοῦtheὑμᾶςyourαἰτῆσαιaskingαὐτόν.Him.
9Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου·
ΟὕτωςThusοὖνthereforeπροσεύχεσθεdo prayὑμεῖς·you yourselves:πάτερFatherἡμῶνof usὁyou who areἐνinτοῖςtheοὐρανοῖς,heavens,ἁγιασθήτωshould be hallowedτὸtheὄνομάnameσου·of You;
10ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·
ἐλθέτωshould comeἡtheβασιλείαkingdomσου·of You;γενηθήτωshould be doneτὸtheθέλημάwillσου,of You,ὡςasἐνinοὐρανῷheavenκαὶso alsoἐπὶuponγῆς·earth;
11τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
τὸνTheἄρτονbreadἡμῶνof usτὸνtheἐπιούσιονdailyδὸςdo grantἡμῖνusσήμερον·today;
12καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·
καὶAndἄφεςdo forgiveἡμῖνusτὰtheὀφειλήματαdebtsἡμῶν,of us,ὡςasκαὶalsoἡμεῖςwe ourselvesἀφήκαμενforgiveτοῖςtheὀφειλέταιςdebtorsἡμῶν·of us;
13καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
καὶAndμὴnotεἰσενέγκῃςmay you leadἡμᾶςusεἰςintoπειρασμόν,temptation,ἀλλὰbutῥῦσαιdo deliverἡμᾶςusἀπὸfromτοῦtheπονηροῦevil’
14ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος.
ἐὰνIfγὰρforἀφῆτεyou shall forgiveτοῖςtheἀνθρώποιςmenτὰtheπαραπτώματαtrespassesαὐτῶν,of them,ἀφήσειwill forgiveκαὶalsoὑμῖνyouὁtheπατὴρFatherὑμῶνof youὁtheοὐράνιος.Heavenly.
15ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
ἐὰνonlyδὲhoweverμὴunlessἀφῆτεyou shall forgiveτοῖςtheἀνθρώποιςmenτὰtheπαραπτώματαtrespassesαὐτῶν,of themοὐδὲneitherὁtheπατὴρFatherὑμῶνof youἀφήσειwill forgiveτὰtheπαραπτώματαtrespassesὑμῶν.of you.
16Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες. ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
ὍτανWheneverδὲnowνηστεύητε,you may fast,μὴnotγίνεσθεdo beὡςlikeοἱtheὑποκριταὶhypocritesσκυθρωποί·gloomy;ἀφανίζουσινthey disfigureγὰρforτὰtheπρόσωπαappearanceαὐτῶνof themὅπωςso thatφανῶσινthey may appearτοῖςtheἀνθρώποιςto menνηστεύοντες.as fasting.ἀμὴνAmenλέγωI sayὑμῖνto youἀπέχουσινthey haveτὸνtheμισθὸνrewardαὐτῶν.of them.
17σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι
σὺYou yourselfδὲhoweverνηστεύωνfastingἄλειψαίdo anoint yourselfσουyourτὴνtheκεφαλὴνheadκαὶandτὸtheπρόσωπόνfaceσουof youνίψαιdo wash, yourself
18ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ. καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι
ὅπωςso thatμὴnotφανῇςmay you appearτοῖςtheἀνθρώποιςto menνηστεύωνas fastingἀλλὰbutτῷtheπατρίto Fatherσουof youτῷthe Oneἐνinτῷtheκρυφαίῳ.secret.καὶandὁtheπατήρFatherσουof youὁthe Oneβλέπωνseeingἐνinτῷtheκρυφαίῳsecretἀποδώσειwill rewardσοιyou
19Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·
ΜὴNotθησαυρίζετεdo store upὑμῖνfor yourselvesθησαυροὺςtreasuresἐπὶuponτῆςtheγῆς,earth,ὅπουwhereσὴςmothκαὶandβρῶσιςrustἀφανίζειdestroyκαὶandὅπουwhereκλέπταιthievesδιορύσσουσινbreak inκαὶandκλέπτουσιν·steal;
20θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
θησαυρίζετεdo store upδὲhoweverὑμῖνfor yourselvesθησαυροὺςtreasuresἐνinοὐρανῷ,heaven,ὅπουwhereοὔτεneitherσὴςmothοὔτεnorβρῶσιςrustἀφανίζειdestroyκαὶandὅπουwhereκλέπταιthievesοὐnotδιορύσσουσινdo break inοὐδὲnorκλέπτουσιν·steal;
21ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.
ὅπουWhereγάρforἐστινisὁtheθησαυρόςtreasureσου,of you oneἐκεῖthereἔσταιwill beκαὶalsoἡtheκαρδίαheartσου.of you one.
22Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·
ὉTheλύχνοςlampτοῦof theσώματόςbodyἐστινisὁtheὀφθαλμός.eye.ἐὰνIfοὖνthereforeᾖshall beὁtheὀφθαλμόςeyeσουof youἁπλοῦς,clearὅλονthe wholeτὸtheσῶμάbodyσουof youφωτεινὸνfull of lightἔσται·will be;
23ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
ἐὰνIfδὲhoweverὁtheὀφθαλμόςeyeσουof youπονηρὸςevilᾖ,shall be,ὅλονallτὸtheσῶμάbodyσουof youσκοτεινὸνfull of darknessἔσται.will be.εἰIfοὖνthenτὸtheφῶςlightτὸthat isἐνwithinσοὶyouσκότοςdarknessἐστίν,is,τὸthatσκότοςdarknessπόσον.how great!
24Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
ΟὐδεὶςNo oneδύναταιis ableδυσὶtwoκυρίοιςmastersδουλεύειν·to serve;ἢeitherγὰρforτὸνtheἕναoneμισήσειhe will hateκαὶandτὸνtheἕτερονotherἀγαπήσειhe will loveἢorἑνὸςto the oneἀνθέξεταιhe will be devotedκαὶandτοῦtheἑτέρουotherκαταφρονήσει.he will despise.οὐNotδύνασθεyou are ableθεῷGodδουλεύεινto serveκαὶandμαμωνᾷ.money.
25Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
ΔιὰBecause ofτοῦτοthisλέγωI sayὑμῖν·to you;μὴnotμεριμνᾶτεdo be anxious aboutτῇtheψυχῇlifeὑμῶνof youτίwhatφάγητεyou may eatἢorτίwhatπίητε,you may drink,μηδὲnorτῷabout theσώματιbodyὑμῶνof youτίwhatἐνδύσησθε.you may put on.οὐχὶSurelyἡtheψυχὴlifeπλεῖόνmoreἐστινisτῆςtheτροφῆςthan foodκαὶandτὸtheσῶμαbodyτοῦtheἐνδύματος;than clothing?
26ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
ἐμβλέψατεdo lookεἰςatτὰtheπετεινὰbirdsτοῦof theοὐρανοῦairὅτιthatοὐnotσπείρουσινthey sowοὐδὲnorθερίζουσινdo they reapοὐδὲnorσυνάγουσινdo they gatherεἰςintoἀποθήκας,barns —καὶandὁtheπατὴρFatherὑμῶνof youὁtheοὐράνιοςHeavenlyτρέφειfeedsαὐτά·them;οὐχSurelyὑμεῖςyou yourselvesμᾶλλονmuchδιαφέρετεare more valuableαὐτῶν;than they?
27τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
τίςWhoδὲnowἐξfromὑμῶνyouμεριμνῶνbeing anxiousδύναταιis ableπροσθεῖναιto addἐπὶtoτὴνtheἡλικίανlifespanαὐτοῦof himπῆχυνhourἕνα;one?
28καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν.
καὶAndπερὶaboutἐνδύματοςclothingτίwhyμεριμνᾶτε;are you anxious?καταμάθετεdo observeτὰtheκρίναliliesτοῦof theἀγροῦ,field,πῶςhowαὐξάνουσιν·they grow;οὐnotκοπιῶσινdo they laborοὐδὲnorνήθουσιν.do they spin.
29λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
λέγωI sayδὲhoweverὑμῖνto youὅτιthatοὐδὲnot evenΣολομὼνSolomonἐνinπάσῃallτῇtheδόξῃgloryαὐτοῦof himπεριεβάλετοwas adornedὡςlikeἓνoneτούτων.of these.
30εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
εἰIfδὲhoweverτὸνtheχόρτονgrassτοῦof theἀγροῦ,field,σήμερονtodayὄνταbeing hereκαὶandαὔριονtomorrowεἰςintoκλίβανονthe furnaceβαλλόμενον,being thrown,ὁtheθεὸςGodοὕτωςthusἀμφιέννυσιν,clothes,οὐsurelyπολλῷmuchμᾶλλονmoreὑμᾶς,you,ὀλιγόπιστοι;O you of little faith?
31μὴ οὖν μεριμνήσητε λέγοντες· τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;
μὴNotοὖνthereforeμεριμνήσητεshall you be anxiousλέγοντες·saying;τίWhatφάγωμενshall we eatἢOrτίwhatπίωμενshall we drinkἢOrτίwhatπεριβαλώμεθα;shall we wear?
32πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
πάνταAllγὰρforταῦταthese thingsτὰtheἔθνηGentilesἐπιζητοῦσιν·seek after;οἶδενknowsγὰρforὁtheπατὴρFatherὑμῶνof youὁtheοὐράνιοςHeavenlyὅτιthatχρῄζετεyou needτούτωνof themἁπάντων.all.
33ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
ζητεῖτεdo seekδὲhoweverπρῶτονfirstτὴνtheβασιλείανkingdomκαὶandτὴνtheδικαιοσύνηνrighteousnessαὐτοῦ,of Him,καὶandταῦταthese thingsπάνταallπροστεθήσεταιwill be addedὑμῖν.to you.
34μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
μὴNotοὖνthereforeμεριμνήσητεshall you be anxiousεἰςaboutτὴνthe thingsαὔριον·tomorrow;ἡtheγὰρforαὔριονtomorrowμεριμνήσειwill be anxious aboutἑαυτῆς.itself.ἀρκετὸνSufficientτῇto theἡμέρᾳday isἡtheκακίαtroubleαὐτῆς.of it.