The Westcott and Hort text with a word by word English gloss under every Greek word. 822 words in 48 verses.
Open Matthew 5 in the interlinear reader1Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
ἸδὼνHaving seenδὲthenτοὺςtheὄχλουςcrowdsἀνέβηHe went upεἰςonτὸtheὄρος,mountain,καὶandκαθίσαντοςwhen was sitting downαὐτοῦHeπροσῆλθανthey cameαὐτῷto Himοἱtheμαθηταὶdisciplesαὐτοῦ.of Him.
2καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
καὶAndἀνοίξαςopeningτὸtheστόμαmouthαὐτοῦof HimἐδίδασκενHe was teachingαὐτοὺςthemλέγων·saying:
3Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΜακάριοιBlessed areοἱtheπτωχοὶpoorτῷin theπνεύματι,spirit,ὅτιforαὐτῶνtheirsἐστινisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶν.heavens.
4Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ΜακάριοιBlessed areοἱthoseπενθοῦντες,mourning,ὅτιforαὐτοὶthey themselvesπαρακληθήσονται.will be comforted.
5Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
ΜακάριοιBlessed areοἱtheπραεῖς,meek,ὅτιforαὐτοὶthey themselvesκληρονομήσουσινwill inheritτὴνtheγῆν.earth.
6Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
ΜακάριοιBlessed areοἱthoseπεινῶντεςhungeringκαὶandδιψῶντεςthirsting forτὴνtheδικαιοσύνην,righteousness,ὅτιforαὐτοὶthey themselvesχορτασθήσονται.will be filled.
7Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
ΜακάριοιBlessed areοἱtheἐλεήμονες,merciful,ὅτιforαὐτοὶthey themselvesἐλεηθήσονται.will receive mercy.
8Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
ΜακάριοιBlessed areοἱtheκαθαροὶpureτῇtheκαρδίᾳ,in heart,ὅτιforαὐτοὶthey themselvesτὸνtheθεὸνGodὄψονται.will see.
9Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.
ΜακάριοιBlessed areοἱtheεἰρηνοποιοί,peacemakers,ὅτιforαὐτοὶthey themselvesυἱοὶsonsθεοῦof Godκληθήσονται.will be called.
10Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΜακάριοιBlessed areοἱthoseδεδιωγμένοιpersecutedἕνεκενon account ofδικαιοσύνης,righteousness,ὅτιforαὐτῶνtheirsἐστινisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶν.heavens.
11Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
ΜακάριοίBlessedἐστε,are youὅτανwhenὀνειδίσωσινthey may insultὑμᾶςyouκαὶandδιώξωσινthey may persecute youκαὶandεἴπωσινthey may sayπᾶνall kinds ofπονηρὸνevilκαθ᾽againstὑμῶνyouψευδόμενοιlyingἕνεκενon account ofἐμοῦ.Me.
12χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
χαίρετεdo rejoiceκαὶandἀγαλλιᾶσθε,do exult,ὅτιforὁtheμισθὸςrewardὑμῶνof youπολὺςis greatἐνinτοῖςtheοὐρανοῖς·heavens;οὕτωςthusγὰρforἐδίωξανthey persecutedτοὺςtheπροφήταςprophetsτοὺςtheπρὸbeforeὑμῶν.you.
13Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
ὙμεῖςYou yourselvesἐστεareτὸtheἅλαςsaltτῆςof theγῆς·earth;ἐὰνifδὲhoweverτὸtheἅλαςsaltμωρανθῇ,shall become tasteless,ἐνwithτίνιwhatἁλισθήσεται;will it be salted?εἰςForοὐδὲνno thingἰσχύειit is usefulἔτιany longerεἰonlyμὴexcept forβληθὲνbeing castἔξωoutκαταπατεῖσθαιis to be trampled uponὑπὸbyτῶνtheἀνθρώπων.men.
14Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
ὙμεῖςYou yourselvesἐστεareτὸtheφῶςlightτοῦof theκόσμου·world;οὐNotδύναταιis ableπόλιςa cityκρυβῆναιto be hiddenἐπάνωonὄρουςa hillκειμένη·lying;
15οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.
οὐδὲNorκαίουσινdo they lightλύχνονa lampκαὶandτιθέασινputαὐτὸνitὑπὸunderτὸνtheμόδιονa basketἀλλ᾽butἐπὶuponτὴνtheλυχνίαν,lampstand,καὶandλάμπειit shinesπᾶσινfor allτοῖςthoseἐνinτῇtheοἰκίᾳ.house.
16οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
οὕτωςThusλαμψάτωshould shineτὸtheφῶςlightὑμῶνof youἔμπροσθενbeforeτῶνtheἀνθρώπωνmenὅπωςso thatἴδωσινthey may seeὑμῶνyourτὰtheκαλὰgoodἔργαworksκαὶandδοξάσωσινthey may glorifyτὸνtheπατέραFatherὑμῶνof youτὸνwho isἐνinτοῖςtheοὐρανοῖς.heavens.
17Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.
ΜὴNotνομίσητεmay thinkὅτιthatἦλθονI have comeκαταλῦσαιto abolishτὸνtheνόμονlawἢorτοὺςtheπροφήτας·Prophets;οὐκnotἦλθονI have comeκαταλῦσαιto abolishἀλλὰbutπληρῶσαι.to fulfill.
18ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.
ἀμὴνAmenγὰρforλέγωI sayὑμῖν·to you;ἕωςuntilἂνwhenπαρέλθῃmay pass awayὁtheοὐρανὸςheavenκαὶandἡtheγῆ,earth,ἰῶταiotaἓνoneἢorμίαoneκεραίαstroke of a letterοὐcertainlyμὴnotπαρέλθῃmay pass awayἀπὸfromτοῦtheνόμουlawἕωςuntilἂνwhenπάνταeverythingγένηται.may happen.
19Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
ὋςWhoeverἐὰνifοὖνthenλύσῃshall breakμίανoneτῶνof theἐντολῶνcommandmentsτούτωνof theseτῶνtheἐλαχίστωνleastκαὶandδιδάξῃshall teachοὕτωςsoτοὺςtheἀνθρώπους,others,ἐλάχιστοςleastκληθήσεταιhe will be calledἐνinτῇtheβασιλείᾳkingdomτῶνof theοὐρανῶν.heavens.ὃςwhoeverδ᾽nowἂνmaybeποιήσῃmay keepκαὶandδιδάξῃ,may teach them,οὗτοςthis oneμέγαςgreatκληθήσεταιwill be calledἐνinτῇtheβασιλείᾳkingdomτῶνof theοὐρανῶν.heavens.
20λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
λέγωI sayγὰρforὑμῖνto youὅτιthatἐὰνonlyμὴunlessπερισσεύσῃshall aboundὑμῶνyourἡtheδικαιοσύνηrighteousnessπλεῖονabove thatτῶνof theγραμματέωνscribesκαὶandΦαρισαίων,Pharisees,οὐcertainlyμὴnotεἰσέλθητεshall you enterεἰςintoτὴνtheβασιλείανkingdomτῶνof theοὐρανῶν.heavens.
21Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει·
ἨκούσατεYou have heardὅτιthatἐρρέθηit was saidτοῖςto theἀρχαίοις·ancients;οὐNotφονεύσεις·you will murder;ὃςwhoeverδ᾽nowἂνmaybeφονεύσῃ,may murder,ἔνοχοςliableἔσταιwill beτῇto theκρίσει·judgment;’
22ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ· ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ· μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
ἐγὼI myselfδὲhoweverλέγωsayὑμῖνto youὅτιthatπᾶςeveryoneὁwhoὀργιζόμενοςis being angry withτῷtheἀδελφῷbrotherαὐτοῦof himἔνοχοςliableἔσταιwill beτῇto theκρίσει·judgment;ὃςwhoeverδ᾽nowἂνmaybeεἴπῃmay sayτῷto theἀδελφῷbrotherαὐτοῦ·of him;ῥακά,Raca,’ἔνοχοςliableἔσταιwill beτῷto theσυνεδρίῳ·Sanhedrin;ὃςwhoeverδ᾽nowἂνmaybeεἴπῃ·may say;μωρέ,Fool,ἔνοχοςliableἔσταιwill beεἰςtoτὴνtheγέεννανhellτοῦtheπυρός.of fire.
23Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
ἘὰνIfοὖνthereforeπροσφέρῃςyou shall offerτὸtheδῶρόνgiftσουof youἐπὶatτὸtheθυσιαστήριονaltarκἀκεῖand thereμνησθῇςshall rememberὅτιthatὁtheἀδελφόςbrotherσουof youἔχειhasτιsomethingκατὰagainstσοῦ,you,
24ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
ἄφεςdo leaveἐκεῖthereτὸtheδῶρόνgiftσουof youἔμπροσθενbeforeτοῦtheθυσιαστηρίουaltarκαὶandὕπαγε,do go away,πρῶτονfirstδιαλλάγηθιdo be reconciledτῷto theἀδελφῷbrotherσου,of you,καὶandτότεthenἐλθὼνhaving comeπρόσφερεdo offerτὸtheδῶρόνgiftσου.of you.
25Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ.
Ἴσθιdo beεὐνοῶνagreeingτῷwith theἀντιδίκῳaccuserσουof youταχὺquicklyἕωςbeforeὅτουwhichεἶyou areμετ᾽withαὐτοῦhimἐνonτῇtheὁδῷ,wayμήποτέotherwiseσεyouπαραδῷshall deliverὁtheἀντίδικοςaccuserτῷto theκριτῇ,judge,καὶandὁtheκριτὴςjudgeτῷto theὑπηρέτῃ,officer,καὶandεἰςintoφυλακὴνprisonβληθήσῃ.you will be cast.
26ἀμὴν λέγω σοι· οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
ἀμὴνAmenλέγωI sayσοι·to you;οὐcertainlyμὴnotἐξέλθῃςyou may come outἐκεῖθενfrom thereἕωςuntilἂνwhenἀποδῷςyou may payτὸνtheἔσχατονlastκοδράντην.kodranten!
27Ἠκούσατε ὅτι ἐρρέθη οὐ μοιχεύσεις.
ἨκούσατεYou have heardὅτιthatἐρρέθηit was saidοὐNotμοιχεύσεις.will you commit adultery.’
28ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
ἐγὼI myselfδὲhoweverλέγωsayὑμῖνto youὅτιthatπᾶςeveryoneὁwhoβλέπωνis looking uponγυναῖκαa womanπρὸςin orderτὸtheἐπιθυμῆσαιto lust afterαὐτὴνherἤδηalreadyἐμοίχευσενhas committed adultery withαὐτὴνherἐνinτῇtheκαρδίᾳheartαὐτοῦ.of him.
29εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
εἰIfδὲnowὁtheὀφθαλμόςeyeσουof youὁtheδεξιὸςrightσκανδαλίζειcauses to stumbleσε,you,ἔξελεdo pluck outαὐτὸνitκαὶandβάλεdo cast itἀπὸfromσοῦ·you;συμφέρειit is betterγάρindeedσοιfor youἵναthatἀπόληταιmay perishἓνoneτῶνof theμελῶνmembersσουof youκαὶandμὴnotὅλονallτὸtheσῶμάbodyσουof youβληθῇmay be castεἰςintoγέενναν.hell.
30Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.
ΚαὶAndεἰifἡtheδεξιάrightσουof youχεὶρhandσκανδαλίζειcauses to stumbleσε,you,ἔκκοψονdo cut offαὐτὴνitκαὶandβάλεdo cast itἀπὸfromσοῦ·you;συμφέρειit is betterγάρindeedσοιfor youἵναthatἀπόληταιmay perishἓνoneτῶνof theμελῶνmembersσουof youκαὶandμὴnotὅλονallτὸtheσῶμάbodyσουof youεἰςintoγέεννανhellἀπέλθῃ.may depart.
31Ἐρρέθη δέ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
ἘρρέθηIt was saidδέalsoὃςWhoeverἂνmaybeἀπολύσῃmay divorceτὴνtheγυναῖκαwifeαὐτοῦ,of him,δότωhe should giveαὐτῇto herἀποστάσιον.a letter of divorce.’
32ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.
ἐγὼI myselfδὲhoweverλέγωsayὑμῖνto youὅτιthatπᾶςeveryoneὁwhoἀπολύωνis divorcingτὴνtheγυναῖκαwifeαὐτοῦof himπαρεκτὸςexceptλόγουon accountπορνείαςof sexual immoralityποιεῖcausesαὐτὴνherμοιχευθῆναι·to be adulterated;καὶAndὃςwhoeverἐὰνifἀπολελυμένηνdivorcedγαμήσῃ,shall marry,μοιχᾶται.commits adultery.
33Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου.
ΠάλινAgainἠκούσατεyou have heardὅτιthatἐρρέθηit was saidτοῖςto theἀρχαίοις·ancients;οὐκNotἐπιορκήσεις,will you swear falsely,ἀποδώσειςyou will keepδὲnowτῷto theκυρίῳLordτοὺςtheὅρκουςoathsσου.of you.
34ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ,
ἐγὼI myselfδὲhoweverλέγωsayὑμῖνto youμὴnotὀμόσαιto swearὅλως,at all,μήτεneither swearἐνbyτῷtheοὐρανῷheavenὅτιbecauseθρόνοςthe throneἐστὶνit isτοῦtheθεοῦ,of God,
35μήτε ἐν τῇ γῇ ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ, μήτε εἰς Ἱεροσόλυμα ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως,
μήτεnor swearἐνbyτῇtheγῇearthὅτιbecauseὑποπόδιόνthe footstoolἐστινit isτῶνof theποδῶνfeetαὐτοῦ,of Him,μήτεnor swearεἰςbyἹεροσόλυμαJerusalemὅτιbecauseπόλιςthe cityἐστὶνit isτοῦof theμεγάλουgreatβασιλέως,King,
36μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν.
μήτεnorἐνbyτῇtheκεφαλῇheadσουof youὀμόσῃςmay you swearὅτιbecauseοὐnotδύνασαιyou are ableμίανoneτρίχαhairλευκὴνwhiteποιῆσαιto makeἢorμέλαιναν.black.
37ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
ἔστωshould beδὲhoweverὁtheλόγοςstatementὑμῶνof youναὶYesναί,Yes,οὒand ‘Noοὔ·‘No;τὸTheδὲhoweverπερισσὸνexcessiveτούτωνof theseἐκfromτοῦtheπονηροῦevilἐστιν.comes.
38Ἠκούσατε ὅτι ἐρρέθη· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.
ἨκούσατεYou have heardὅτιthatἐρρέθη·it was said;ὀφθαλμὸνEyeἀντὶforὀφθαλμοῦeyeκαὶandὀδόνταtoothἀντὶforὀδόντος.tooth.’
39ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ. ἀλλ᾽ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
ἐγὼI myselfδὲhoweverλέγωsayὑμῖνto youμὴnotἀντιστῆναιto resistτῷtheπονηρῷ.evil person.ἀλλ᾽Insteadὅστιςwhoeverσεyouῥαπίζειstrikeεἰςonτὴνtheδεξιὰνrightσιαγόναcheekσου,of you,στρέψονdo turnαὐτῷto himκαὶalsoτὴνtheἄλλην·other;
40καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
καὶandτῷto the oneθέλοντίwillingσοιyouκριθῆναιto sueκαὶandτὸνtheχιτῶνάtunicσουof youλαβεῖν,to take,ἄφεςdo yieldαὐτῷto himκαὶalsoτὸtheἱμάτιον·cloak;
41καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο.
καὶandὅστιςwhoeverσεyouἀγγαρεύσειwill compel to goμίλιονmileἕν,one,ὕπαγεdo goμετ᾽withαὐτοῦhimδύο.two.
42τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.
τῷTo the oneαἰτοῦντίaskingσεyouδός,do giveκαὶandτὸνthe oneθέλονταdesiringἀπὸfromσοῦyouδανίσασθαιto borrowμὴnotἀποστραφῇς.may you turn away from.
43Ἠκούσατε ὅτι ἐρρέθη· ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
ἨκούσατεYou have heardὅτιthatἐρρέθη·it was said;ἀγαπήσειςYou will loveτὸνtheπλησίονneighbourσουof youκαὶandμισήσειςwill hateτὸνtheἐχθρόνenemyσου.of you.’
44ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς,
ἐγὼI myselfδὲhoweverλέγωsayὑμῖν·to you;ἀγαπᾶτεdo loveτοὺςtheἐχθροὺςenemiesὑμῶνof youκαὶandπροσεύχεσθεdo prayὑπὲρforτῶνthoseδιωκόντωνpersecutingὑμᾶς,you,
45ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
ὅπωςso thatγένησθεyou may beυἱοὶsonsτοῦof theπατρὸςFatherὑμῶνof youτοῦwho isἐνinοὐρανοῖς,heavens,ὅτιForτὸνtheἥλιονsunαὐτοῦof HimἀνατέλλειHe makes riseἐπὶonπονηροὺςevilκαὶandἀγαθοὺςgoodκαὶandβρέχειHe sends rainἐπὶonδικαίουςrighteousκαὶandἀδίκους.unrighteous.
46ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
ἐὰνIfγὰρforἀγαπήσητεyou shall loveτοὺςthoseἀγαπῶνταςlovingὑμᾶς,you,τίναwhatμισθὸνrewardἔχετε;have you?οὐχὶSurelyκαὶalsoοἱtheτελῶναιtax collectorsτὸtheαὐτὸsameποιοῦσιν;do?
47καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
καὶAndἐὰνifἀσπάσησθεyou shall greetτοὺςtheἀδελφοὺςbrothersὑμῶνof youμόνον,only,τίwhatπερισσὸνexcessiveποιεῖτε;do you?οὐχὶSurelyκαὶalsoοἱtheἐθνικοὶGentilesτὸtheαὐτὸsameποιοῦσιν;do?
48ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
ἔσεσθεWill beοὖνthereforeὑμεῖςyou yourselvesτέλειοιperfectὡςhowὁtheπατὴρFatherὑμῶνof youὁwhoοὐράνιοςHeavenlyτέλειόςperfectἐστιν.is.