Matthew 4 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 428 words in 25 verses.

Open Matthew 4 in the interlinear reader

1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.

ΤότεThentheἸησοῦςJesusἀνήχθηwas led upεἰςintoτὴνtheἔρημονwildernessὑπὸbyτοῦtheπνεύματοςSpiritπειρασθῆναιto be temptedὑπὸbyτοῦtheδιαβόλου.devil.

2καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.

καὶAndνηστεύσαςhaving fastedἡμέραςdaysτεσσεράκονταfortyκαὶandνύκταςnightsτεσσεράκονταfortyὕστερονafterwardἐπείνασεν.He was hungry.

3καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὸν ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.

καὶAndπροσελθὼνhaving comethe oneπειράζωνtemptingεἶπενhe saidαὐτῷ·to Him;εἰIfυἱὸςSonεἶYou areτοῦtheθεοῦ,of God,εἰπὸνthey saidἵναthatοἱtheλίθοιstonesοὗτοιtheseἄρτοιloaves of breadγένωνται.may become.

4Ὁ δὲ ἀποκριθεὶς εἶπεν· γέγραπται· οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

theδὲButἀποκριθεὶςansweringεἶπεν·He said;γέγραπται·It has been written:οὐκNotἐπ᾽byἄρτῳbreadμόνῳaloneζήσεταιwill livetheἄνθρωπος,man,ἀλλ᾽butἐπὶbyπαντὶeveryῥήματιdeclarationἐκπορευομένῳcoming outδιὰthroughστόματοςthe mouthθεοῦ.of God.’

5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ

ΤότεThenπαραλαμβάνειtakesαὐτὸνHimtheδιάβολοςdevilεἰςtoτὴνtheἁγίανholyπόλινcityκαὶandἔστησενsetαὐτὸνHimἐπὶuponτὸtheπτερύγιονpinnacleτοῦof theἱεροῦtemple

6καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

καὶandλέγειsaysαὐτῷ·to him;εἰIfυἱὸςSonεἶYou areτοῦtheθεοῦ,of God,βάλεdo throwσεαυτὸνYourselfκάτω·down;γέγραπταιit has been writtenγὰρforὅτιthatτοῖςTo theἀγγέλοιςangelsαὐτοῦof HimἐντελεῖταιHe will give ordersπερὶconcerningσοῦ,You,καὶandἐπὶinχειρῶνtheir handsἀροῦσίνwill they bear upσεYouμήποτεotherwiseπροσκόψῃςYou may strikeπρὸςagainstλίθονa stoneτὸνtheπόδαfootσου.of You.’

7ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

ἔφηwas sayingαὐτῷto himtheἸησοῦς·Jesus;πάλινAgainγέγραπται·it has been written:οὐκNotἐκπειράσειςyou will testκύριονthe LordτὸνtheθεόνGodσου.of you.’

8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν

ΠάλινAgainπαραλαμβάνειtakesαὐτὸνHimtheδιάβολοςdevilεἰςtoὄροςa mountainὑψηλὸνhighλίανexceedinglyκαὶandδείκνυσινshowsαὐτῷto Himπάσαςallτὰςtheβασιλείαςkingdomsτοῦof theκόσμουworldκαὶandτὴνtheδόξανgloryαὐτῶνof them

9καὶ εἶπεν αὐτῷ· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.

καὶandεἶπενhe saysαὐτῷ·to Him;ταῦτάThese thingsσοιto Youπάνταallδώσω,will I give,ἐὰνifπεσὼνfalling downπροσκυνήσῃςYou shall worshipμοι.me.

10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε σατανᾶ· γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

ΤότεThenλέγειsaysαὐτῷto himtheἸησοῦς·Jesus;ὕπαγεdo go awayσατανᾶ·Satan;γέγραπταιit has been writtenγάρ·for:κύριονThe LordτὸνtheθεόνGodσουof youπροσκυνήσειςyou will worshipκαὶandαὐτῷHimμόνῳaloneλατρεύσεις.will you serve.’

11τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

τότεThenἀφίησινleavesαὐτὸνHimtheδιάβολος,devil,καὶandἰδοὺbeholdἄγγελοιangelsπροσῆλθονcameκαὶandδιηκόνουνthey were ministeringαὐτῷ.to Him.

12Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

ἈκούσαςHaving heardδὲnowὅτιthatἸωάννηςJohnπαρεδόθηwas delivered upἀνεχώρησενHe withdrewεἰςintoτὴνtheΓαλιλαίαν.Galilee.

13καὶ καταλιπὼν τὴν Ναζαρά, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ,

καὶAndκαταλιπὼνhaving leftτὴνtheΝαζαρά,Nazareth,ἐλθὼνhaving comeκατῴκησενhe dweltεἰςatΚαφαρναοὺμCapernaumτὴνwhichπαραθαλασσίανis on the sea-sideἐνinὁρίοιςthe regionΖαβουλὼνof ZebulunκαὶandΝεφθαλίμ,of Naphtali,

14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·

ἵναthatπληρωθῇit may be fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughἨσαΐουIsaiahτοῦtheπροφήτουprophetλέγοντος·saying:

15γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,

γῆLandΖαβουλὼνof ZebulunκαὶandγῆlandΝεφθαλίμ,of Naphtali,ὁδὸνwayθαλάσσηςof the seaπέρανbeyondτοῦtheἸορδάνου,Jordan,ΓαλιλαίαGalileeτῶνof theἐθνῶν,Gentiles —

16ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.

Theλαὸςnationthe oneκαθήμενοςsittingἐνinσκοτίᾳdarknessφῶςlightεἶδενhave seenμέγα,great,καὶandτοῖςto thoseκαθημένοιςsittingἐνin theχώρᾳlandκαὶandσκιᾷin a shadowθανάτουof deathφῶςa lightἀνέτειλενhas dawnedαὐτοῖς.on them.

17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

ἈπὸFromτότεthat timeἤρξατοbegantheἸησοῦςJesusκηρύσσεινto proclaimκαὶandλέγειν·to say;μετανοεῖτε·do repent;ἤγγικενhas drawn nearγὰρfortheβασιλείαkingdomτῶνof theοὐρανῶν.heavens.

18Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.

ΠεριπατῶνWalkingδὲnowπαρὰbesideτὴνtheθάλασσανSeaτῆςtheΓαλιλαίαςof GalileeεἶδενHe sawδύοtwoἀδελφούς,brothers,ΣίμωναSimonτὸνthe oneλεγόμενονbeing namedΠέτρονPeterκαὶandἈνδρέανAndrewτὸνtheἀδελφὸνbrotherαὐτοῦof himβάλλονταςcastingἀμφίβληστρονa netεἰςintoτὴνtheθάλασσαν·sea;ἦσανthey wereγὰρforἁλιεῖς.fishermen.

19καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

καὶAndλέγειHe saysαὐτοῖς·to them;δεῦτεComeὀπίσωafterμου,Me,καὶandποιήσωI will makeὑμᾶςyouἁλιεῖςfishersἀνθρώπων.of men.

20οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

οἱtheδὲAndεὐθέωςimmediatelyἀφέντεςhaving leftτὰtheδίκτυαnetsἠκολούθησανthey followedαὐτῷ.Him.

21Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.

ΚαὶAndπροβὰςhaving gone onἐκεῖθενfrom thereεἶδενHe sawἄλλουςothersδύοtwoἀδελφούς,brothers,ἸάκωβονJamesτὸνthe sonτοῦtheΖεβεδαίουof ZebedeeκαὶandἸωάννηνJohnτὸνtheἀδελφὸνbrotherαὐτοῦof himἐνinτῷtheπλοίῳboatμετὰwithΖεβεδαίουZebedeeτοῦtheπατρὸςfatherαὐτῶνof themκαταρτίζονταςmendingτὰtheδίκτυαnetsαὐτῶν,of them,καὶandἐκάλεσενHe calledαὐτούς.them.

22οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

οἱtheδὲAndεὐθέωςimmediatelyἀφέντεςhaving leftτὸtheπλοῖονboatκαὶandτὸνtheπατέραfatherαὐτῶνof themἠκολούθησανthey followedαὐτῷ.Him.

23Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΚαὶAndπεριῆγενHe was goingἐνthroughὅλῃallτῇtheΓαλιλαίᾳGalileeδιδάσκωνteachingἐνinταῖςtheσυναγωγαῖςsynagoguesαὐτῶνof themκαὶandκηρύσσωνproclaimingτὸtheεὐαγγέλιονgospelτῆςof theβασιλείαςkingdomκαὶandθεραπεύωνhealingπᾶσανeveryνόσονdiseaseκαὶandπᾶσανeveryμαλακίανsicknessἐνamongτῷtheλαῷ.people.

24Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.

ΚαὶAndἀπῆλθενwent outtheἀκοὴnewsαὐτοῦof HimεἰςintoὅληνallτὴνtheΣυρίαν·Syria;καὶAndπροσήνεγκανthey broughtαὐτῷto Himπάνταςallτοὺςtheκακῶςsickἔχοντας,havingποικίλαιςvariousνόσοιςdiseasesκαὶandβασάνοιςby painsσυνεχομένους,oppressing,δαιμονιζομένουςthose being demonisedκαὶandσεληνιαζομένουςthose being epilepticκαὶandπαραλυτικούς·those paralytic;καὶandἐθεράπευσενHe healedαὐτούς.them.

25καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

καὶAndἠκολούθησανfollowedαὐτῷHimὄχλοιcrowdsπολλοὶgreatἀπὸfromτῆςtheΓαλιλαίαςGalileeκαὶandΔεκαπόλεωςthe DecapolisκαὶandἹεροσολύμωνJerusalemκαὶandἸουδαίαςJudeaκαὶandπέρανbeyondτοῦtheἸορδάνου.Jordan.

‹ Matthew 3Matthew 5 ›