The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1017 words in 66 verses.
Open Matthew 27 in the interlinear reader1Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν,
ΠρωΐαςAs morningδὲthenγενομένηςhaving arrivedσυμβούλιονcounselἔλαβονtookπάντεςallοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheπρεσβύτεροιeldersτοῦof theλαοῦpeopleκατὰagainstτοῦtheἸησοῦJesusὥστεso thatθανατῶσαιthey might put to deathαὐτόν,him,
2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.
καὶAndδήσαντεςhaving boundαὐτὸνHimἀπήγαγονthey led away HimκαὶandπαρέδωκανdeliveredΠιλάτῳPilateτῷtheἡγεμόνι.governor.
3Τότε ἰδὼν Ἰούδας ὁ παραδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
ΤότεThenἰδὼνhaving seenἸούδαςJudasὁthe one whoπαραδοὺςbetrayedαὐτὸνHimὅτιthatκατεκρίθη,He was condemned,μεταμεληθεὶςhaving regretted itἔστρεψενhe turnedτὰtheτριάκονταthirtyἀργύριαpieces of silverτοῖςto theἀρχιερεῦσινchief priestsκαὶandπρεσβυτέροιςelders
4λέγων· ἥμαρτον παραδοὺς αἷμα δίκαιον. οἱ δὲ εἶπαν· τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.
λέγων·saying;ἥμαρτονI sinnedπαραδοὺςhaving betrayedαἷμαbloodδίκαιον.righteousοἱtheδὲThenεἶπαν·they said;τίWhat is thatπρὸςtoἡμᾶς;us?σὺYou yourselfὄψῃ.will see.
5καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
καὶAndῥίψαςhaving cast downτὰtheἀργύριαpieces of silverεἰςintoτὸνtheναὸνtempleἀνεχώρησεν,he withdrew,καὶandἀπελθὼνhaving gone awayἀπήγξατο.hanged himself.
6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν.
ΟἱtheδὲAndἀρχιερεῖςthe chief priestsλαβόντεςhaving takenτὰtheἀργύριαpieces of silverεἶπαν·said;οὐκNotἔξεστινit is lawfulβαλεῖνto putαὐτὰthemεἰςintoτὸνtheκορβανᾶνtreasuryἐπεὶsince theτιμὴpriceαἵματόςof bloodἐστιν.it is.
7Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις.
ΣυμβούλιονCounselδὲthenλαβόντεςhaving takenἠγόρασανthey boughtἐξwithαὐτῶνthemτὸνtheἀγρὸνfieldτοῦof theκεραμέωςpotterεἰςforταφὴνa burial placeτοῖςfor theξένοις.strangers.
8διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
διὸThereforeἐκλήθηwas calledὁtheἀγρὸςfieldἐκεῖνοςthatἀγρὸςFieldαἵματοςof Bloodἕωςuntilτῆςtheσήμερον.this day.
9Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
ΤότεThenἐπληρώθηwas fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughἸερεμίουJeremiahτοῦtheπροφήτουprophetλέγοντος·saying;καὶAndἔλαβονthey tookτὰtheτριάκονταthirtyἀργύρια,pieces of silver,τὴνtheτιμὴνpriceτοῦof the Oneτετιμημένου,priced,ὃνwhomἐτιμήσαντοthey set a price onἀπὸby theυἱῶνsonsἸσραήλ,of Israel,
10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
καὶandἔδωκανthey gaveαὐτὰthemεἰςforτὸνtheἀγρὸνfieldτοῦof theκεραμέως,potter,καθὰasσυνέταξένdirectedμοιmeκύριος.the Lord
11Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη σὺ λέγεις.
ὉtheδὲAndἸησοῦςJesusἐστάθηstoodἔμπροσθενbeforeτοῦtheἡγεμόνος·governor;καὶandἐπηρώτησενquestionedαὐτὸνHimὁtheἡγεμὼνgovernorλέγων·saying;σὺYou yourselfεἶareὁtheβασιλεὺςKingτῶνof theἸουδαίων;Jews?ὉtheδὲAndἸησοῦςJesusἔφηwas sayingσὺYou yourselfλέγεις.say.
12καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
καὶAndἐνinτῷtheκατηγορεῖσθαιaccusingαὐτὸνof Himὑπὸbyτῶνtheἀρχιερέωνchief priestsκαὶandπρεσβυτέρωνeldersοὐδὲνno thingἀπεκρίνατο.He answered.
13Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;
ΤότεThenλέγειsaysαὐτῷto HimὁtheΠιλᾶτος·Pilate;οὐκNotἀκούειςdo you hearπόσαhow many thingsσουYouκαταμαρτυροῦσιν;they witness against?
14καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
καὶAndοὐκnotἀπεκρίθηHe did answerαὐτῷhimπρὸςtoοὐδὲnot evenἓνoneῥῆμαwordὥστεso asθαυμάζεινto amazeτὸνtheἡγεμόναgovernorλίαν.exceedingly.
15Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
ΚατὰAtδὲnowἑορτὴνthe feastεἰώθειhad been accustomedὁtheἡγεμὼνgovernorἀπολύεινto releaseἕναoneτῷto theὄχλῳmultitudeδέσμιονprisonerὃνwhomἤθελον.they were wishing.
16εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
εἶχονThey were holdingδὲnowτότεat that timeδέσμιονa prisonerἐπίσημονnotableλεγόμενονbeing namedΒαραββᾶν.Barabbas.
17συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
συνηγμένωνWhen were assembledοὖνthereforeαὐτῶνtheyεἶπενsaidαὐτοῖςto themὁtheΠιλᾶτος·Pilate;τίναWhomθέλετεdo you want thatἀπολύσωI may releaseὑμῖν;to you?τὸνtheΒαραββᾶνBarabbasἢorἸησοῦνJesusτὸνwhoλεγόμενονis namedχριστόν;Christ?
18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
ᾔδειHe knewγὰρforὅτιthatδιὰthroughφθόνονenvyπαρέδωκανthey delivered upαὐτόν.him.
19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.
ΚαθημένουWhen was sittingδὲnowαὐτοῦheἐπὶonτοῦtheβήματοςjudgment seatἀπέστειλενsentπρὸςtoαὐτὸνhimἡtheγυνὴwifeαὐτοῦof himλέγουσα·saying;μηδὲνLet there be nothingσοὶbetween youκαὶandτῷtheδικαίῳrighteous manἐκείνῳ·that;πολλὰmany thingsγὰρforἔπαθονI sufferedσήμερονtodayκατ᾽inὄναρa dreamδι᾽because ofαὐτόν.Him.
20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
ΟἱtheδὲAndἀρχιερεῖςthe chief priestsκαὶandοἱtheπρεσβύτεροιeldersἔπεισανpersuadedτοὺςtheὄχλουςcrowdsἵναthatαἰτήσωνταιthey may ask forτὸνtheΒαραββᾶν,Barabbas,τὸνtheδὲandἸησοῦνJesusἀπολέσωσιν.may destroy.
21Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· τὸν Βαραββᾶν.
ἈποκριθεὶςAnsweringδὲnowὁtheἡγεμὼνgovernorεἶπενsaidαὐτοῖς·to them;τίναWhichθέλετεdo you desireἀπὸofτῶνtheδύοtwoἀπολύσωI may releaseὑμῖν;to you?οἱtheδὲAndεἶπαν·they said;τὸνtheΒαραββᾶν.Barabbas.
22λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες· σταυρωθήτω.
λέγειSaysαὐτοῖςto themὁtheΠιλᾶτος·Pilate;τίWhatοὖνthenποιήσωshall I do withἸησοῦνJesusτὸνwhoλεγόμενονis calledχριστόν;Christ?λέγουσινThey sayπάντες·all;σταυρωθήτω.he should be crucified.
23ὁ δὲ ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
ὁtheδὲAndἔφη·was saying:τίWhatγὰρforκακὸνevilἐποίησεν;did He commit?οἱtheδὲAndπερισσῶςexcessivelyἔκραζονthey were crying outλέγοντες·saying;σταυρωθήτω.he should be crucified.
24Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας κατέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.
ἸδὼνHaving seenδὲnowὁtheΠιλᾶτοςPilateὅτιthatοὐδὲνno thingὠφελεῖit availedἀλλὰbutμᾶλλονratherθόρυβοςa riotγίνεται,is arising,λαβὼνhaving takenὕδωρwaterἀπενίψατοhe washedτὰςtheχεῖραςhandsκατέναντιbeforeτοῦtheὄχλουcrowdλέγων·saying;ἀθῷόςGuiltlessεἰμιI amἀπὸofτοῦtheαἵματοςbloodτούτου·of this;ὑμεῖςFor yourselvesὄψεσθε.you will behold.
25Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
ΚαὶAndἀποκριθεὶςansweringπᾶςallὁtheλαὸςpeopleεἶπεν·said;τὸTheαἷμαbloodαὐτοῦof Himἐφ᾽be onἡμᾶςusκαὶandἐπὶonτὰtheτέκναchildrenἡμῶν.of us.
26τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
τότεThenἀπέλυσενhe releasedαὐτοῖςto themτὸνtheΒαραββᾶν·Barabbas;τὸνtheδὲandἸησοῦνJesusφραγελλώσαςhaving floggedπαρέδωκενHe delivered up Himἵναthatσταυρωθῇ.He may be crucified.
27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν,
ΤότεThenοἱtheστρατιῶταιsoldiersτοῦof theἡγεμόνοςgovernorπαραλαβόντεςhaving taken with themτὸνtheἸησοῦνJesusεἰςtoτὸtheπραιτώριονPraetoriumσυνήγαγονgatheredἐπ᾽beforeαὐτὸνHimὅληνallτὴνtheσπεῖραν,cohort,
28καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ,
καὶAndἐκδύσαντεςhaving strippedαὐτὸνHimχλαμύδαa robeκοκκίνηνscarletπεριέθηκανthey put aroundαὐτῷ,Him,
29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες· χαῖρε βασιλεῦ τῶν Ἰουδαίων.
καὶAndπλέξαντεςhaving twisted togetherστέφανονa crownἐξofἀκανθῶνthornsἐπέθηκανthey put itἐπὶonτῆςtheκεφαλῆςheadαὐτοῦof Himκαὶandκάλαμονa reedἐνinτῇtheδεξιᾷright handαὐτοῦ,of Him,καὶandγονυπετήσαντεςhaving bowed the kneesἔμπροσθενbeforeαὐτοῦHimἐνέπαιξανthey mockedαὐτῷHimλέγοντες·saying;χαῖρεHailβασιλεῦKingτῶνof theἸουδαίων.Jews!
30καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
καὶAndἐμπτύσαντεςhaving spitεἰςuponαὐτὸνHimἔλαβονthey tookτὸνtheκάλαμονreedκαὶandἔτυπτονwere striking Himεἰςonτὴνtheκεφαλὴνheadαὐτοῦ.of Him.
31καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
καὶAndὅτεwhenἐνέπαιξανthey had mockedαὐτῷ,Him,ἐξέδυσανthey took offαὐτὸνHimτὴνtheχλαμύδαrobeκαὶandἐνέδυσανthey put onαὐτὸνHimτὰtheἱμάτιαgarmentsαὐτοῦof Himκαὶandἀπήγαγονled awayαὐτὸνHimεἰςtoτὸtheσταυρῶσαι.to crucify Him.
32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
ἘξερχόμενοιGoing forthδὲnowεὗρονthey foundἄνθρωπονa manΚυρηναῖονof CyreneὀνόματιnamedΣίμωνα·Simon;τοῦτονHimἠγγάρευσανthey compelledἵναthatἄρῃhe may carryτὸνtheσταυρὸνcrossαὐτοῦ.of Him.
33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν κρανίου τόπος λεγόμενος,
ΚαὶAndἐλθόντεςhaving comeεἰςtoτόπονa placeλεγόμενονbeing namedΓολγοθᾶ,Golgotha,ὅwhichἐστινisκρανίουof a SkullτόποςPlaceλεγόμενος,being named,
34ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.
ἔδωκανthey gaveαὐτῷHimπιεῖνto drinkοἶνονwineμετὰwithχολῆςgallμεμιγμένον,mingled,καὶandγευσάμενοςhaving tastedοὐκnotἠθέλησενHe wishedπιεῖν.to drink it.
35σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
σταυρώσαντεςhaving crucifiedδὲnowαὐτὸνHimδιεμερίσαντοthey dividedτὰtheἱμάτιαgarmentsαὐτοῦof Himβάλλοντεςcastingκλῆρον,lots,
36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ,
καὶAndκαθήμενοιsitting downἐτήρουνthey were guardingαὐτὸνHimἐκεῖ,there,
37καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
καὶAndἐπέθηκανthey put upἐπάνωoverτῆςtheκεφαλῆςheadαὐτοῦof Himτὴνtheαἰτίανaccusationαὐτοῦof Himγεγραμμένην·written:οὗτόςThisἐστινisἸησοῦςJesusὁtheβασιλεὺςKingτῶνof theἸουδαίων.Jews.
38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
ΤότεAt the same timeσταυροῦνταιare crucifiedσὺνwithαὐτῷHimδύοtwoλῃσταί,robbers,εἷςoneἐκat theδεξιῶνright handκαὶandεἷςoneἐξat theεὐωνύμων.left.
39οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
οἱThoseδὲnowπαραπορευόμενοιpassing byἐβλασφήμουνwere denigratingαὐτὸνHimκινοῦντεςwaggingτὰςtheκεφαλὰςheadsαὐτῶνof them
40καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
καὶandλέγοντες·saying;ὁYou who areκαταλύωνdestroyingτὸνtheναὸνtempleκαὶandἐνinτρισὶνthreeἡμέραιςdaysοἰκοδομῶν,building it,σῶσονdo saveσεαυτόν·Yourself!εἰIfυἱὸςthe SonεἶYou areτοῦtheθεοῦ,of God,κατάβηθιdo descendἀπὸfromτοῦtheσταυροῦ.cross!
41ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον·
ὁμοίωςLikewiseκαὶalsoοἱtheἀρχιερεῖςchief priestsἐμπαίζοντεςmockingμετὰwithτῶνtheγραμματέωνscribesκαὶandπρεσβυτέρωνeldersἔλεγον·were saying;
42ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ᾽ αὐτόν.
ἄλλουςOthersἔσωσεν,He saved,ἑαυτὸνHimselfοὐnotδύναταιis He ableσῶσαι.to save.βασιλεὺςKingἸσραήλof Israelἐστιν,He is,καταβάτωhe should descendνῦνnowἀπὸfromτοῦtheσταυροῦ,cross,καὶandπιστεύσομενwe will believeἐπ᾽inαὐτόν.Him.
43πέποιθεν ἐπὶ τὸν θεόν· ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός.
πέποιθενHe has trustedἐπὶonτὸνtheθεόν·God;ῥυσάσθωhe should deliverνῦνnowεἰifθέλειHe wantsαὐτόν·Him;εἶπενHe saidγὰρforὅτιthatθεοῦOf GodεἰμιI amυἱός.the Son.
44Τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
Τὸtheδ᾽Andαὐτὸlikewiseκαὶevenοἱtheλῃσταὶrobbersοἱthoseσυσταυρωθέντεςhaving been crucifiedσὺνwithαὐτῷHimὠνείδιζονwere upbraidingαὐτόν.Him.
45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
ἈπὸFromδὲthenἕκτηςthe sixthὥραςhourσκότοςdarknessἐγένετοwasἐπὶoverπᾶσανallτὴνtheγῆνlandἕωςuntilὥραςthe hourἐνάτης.ninth.
46περὶ δὲ τὴν ἐνάτην ὥραν ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωί ἐλωί, λεμα σαβαχθανι; τοῦτ᾽ ἔστιν· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
περὶAboutδὲthenτὴνtheἐνάτηνninthὥρανhourἐβόησενcriedὁtheἸησοῦςJesusφωνῇin a voiceμεγάλῃloudλέγων·saying;ἘλωίEloiἐλωί,Eloiλεμαlemaσαβαχθανι;sabachthani?τοῦτ᾽Thatἔστιν·is:θεέGodμουof MineθεέGodμου,of Mine,ἱνατίso whyμεMeἐγκατέλιπες;have you forsaken?
47Τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
ΤινὲςSomeδὲthenτῶνof those whoἐκεῖthereἑστηκότωνhaving stoodἀκούσαντεςlisteningἔλεγονwere sayingὅτιthatἨλίανElijahφωνεῖcallsοὗτος.this man.
48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
καὶAndεὐθέωςimmediatelyδραμὼνhaving runεἷςoneἐξofαὐτῶνthemκαὶandλαβὼνhaving takenσπόγγον,a sponge,πλήσαςhaving filled itτεandὄξουςwith vinegarκαὶandπεριθεὶςhaving put it onκαλάμῳa reedἐπότιζενwere giving to drinkαὐτόν.Him.
49οἱ δὲ λοιποὶ εἶπαν· ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. Ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα.
οἱtheδὲAndλοιποὶthe restεἶπαν·they saidἄφες,Wait!ἴδωμενlet us seeεἰwhetherἔρχεταιcomesἨλίαςElijahσώσωνto then saveαὐτόν.Him.Ἄλλοςanotherδὲnowλαβὼνhaving takenλόγχηνa spearἔνυξενpiercedαὐτοῦof himτὴνtheπλευράν,sideκαὶandἐξῆλθενwent outὕδωρwaterκαὶandαἷμα.blood.
50Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.
ὉtheδὲAndἸησοῦςJesusπάλινagainκράξαςhaving criedφωνῇin a voiceμεγάλῃloudἀφῆκενyielded upτὸtheπνεῦμα.His spirit.
51Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
ΚαὶAndἰδοὺbeholdτὸtheκαταπέτασμαveilτοῦof theναοῦtempleἐσχίσθηwas tornἀπ᾽fromἄνωθενtopἕωςuntilκάτωbottomεἰςintoδύο,two,καὶandἡtheγῆearthἐσείσθη,was shaken,καὶandαἱtheπέτραιrocksἐσχίσθησαν,were split,
52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν,
καὶandτὰtheμνημεῖαtombsἀνεῴχθησαν,were opened,καὶandπολλὰmanyσώματαbodiesτῶνof theκεκοιμημένωνhaving fallen asleepἁγίωνsaintsἠγέρθησαν,were raised,
53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
καὶandἐξελθόντεςhaving gone forthἐκout ofτῶνtheμνημείωνtombsμετὰafterτὴνtheἔγερσινresurrectionαὐτοῦof Himεἰσῆλθονthey enteredεἰςintoτὴνtheἁγίανholyπόλινcityκαὶandἐνεφανίσθησανappearedπολλοῖς.to many.
54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γινόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.
ὉtheδὲAndἑκατόνταρχοςthe centurionκαὶandοἱthoseμετ᾽withαὐτοῦhimτηροῦντεςkeeping guard overτὸνtheἸησοῦνJesusἰδόντεςhaving seenτὸνtheσεισμὸνearthquakeκαὶandτὰthe things thatγινόμεναare happeningἐφοβήθησανfearedσφόδραgreatlyλέγοντες·saying;ἀληθῶςTrulyθεοῦGod’sυἱὸςSonἦνwasοὗτος.this.
55Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ,
ἮσανThey wereδὲnowἐκεῖthereγυναῖκεςwomenπολλαὶmanyἀπὸfromμακρόθενafar offθεωροῦσαιlooking onαἵτινεςwhoἠκολούθησανfollowedτῷtheἸησοῦJesusἀπὸfromτῆςtheΓαλιλαίαςGalileeδιακονοῦσαιministeringαὐτῷ,to Him,
56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
ἐνamongαἷςwhomἦνwasΜαρίαMaryἡtheΜαγδαληνὴMagdaleneκαὶandΜαρίαMaryἡsheτοῦtheἸακώβουof JamesκαὶandἸωσὴφof Josephμήτηρthe motherκαὶandἡtheμήτηρmotherτῶνof theυἱῶνsonsΖεβεδαίου.of Zebedee.
57Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ.
ὈψίαςWhen eveningδὲnowγενομένηςhaving arrivedἦλθενcameἄνθρωποςa manπλούσιοςrichἀπὸfromἉριμαθαίας,Arimathea,τοὔνομαnamedἸωσήφ,Joseph,ὃςwhoκαὶalsoαὐτὸςhimselfἐμαθητεύθηwas discipledτῷtheἸησοῦ.to Jesus.
58οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι
οὗτοςHeπροσελθὼνhaving goneτῷtheΠιλάτῳto Pilateᾐτήσατοasked forτὸtheσῶμαbodyτοῦtheἸησοῦ.of Jesus.τότεThenὁtheΠιλᾶτοςPilateἐκέλευσενcommanded itἀποδοθῆναιto be given up
59Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ
ΚαὶAndλαβὼνhaving takenτὸtheσῶμαbodyὁtheἸωσὴφJosephἐνετύλιξενwrappedαὐτὸitἐνinσινδόνιa linen clothκαθαρᾷclean
60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
καὶandἔθηκενplacedαὐτὸitἐνinτῷtheκαινῷnewαὐτοῦof himμνημείῳtombὃwhichἐλατόμησενhe had cutἐνinτῇtheπέτρᾳ,rock,καὶandπροσκυλίσαςhaving rolledλίθονa stoneμέγανgreatτῇto theθύρᾳdoorτοῦof theμνημείουtombἀπῆλθεν.he went away.
61ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
ἦνWasδὲnowἐκεῖthereΜαριὰμMaryἡtheΜαγδαληνὴMagdaleneκαὶandἡtheἄλληotherΜαρίαMaryκαθήμεναιsittingἀπέναντιoppositeτοῦtheτάφου.tomb.
62Τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
Τῇon theδὲAndἐπαύριονnext dayἥτιςwhichἐστὶνisμετὰafterτὴνtheπαρασκευήν,Preparation,συνήχθησανwere gathered togetherοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheΦαρισαῖοιPhariseesπρὸςbeforeΠιλᾶτονPilate
63λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
λέγοντες·saying;κύριε,Sir,ἐμνήσθημενwe have rememberedὅτιhowἐκεῖνοςthat on,eὁtheπλάνοςdeceiverεἶπενsaidἔτιwhileζῶν·living;μετὰAfterτρεῖςthreeἡμέραςdaysἐγείρομαι.I arise.
64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· ἠγέρθη ἀπὸ τῶν νεκρῶν. καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
κέλευσονdo commandοὖνthereforeἀσφαλισθῆναιto be securedτὸνtheτάφονtombἕωςuntilτῆςtheτρίτηςthirdἡμέρας,day,μήποτεotherwiseἐλθόντεςhaving comeοἱtheμαθηταὶdisciplesκλέψωσινmay steal awayαὐτὸνhimκαὶandεἴπωσινthey may sayτῷto theλαῷ·people;ἠγέρθηHe is risenἀπὸfromτῶνtheνεκρῶν.dead.καὶAndἔσταιwill beἡtheἐσχάτηlastπλάνηdeceptionχείρωνworseτῆςthan theπρώτης.first.
65Ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
Ἔφηwas sayingαὐτοῖςto themὁtheΠιλᾶτος·Pilate;ἔχετεYou haveκουστωδίαν·a guard;ὑπάγετεdo goἀσφαλίσασθεdo make it as secureὡςasοἴδατε.you know how.
66Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
ΟἱtheδὲAndπορευθέντεςhaving goneἠσφαλίσαντοthey made secureτὸνtheτάφονtombσφραγίσαντεςhaving sealedτὸνtheλίθονstoneμετὰwithτῆςtheκουστωδίας.guard.