The Westcott and Hort text with a word by word English gloss under every Greek word. 658 words in 46 verses.
Open Matthew 22 in the interlinear reader1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων·
ΚαὶAndἀποκριθεὶςansweringὁtheἸησοῦςJesusπάλινagainεἶπενspokeἐνinπαραβολαῖςparablesαὐτοῖςto themλέγων·saying;
2ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
ὡμοιώθηHas become likeἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensἀνθρώπῳto a manβασιλεῖa kingὅστιςwhoἐποίησενmadeγάμουςa wedding feastτῷfor theυἱῷsonαὐτοῦ.of him.
3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
καὶAndἀπέστειλενhe sentτοὺςtheδούλουςservantsαὐτοῦof himκαλέσαιto callτοὺςthoseκεκλημένουςinvitedεἰςtoτοὺςtheγάμους,wedding feast,καὶandοὐκnotἤθελονthey were willingἐλθεῖν.to come.
4πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
πάλινAgainἀπέστειλενhe sentἄλλουςotherδούλουςservantsλέγων·saying;εἴπατεdo sayτοῖςto thoseκεκλημένοις·invited;ἰδοὺBeholdτὸtheἄριστόνdinnerμουof mineἡτοίμακα,I have prepared,οἱtheταῦροίoxenμουof Mineκαὶandτὰtheσιτιστὰfatlingsτεθυμένα,killed,καὶandπάνταall things areἕτοιμα·ready;δεῦτεcomeεἰςtoτοὺςtheγάμους.wedding feast.
5οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
οἱtheδὲAndἀμελήσαντεςhaving paid no attentionἀπῆλθον,they went away,ὃςthat oneμὲνindeedεἰςtoτὸνtheἴδιονhis ownἀγρόν,field,ὃςthat oneδὲhoweverἐπὶtoτὴνtheἐμπορίανbusinessαὐτοῦ·of him;
6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
οἱtheδὲAndλοιποὶthe restκρατήσαντεςhaving laid hold ofτοὺςtheδούλουςservantsαὐτοῦof himὕβρισανmistreatedκαὶandἀπέκτειναν.killed them.
7ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
ὁtheδὲNowβασιλεὺςthe kingὠργίσθη,was angry,καὶandπέμψαςhaving sentτὰtheστρατεύματαarmiesαὐτοῦof himἀπώλεσενhe destroyedτοὺςtheφονεῖςmurderersἐκείνουςthoseκαὶandτὴνtheπόλινcityαὐτῶνof themἐνέπρησεν.he burned.
8Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
ΤότεThenλέγειhe saysτοῖςto theδούλοιςservantsαὐτοῦ·of him;ὁTheμὲνindeedγάμοςwedding feastἕτοιμόςreadyἐστιν,is,οἱthoseδὲhoweverκεκλημένοιinvitedοὐκnotἦσανwereἄξιοι.worthy.
9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.
πορεύεσθεdo goοὖνthereforeἐπὶintoτὰςtheδιεξόδουςthoroughfaresτῶνof theὁδῶν,highways,καὶandὅσουςas many asἐὰνifεὕρητε,you shall find,καλέσατεdo inviteεἰςtoτοὺςtheγάμους.wedding feast.
10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ νυμφὼν ἀνακειμένων.
καὶAndἐξελθόντεςhaving gone outοἱtheδοῦλοιservantsἐκεῖνοιthoseεἰςintoτὰςtheὁδοὺςhighwaysσυνήγαγονthey brought togetherπάνταςallοὓςas many asεὗρον,they found,πονηρούςevilτεbothκαὶandἀγαθούς·good;καὶandἐπλήσθηbecame fullὁtheνυμφὼνbridechamberἀνακειμένων.of those reclining.
11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
ΕἰσελθὼνHaving entered inδὲthenὁtheβασιλεὺςkingθεάσασθαιto seeτοὺςthoseἀνακειμένουςrecliningεἶδενhe sawἐκεῖthereἄνθρωπονa manοὐκnotἐνδεδυμένονbeing dressed himselfἔνδυμαin clothesγάμουof wedding
12καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
καὶandλέγειhe saysαὐτῷ·to him;ἑταῖρε,Friend,πῶςhowεἰσῆλθεςdid you enterὧδεhereμὴnotἔχωνhavingἔνδυμαgarmentγάμου;of wedding?ὁtheδὲAndἐφιμώθη.he was speechless.
13τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
τότεThenὁtheβασιλεὺςkingεἶπενsaidτοῖςto theδιακόνοις·servants;δήσαντεςHaving boundαὐτοῦhisπόδαςfeetκαὶandχεῖραςhandsἐκβάλετεdo cast outαὐτὸνhimεἰςintoτὸtheσκότοςdarknessτὸtheἐξώτερον·outer;ἐκεῖthereἔσταιwill beὁtheκλαυθμὸςweepingκαὶandὁtheβρυγμὸςgnashingτῶνof theὀδόντων.teeth.
14πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
πολλοὶManyγάρforεἰσινareκλητοί,called,ὀλίγοιfewδὲhoweverἐκλεκτοί.chosen.
15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
ΤότεThenπορευθέντεςhaving gone outοἱtheΦαρισαῖοιPhariseesσυμβούλιονcounselἔλαβονtookὅπωςhowαὐτὸνHimπαγιδεύσωσινthey may trapἐνinλόγῳ.His words.
16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντας· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
καὶAndἀποστέλλουσινthey sendαὐτῷto Himτοὺςtheμαθητὰςdisciplesαὐτῶνof themμετὰwithτῶνtheἩρῳδιανῶνHerodiansλέγοντας·sayingδιδάσκαλε,Teacher,οἴδαμενwe knowὅτιthatἀληθὴςtrueεἶYou areκαὶandτὴνtheὁδὸνwayτοῦtheθεοῦof Godἐνinἀληθείᾳthe truthδιδάσκεις,You teach,καὶandοὐnotμέλειthere is careσοιto Youπερὶaboutοὐδενός,no one,οὐnotγὰρforβλέπειςYou lookεἰςon theπρόσωπονappearanceἀνθρώπων.of men.
17εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
εἰπὲdo tellοὖνthereforeἡμῖν,usτίwhatσοιYouδοκεῖ;think?ἔξεστινIs it lawfulδοῦναιto giveκῆνσονtributeΚαίσαριto Caesarἢorοὔ;not?
18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· τί με πειράζετε, ὑποκριταί;
ΓνοὺςHaving knownδὲhoweverὁtheἸησοῦςJesusτὴνtheπονηρίανmaliceαὐτῶνof themεἶπεν·He said;τίWhyμεMeπειράζετε,do you test,ὑποκριταί;hypocrites?
19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
ἐπιδείξατέdo showμοιMeτὸtheνόμισμαcoinτοῦof theκήνσου.tribute.οἱtheδὲAndπροσήνεγκανthey presentedαὐτῷto Himδηνάριον.a denarius.
20καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
καὶAndλέγειHe saysαὐτοῖς·to them;τίνοςOf whom isἡtheεἰκὼνlikenessαὕτηthisκαὶAndἡof whom is theἐπιγραφή;inscription?
21λέγουσιν Καίσαρος. Τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
λέγουσινThey sayΚαίσαρος.Of Caesar.ΤότεThenλέγειHe saysαὐτοῖς·to them;ἀπόδοτεdo give backοὖνthereforeτὰthe thingsΚαίσαροςof CaesarΚαίσαριto Caesarκαὶandτὰthe thingsτοῦtheθεοῦof Godτῷtheθεῷ.to God.
22καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
καὶAndἀκούσαντεςhaving heardἐθαύμασαν,they marveled,καὶandἀφέντεςhaving leftαὐτὸνHimἀπῆλθαν.they went away.
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν
ἘνOnἐκείνῃthat veryτῇtheἡμέρᾳdayπροσῆλθονcameαὐτῷto HimΣαδδουκαῖοιSadduceesλέγοντεςsayingμὴnotεἶναιbeingἀνάστασινa resurrectionκαὶandἐπηρώτησανthey questionedαὐτὸνHim
24λέγοντες· διδάσκαλε, Μωϋσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
λέγοντες·saying;διδάσκαλε,Teacher,ΜωϋσῆςMosesεἶπεν·said;ἐάνIfτιςanyoneἀποθάνῃshall dieμὴnotἔχωνhavingτέκνα,children,ἐπιγαμβρεύσειwill marryὁtheἀδελφὸςbrotherαὐτοῦof himτὴνtheγυναῖκαwifeαὐτοῦof himκαὶandἀναστήσειhe will raise upσπέρμαoffspringτῷfor theἀδελφῷbrotherαὐτοῦ.of him.
25ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί. καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
ἦσανThere wereδὲnowπαρ᾽amongἡμῖνusἑπτὰsevenἀδελφοί.brothers.καὶandὁtheπρῶτοςfirstγήμαςhaving marriedἐτελεύτησεν,died,καὶandμὴnotἔχωνhavingσπέρμαseedἀφῆκενhe leftτὴνtheγυναῖκαwifeαὐτοῦof himτῷto theἀδελφῷbrotherαὐτοῦ·of him;
26ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά.
ὁμοίωςLikewiseκαὶalsoὁtheδεύτεροςsecondκαὶandὁtheτρίτοςthirdἕωςuntilτῶνtheἑπτά.seventh.
27ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.
ὕστερονFinallyδὲthenπάντωνof allἀπέθανενdiedἡtheγυνή.woman.
28ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
ἐνInτῇtheἀναστάσειresurrectionοὖνthereforeτίνοςof whichτῶνof theἑπτὰsevenἔσταιwill she beγυνή;wife?πάντεςAllγὰρforἔσχονhadαὐτήν.her.
29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.
ἈποκριθεὶςAnsweringδὲnowὁtheἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;πλανᾶσθεYou errμὴnotεἰδότεςknowingτὰςtheγραφὰςScripturesμηδὲnorτὴνtheδύναμινpowerτοῦtheθεοῦ.of God.
30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ᾽ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
ἐνInγὰρforτῇtheἀναστάσειresurrectionοὔτεneitherγαμοῦσινdo they marryοὔτεnorγαμίζονταιare given in marriageἀλλ᾽butὡςlikeἄγγελοιangelsἐνinτῷtheοὐρανῷheavenεἰσιν.they are.
31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·
περὶConcerningδὲnowτῆςtheἀναστάσεωςresurrectionτῶνof theνεκρῶνdeadοὐκsurelyἀνέγνωτεyou have readτὸthat whichῥηθὲνhas been spokenὑμῖνto youὑπὸbyτοῦtheθεοῦGodλέγοντος·saying;
32ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων.
ἐγώI myselfεἰμιamὁtheθεὸςGodἈβραὰμof AbrahamκαὶandὁtheθεὸςGodἸσαὰκof IsaacκαὶandὁtheθεὸςGodἸακώβ;of Jacob?’οὐκNotἔστινHe isὁtheθεὸςGodνεκρῶνof the deadἀλλὰbutζώντων.of the living.
33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
ΚαὶAndἀκούσαντεςhaving heardοἱtheὄχλοιcrowdsἐξεπλήσσοντοwere astonishedἐπὶatτῇtheδιδαχῇteachingαὐτοῦ.of Him.
34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.
ΟἱtheδὲAndΦαρισαῖοιthe Phariseesἀκούσαντεςhaving heardὅτιthatἐφίμωσενHe had silencedτοὺςtheΣαδδουκαίουςSadduceesσυνήχθησανwere gatheredἐπὶtogetherτὸtheαὐτό.same.
35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
καὶAndἐπηρώτησενquestioned Himεἷςoneἐξofαὐτῶνthemνομικὸςa lawyerπειράζωνtestingαὐτόνHim
36διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
διδάσκαλε,Teacher,ποίαwhichἐντολὴcommandmentμεγάληis the greatestἐνinτῷtheνόμῳ;law?
37ὁ δὲ ἔφη αὐτῷ· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
ὁtheδὲAndἔφηwas sayingαὐτῷ·to him;ἀγαπήσειςYou will loveκύριονthe LordτὸνtheθεόνGodσουof youἐνwithὅλῃallκαρδίᾳheartσουof youκαὶandἐνwithὅλῃallτῇtheψυχῇsoulσουof youκαὶandἐνwithὅλῃallτῇtheδιανοίᾳmindσου.of you.’
38αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
αὕτηThisἐστὶνisἡtheμεγάληgreatκαὶandπρώτηfirstἐντολή.commandment.
39δευτέρα ὁμοία αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
δευτέραThe secondὁμοίαis likeαὕτη·thisἀγαπήσειςYou will loveτὸνtheπλησίονneighbourσουof youὡςasσεαυτόν.yourself.’
40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.
ἐνOnταύταιςtheseταῖςtheδυσὶνtwoἐντολαῖςcommandmentsὅλοςallὁtheνόμοςlawκρέματαιhangsκαὶandοἱtheπροφῆται.Prophets.
41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
ΣυνηγμένωνWhen were assembledδὲnowτῶνtheΦαρισαίωνPhariseesἐπηρώτησενquestionedαὐτοὺςthemὁtheἸησοῦςJesus
42λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· τοῦ Δαυίδ.
λέγων·saying;τίWhatὑμῖνyouδοκεῖthinkπερὶconcerningτοῦtheχριστοῦ;Christ?τίνοςOf whomυἱόςsonἐστιν;is He?λέγουσινThey sayαὐτῷ·to Him;τοῦtheΔαυίδ.Of David.
43Λέγει αὐτοῖς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων·
ΛέγειHe saysαὐτοῖς·to them;πῶςHowοὖνthenΔαυὶδDavidἐνinπνεύματιspiritκαλεῖdoes callαὐτὸνHimκύριονLordλέγων·saying:
44εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;
εἶπενSaidκύριοςLordτῷto theκυρίῳLordμου·of me;κάθουdo sitἐκonδεξιῶνthe right handμουof MeἕωςuntilἂνwhenθῶI may placeτοὺςtheἐχθρούςenemiesσουof Youὑποκάτωas a footstoolτῶνfor theποδῶνfeetσου;of You?
45εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
εἰIfοὖνthereforeΔαυὶδDavidκαλεῖcallsαὐτὸνHimκύριον,Lord,πῶςhowυἱὸςsonαὐτοῦof himἐστιν;is He?
46καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
καὶAndοὐδεὶςno oneἐδύνατοwas ableἀποκριθῆναιto answerαὐτῷHimλόγονa wordοὐδὲnorἐτόλμησένdaredτιςanyoneἀπ᾽fromἐκείνηςthat veryτῆςtheἡμέραςdayἐπερωτῆσαιto questionαὐτὸνHimοὐκέτι.no longer.