Matthew 21 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 864 words in 46 verses.

Open Matthew 21 in the interlinear reader

1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς

ΚαὶAndὅτεwhenἤγγισανthey drew nearεἰςtoἹεροσόλυμαJerusalemκαὶandἦλθονcameεἰςtoΒηθφαγὴBethphageεἰςonτὸtheὄροςMountτῶνtheἐλαιῶν,of Olives,τότεthenἸησοῦςJesusἀπέστειλενsentδύοtwoμαθητὰςdisciples

2λέγων αὐτοῖς· πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν. καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.

λέγωνsayingαὐτοῖς·to them;πορεύεσθεdo goεἰςintoτὴνtheκώμηνvillageτὴνwhich isκατέναντιin frontὑμῶν.of you.καὶandεὐθέωςimmediatelyεὑρήσετεyou will findὄνονa donkeyδεδεμένηνtiedκαὶandπῶλονa coltμετ᾽withαὐτῆς·her;λύσαντεςhaving untied themἀγάγετέdo bring themμοι.to Me.

3καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει, εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.

καὶAndἐάνifτιςanyoneὑμῖνto youεἴπῃmay sayτι,anything,ἐρεῖτεyou will sayὅτιthattheκύριοςLordαὐτῶνof themχρείανneedἔχει,has,εὐθὺςImmediatelyδὲthenἀποστελεῖhe will sendαὐτούς.them.

4Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·

ΤοῦτοThisδὲthenγέγονενhas come to passἵναthatπληρωθῇit may be fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughτοῦtheπροφήτουprophetλέγοντος·saying;

5εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.

εἴπατεdo sayτῇto theθυγατρὶdaughterΣιών·of Zion;ἰδοὺBeholdtheβασιλεύςKingσουof youἔρχεταίcomesσοι,to you,πραῢςgentleκαὶandἐπιβεβηκὼςalready ridingἐπὶonὄνονa donkeyκαὶevenἐπὶuponπῶλονa coltυἱὸνthe foalὑποζυγίου.of a beast of burden.

6Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς,

ΠορευθέντεςHaving goneδὲthenοἱtheμαθηταὶdisciplesκαὶandποιήσαντεςhaving doneκαθὼςeven asσυνέταξενdirectedαὐτοῖςto themtheἸησοῦς,Jesus,

7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ᾽ αὐτῶν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.

ἤγαγονthey broughtτὴνtheὄνονdonkeyκαὶandτὸνtheπῶλονcoltκαὶandἐπέθηκανputἐπ᾽uponαὐτῶνthemτὰtheἱμάτιαcloaksκαὶandἐπεκάθισενHe satἐπάνωonαὐτῶν.them.

8ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.

Theδὲnowπλεῖστοςvery greatὄχλοςcrowdἔστρωσανspreadἑαυτῶνtheir ownτὰtheἱμάτιαcloaksἐνonτῇtheὁδῷ,road,ἄλλοιothersδὲnowἔκοπτονwere cutting downκλάδουςbranchesἀπὸfromτῶνtheδένδρωνtreesκαὶandἐστρώννυονwere spreading themἐνonτῇtheὁδῷ.road.

9οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

οἱTheδὲnowὄχλοιcrowdsοἱwhichπροάγοντεςare going beforeαὐτὸνHimκαὶandοἱthoseἀκολουθοῦντεςfollowingἔκραζονthey were crying outλέγοντες·saying:ὡσαννὰHosannaτῷto theυἱῷSonΔαυίδ,of David!εὐλογημένοςBlessed isthe Oneἐρχόμενοςcomingἐνinὀνόματιthe nameκυρίου,of the Lord!ὡσαννὰHosannaἐνinτοῖςtheὑψίστοις.highest!

10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;

ΚαὶAndεἰσελθόντοςwhen was enteringαὐτοῦHeεἰςintoἹεροσόλυμαJerusalemἐσείσθηwas stirredπᾶσαalltheπόλιςcityλέγουσα·saying;τίςWhoἐστινisοὗτος;this?

11Οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

ΟἱtheδὲAndὄχλοιthe crowdsἔλεγον·were saying;οὗτόςThisἐστινistheπροφήτηςprophetἸησοῦς,Jesus,the OneἀπὸfromΝαζαρὲθNazarethτῆςtheΓαλιλαίας.of Galilee.

12Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.

ΚαὶAndεἰσῆλθενenteredἸησοῦςJesusεἰςintoτὸtheἱερὸνtempleκαὶandἐξέβαλενcast outπάνταςallτοὺςthoseπωλοῦνταςsellingκαὶandἀγοράζονταςbuyingἐνinτῷtheἱερῷ,temple,καὶandτὰςtheτραπέζαςtablesτῶνof theκολλυβιστῶνmoney changersκατέστρεψενHe overturnedκαὶandτὰςtheκαθέδραςseatsτῶνof thoseπωλούντωνsellingτὰςtheπεριστεράς.doves.

13καὶ λέγει αὐτοῖς· γέγραπται· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.

καὶAndλέγειHe saysαὐτοῖς·to them;γέγραπται·It has been written:Theοἶκόςhouseμουof Mineοἶκοςa houseπροσευχῆςof prayerκληθήσεται,will be called,’ὑμεῖςYou yourselvesδὲhoweverαὐτὸνitποιεῖτεmakeσπήλαιονa denλῃστῶν.of robbers.’

14καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.

καὶAndπροσῆλθονcameαὐτῷto Himτυφλοὶblindκαὶandχωλοὶlameἐνinτῷtheἱερῷ,temple,καὶandἐθεράπευσενHe healedαὐτούς.them.

15ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν

ἰδόντεςHaving seenδὲnowοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheγραμματεῖςscribesτὰtheθαυμάσιαwondersthatἐποίησενHe didκαὶandτοὺςtheπαῖδαςchildrenτοὺςwhoκράζονταςare crying outἐνinτῷtheἱερῷtempleκαὶandλέγοντας·saying;ὡσαννὰHosannaτῷto theυἱῷSonΔαυίδ,of David,ἠγανάκτησανthey were indignant

16καὶ εἶπαν αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί. οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;

καὶandεἶπανsaidαὐτῷ·to Him;ἀκούειςHear youτίwhatοὗτοιtheseλέγουσιν;say?theδὲAndἸησοῦςJesusλέγειsaysαὐτοῖς·to them;ναί.Yes.οὐδέποτεsurely sometimeἀνέγνωτεyou did readὅτιthatἐκOut of theστόματοςmouthνηπίωνof babesκαὶandθηλαζόντωνsucklingsκατηρτίσωYou have prepared for yourselfαἶνον;praise’?

17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.

ΚαὶAndκαταλιπὼνhaving leftαὐτοὺςthemἐξῆλθενHe wentἔξωout ofτῆςtheπόλεωςcityεἰςtoΒηθανίανBethanyκαὶandηὐλίσθηHe passed the nightἐκεῖ.there.

18πρωῒ δὲ ἐπαναγαγὼν εἰς τὴν πόλιν ἐπείνασεν,

πρωῒEarlyδὲthenἐπαναγαγὼνhe having come backεἰςintoτὴνtheπόλινcityἐπείνασεν,He became hungry,

19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτὴν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ· οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.

καὶAndἰδὼνhaving seenσυκῆνfig treeμίανoneἐπὶalongτῆςtheὁδοῦroadἦλθενHe cameἐπ᾽toαὐτὴνitκαὶandοὐδὲνno thingεὗρενfoundἐνonαὐτῇitεἰonlyμὴexceptφύλλαleavesμόνονaloneκαὶAndλέγειHe saysαὐτῇ·to it;οὐcertainlyμηκέτιno moreἐκfromσοῦyouκαρπὸςfruitγένηταιthere may beεἰςtoτὸνtheαἰῶνα.age.καὶAndἐξηράνθηwitheredπαραχρῆμαimmediatelytheσυκῆ.fig tree.

20καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;

καὶAndἰδόντεςhaving seen itοἱtheμαθηταὶdisciplesἐθαύμασανmarveledλέγοντες·saying;πῶςHowπαραχρῆμαso quicklyἐξηράνθηwitheredtheσυκῆ;fig tree?

21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·

ἈποκριθεὶςAnsweringδὲnowtheἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;ἀμὴνAmenλέγωI sayὑμῖν·to you;ἐὰνifἔχητεyou shall haveπίστινfaithκαὶandμὴnotδιακριθῆτε,shall doubt,οὐnotμόνονonlyτὸthe miracleτῆςof theσυκῆςfig treeποιήσετε,will you do,ἀλλὰbutκἂνeven ifτῷto theὄρειmountainτούτῳthisεἴπητε·you shall say;ἄρθητιdo be taken awayκαὶandβλήθητιdo be castεἰςintoτὴνtheθάλασσαν,sea,γενήσεται·it will come to pass;

22καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήμψεσθε.

καὶAndπάνταall thingsὅσαas much asἂνmaybeαἰτήσητεyou shall askἐνinτῇtheπροσευχῇprayerπιστεύοντες,believing,λήμψεσθε.you will receive.

23Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;

ΚαὶAndἐλθόντοςwhen was comingαὐτοῦHeεἰςintoτὸtheἱερὸνtempleπροσῆλθονcameαὐτῷto Himδιδάσκοντιteachingοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheπρεσβύτεροιeldersτοῦof theλαοῦpeopleλέγοντες·saying;ἐνByποίᾳwhatἐξουσίᾳauthorityταῦταthese thingsποιεῖςare You doingκαὶAndτίςwhoσοιto Youἔδωκενgaveτὴνtheἐξουσίανauthorityταύτην;this?

24Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

ἈποκριθεὶςAnsweringδὲnowtheἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;ἐρωτήσωWill askὑμᾶςyouκἀγὼI myself alsoλόγονthingἕνα,one,ὃνwhichἐὰνifεἴπητέyou shall tellμοιMeκἀγὼI myself alsoὑμῖνto youἐρῶwill sayἐνbyποίᾳwhatἐξουσίᾳauthorityταῦταthese thingsποιῶ.I do.

25τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;

τὸTheβάπτισμαbaptismτὸtheἸωάννουof Johnπόθενfrom whereἦν;was it?ἐξFromοὐρανοῦheavenorἐξfromἀνθρώπων;men?ΟἱtheδὲAndδιελογίζοντοthey were reasoningἐνamongἑαυτοῖςthemselvesλέγοντες·saying;ἐὰνIfεἴπωμεν·we shall say;ἐξFromοὐρανοῦ,heaven,ἐρεῖHe will sayἡμῖν·to us;διὰBecause ofτίwhyοὖνthenοὐκnotἐπιστεύσατεdid you believeαὐτῷ;in him?

26ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.

ἐὰνIfδὲhoweverεἴπωμεν·we shall say;ἐξFromἀνθρώπων,men,φοβούμεθαwe fearτὸνtheὄχλον·multitude;πάντεςallγὰρforὡςasπροφήτηνa prophetἔχουσινholdτὸνtheἸωάννην.John.

27Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

ΚαὶAndἀποκριθέντεςansweringτῷtheἸησοῦJesusεἶπαν·they said;οὐκNotοἴδαμεν.do we know.ἔφηWas sayingαὐτοῖςto themκαὶalsoαὐτός·He himself;οὐδὲNeitherἐγὼI myselfλέγωtellὑμῖνyouἐνbyποίᾳwhatἐξουσίᾳauthorityταῦταthese thingsποιῶ.I do.

28Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο, προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι

ΤίWhatδὲhoweverὑμῖνyouδοκεῖ;think?ἄνθρωποςA manεἶχενhadτέκναsonsδύο,two,προσελθὼνhaving comeτῷto theπρώτῳfirstεἶπεν·he said;τέκνον,Son,ὕπαγεdo goσήμερονtodayἐργάζουdo workἐνinτῷtheἀμπελῶνιvineyard

29ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.

theδὲAndἀποκριθεὶςansweringεἶπεν·he said;ἐγώ,Iκύριε·sirκαὶandοὐκnotἀπῆλθεν.he went.

30προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον μεταμεληθεὶς ἀπῆλθεν.

προσελθὼνHaving comeδὲthenτῷto theδευτέρῳsecondεἶπενhe saidὡσαύτως.likewise.theδὲAndἀποκριθεὶςansweringεἶπεν·he said;οὐnotθέλω·I willὕστερονafterwardμεταμεληθεὶςrepentingἀπῆλθεν.did he go.

31τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν ὁ ὕστερος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

τίςWhichἐκofτῶνtheδύοtwoἐποίησενdidτὸtheθέλημαwillτοῦof theπατρός;father?λέγουσινThey sayTheὕστερος.latterλέγειSaysαὐτοῖςto themtheἸησοῦς·Jesus;ἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatοἱtheτελῶναιtax collectorsκαὶandαἱtheπόρναιprostitutesπροάγουσινgo beforeὑμᾶςyouεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦ.of God.

32ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ. ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

ἦλθενCameγὰρforἸωάννηςJohnπρὸςtoὑμᾶςyouἐνin theὁδῷwayδικαιοσύνης,of righteousness,καὶandοὐκnotἐπιστεύσατεyou did believeαὐτῷ·in him;οἱtheδὲhoweverτελῶναιthe tax collectorsκαὶandαἱtheπόρναιprostitutesἐπίστευσανbelievedαὐτῷ.in him.ὑμεῖςyou yourselvesδὲthenἰδόντεςhaving seenοὐδὲnot evenμετεμελήθητεdid repentὕστερονafterwardτοῦtheπιστεῦσαιto believeαὐτῷ.him.

33Ἄλλην παραβολὴν ἀκούσατε· ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.

ἌλληνAnotherπαραβολὴνparableἀκούσατε·do hear:ἄνθρωποςA manἦνthere wasοἰκοδεσπότηςa master of a houseὅστιςwhoἐφύτευσενplantedἀμπελῶναa vineyardκαὶandφραγμὸνa fenceαὐτῷaround itπεριέθηκενplacedκαὶandὤρυξενhe dugἐνinαὐτῷitληνὸνa winepressκαὶandᾠκοδόμησενhe builtπύργονa towerκαὶandἐξέδετοhe rented outαὐτὸνitγεωργοῖςto farmersκαὶandἀπεδήμησεν.he traveled abroad.

34ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.

ὅτεWhenδὲthenἤγγισενdrew neartheκαιρὸςseasonτῶνof theκαρπῶν,fruits,ἀπέστειλενhe sentτοὺςtheδούλουςservantsαὐτοῦof himπρὸςtoτοὺςtheγεωργοὺςfarmersλαβεῖνto receiveτοὺςtheκαρποὺςfruitsαὐτοῦ.of him.

35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.

καὶAndλαβόντεςhaving takenοἱtheγεωργοὶfarmersτοὺςtheδούλουςservantsαὐτοῦ,of him,ὃνtheμὲνoneἔδειραν,they beat,ὃνanotherδὲandἀπέκτειναν,they killed,ὃνanotherδὲandἐλιθοβόλησαν.they stoned.

36πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.

πάλινAgainἀπέστειλενhe sentἄλλουςotherδούλουςservantsπλείοναςmoreτῶνthan theπρώτων,first,καὶandἐποίησανthey didαὐτοῖςto themὡσαύτως.likewise.

37ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.

ὕστερονAfterwardδὲthenἀπέστειλενhe sentπρὸςtoαὐτοὺςthemτὸνtheυἱὸνsonαὐτοῦof himλέγων·saying;ἐντραπήσονταιThey will respectτὸνtheυἱόνsonμου.of mine.

38Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ.

ΟἱtheδὲButγεωργοὶthe farmersἰδόντεςhaving seenτὸνtheυἱὸνsonεἶπονsaidἐνamongἑαυτοῖς·themselves;οὗτόςThisἐστινistheκληρονόμος·heir;δεῦτε,come,ἀποκτείνωμενlet us killαὐτὸνhimκαὶandσχῶμενlet us haveτὴνtheκληρονομίανinheritanceαὐτοῦ.of him.

39καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.

καὶAndλαβόντεςhaving takingαὐτὸνhimἐξέβαλονthey cast himἔξωout ofτοῦtheἀμπελῶνοςvineyardκαὶandἀπέκτειναν.killed him.

40ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;

ὅτανWhenοὖνthereforeἔλθῃmay cometheκύριοςmasterτοῦof theἀμπελῶνος,vineyard,τίwhatποιήσειwill he doτοῖςtheγεωργοῖςfarmersἐκείνοις;to those?

41λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτοὺς καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

λέγουσινThey sayαὐτῷ·to him;κακοὺςThe wretchesκακῶςgrievouslyἀπολέσειHe will destroyαὐτοὺςthemκαὶandτὸνtheἀμπελῶναvineyardἐκδώσεταιhe will rent outἄλλοιςto otherγεωργοῖςfarmersοἵτινεςwhoἀποδώσουσινwill giveαὐτῷto himτοὺςtheκαρποὺςfruitsἐνinτοῖςtheκαιροῖςseasonsαὐτῶν.of them.

42Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

ΛέγειSaysαὐτοῖςto themtheἸησοῦς·Jesus;οὐδέποτεsurely sometimeἀνέγνωτεyou did readἐνinταῖςtheγραφαῖς·Scriptures:λίθονThe stoneὃνwhichἀπεδοκίμασανrejectedοἱthoseοἰκοδομοῦντες,building,οὗτοςthisἐγενήθηhas becomeεἰςtheκεφαλὴνchiefγωνίας.corner.παρὰFromκυρίουthe Lordἐγένετοwasαὕτη,this,καὶandἔστινit isθαυμαστὴmarvelousἐνinὀφθαλμοῖςthe eyesἡμῶν;of us?’

43διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

διὰBecause ofτοῦτοthisλέγωI sayὑμῖνto youὅτιthatἀρθήσεταιit will be taken awayἀφ᾽fromὑμῶνyoutheβασιλείαkingdomτοῦtheθεοῦof Godκαὶandδοθήσεταιit will be givenἔθνειto a peopleποιοῦντιproducingτοὺςtheκαρποὺςfruitsαὐτῆς.of it.

44καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.

καὶAndthe oneπεσὼνhaving fallenἐπὶonτὸνtheλίθονstoneτοῦτονthisσυνθλασθήσεται·will be broken;ἐφ᾽onὃνwhomeverδ᾽butἂνmaybeπέσῃ,it may fall,λικμήσειit will grind to powderαὐτόν.him.

45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει.

ΚαὶAndἀκούσαντεςhaving heardοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheΦαρισαῖοιPhariseesτὰςtheπαραβολὰςparablesαὐτοῦof Himἔγνωσανthey knewὅτιthatπερὶaboutαὐτῶνthemλέγει.He speaks.

46καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

καὶAndζητοῦντεςseekingαὐτὸνHimκρατῆσαιto lay hold ofἐφοβήθησανthey fearedτοὺςtheὄχλους,crowds,ἐπεὶbecauseεἰςtoπροφήτηνa prophetαὐτὸνHimεἶχον.they were holding.

‹ Matthew 20Matthew 22 ›