Matthew 2 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 457 words in 23 verses.

Open Matthew 2 in the interlinear reader

1Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα

ΤοῦtheδὲNowἸησοῦJesusγεννηθέντοςhaving been bornἐνinΒηθλέεμBethlehemτῆςtheἸουδαίαςof Judeaἐνinἡμέραιςthe daysἩρῴδουof HerodτοῦtheβασιλέωςkingἰδοὺbeholdμάγοιMagiἀπὸfrom theἀνατολῶνeastπαρεγένοντοarrivedεἰςinἹεροσόλυμαJerusalem

2λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

λέγοντες·saying;ποῦWhereἐστινisthe Oneτεχθεὶςhaving been bornβασιλεὺςKingτῶνof theἸουδαίων;Jews?εἴδομενWe sawγὰρforαὐτοῦHisτὸνtheἀστέραstarἐνinτῇtheἀνατολῇeastκαὶandἤλθομενare comeπροσκυνῆσαιto worshipαὐτῷ.Him.

3Ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ,

ἈκούσαςHaving heardδὲthentheβασιλεὺςKingἩρῴδηςHerodἐταράχθηhe was troubledκαὶandπᾶσαallἹεροσόλυμαJerusalemμετ᾽withαὐτοῦ,him,

4καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.

καὶAndσυναγαγὼνhaving gathered togetherπάνταςallτοὺςtheἀρχιερεῖςchief priestsκαὶandγραμματεῖςscribesτοῦof theλαοῦpeopleἐπυνθάνετοhe was inquiringπαρ᾽ofαὐτῶνthemποῦwheretheχριστὸςChristγεννᾶται.is born.

5οἱ δὲ εἶπαν αὐτῷ· ἐν Βηθλέεμ τῆς Ἰουδαίας. οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·

οἱtheδὲAndεἶπανthey saidαὐτῷ·to him;ἐνInΒηθλέεμBethlehemτῆςtheἸουδαίας.of Judea.οὕτωςthusγὰρforγέγραπταιit has been writtenδιὰthroughτοῦtheπροφήτου·prophet:

6καὶ σὺ βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.

καὶAndσὺyou yourselfβηθλέεμBethlehemγῆlandἸούδα,of Judah,οὐδαμῶςby no meansἐλαχίστηleastεἶareἐνamongτοῖςtheἡγεμόσινrulersἸούδα·of Judah;ἐκoutσοῦof youγὰρforἐξελεύσεταιwill go forthἡγούμενοςOne leadingὅστιςwhoποιμανεῖwill shepherdτὸνtheλαόνpeopleμουof MineτὸνtheἸσραήλ.Israel.’

7Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,

ΤότεThenἩρῴδηςHerodλάθρᾳsecretlyκαλέσαςhaving calledτοὺςtheμάγουςMagiἠκρίβωσενinquired exactlyπαρ᾽ofαὐτῶνthemτὸνtheχρόνονtimeτοῦof theφαινομένουappearingἀστέρος,star,

8καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου. ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.

καὶAndπέμψαςhaving sentαὐτοὺςthemεἰςtoΒηθλέεμBethlehemεἶπεν·he said;πορευθέντεςHaving goneἐξετάσατεdo searchἀκριβῶςcarefullyπερὶforτοῦtheπαιδίου.Child.ἐπὰνwhenδὲthenεὕρητε,You may have found Him,ἀπαγγείλατέdo bring word backμοιto meὅπωςso thatκἀγὼI myself alsoἐλθὼνhaving comeπροσκυνήσωmay worshipαὐτῷ.Him.

9Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν. καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.

ΟἱtheδὲAndἀκούσαντεςhaving heardτοῦtheβασιλέωςkingἐπορεύθησαν.they went away.καὶandἰδοὺbeholdtheἀστὴρstarὃνwhichεἶδονthey sawἐνinτῇtheἀνατολῇeastπροῆγενwas going beforeαὐτοὺςthemἕωςuntilἐλθὼνhaving arrivedἐστάθηit was stoodἐπάνωoverοὗwhereἦνwasτὸtheπαιδίον.Child.

10ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα,

ἰδόντεςHaving seenδὲnowτὸνtheἀστέραstarἐχάρησανthey rejoiced withχαρὰνjoyμεγάληνgreatσφόδρα,exceedingly,

11καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.

καὶAndἐλθόντεςhaving comeεἰςintoτὴνtheοἰκίανhouseεἶδονthey sawτὸtheπαιδίονChildμετὰwithΜαρίαςMaryτῆςtheμητρὸςmotherαὐτοῦ,of Him,καὶandπεσόντεςhaving fallen downπροσεκύνησανthey worshipedαὐτῷ,Him,καὶandἀνοίξαντεςhaving openedτοὺςtheθησαυροὺςtreasuresαὐτῶνof themπροσήνεγκανthey offeredαὐτῷto Himδῶρα,gifts,χρυσὸνgoldκαὶandλίβανονfrankincenseκαὶandσμύρναν.myrrh.

12καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

καὶAndχρηματισθέντεςhaving been divinely warnedκατ᾽inὄναρa dreamμὴnotἀνακάμψαιto returnπρὸςtoἩρῴδην,Herod,δι᾽throughἄλληςanotherὁδοῦrouteἀνεχώρησανthey withdrewεἰςintoτὴνtheχώρανcountryαὐτῶν.of them.

13Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.

ἈναχωρησάντωνWhen were withdrawingδὲthenαὐτῶνtheyἰδοὺbeholdἄγγελοςan angelκυρίουof the Lordφαίνεταιappearsκατ᾽inὄναρa dreamτῷtheἸωσὴφto Josephλέγων·saying;ἐγερθεὶςHaving arisenπαράλαβεdo takeτὸtheπαιδίονChildκαὶandτὴνtheμητέραmotherαὐτοῦof Himκαὶandφεῦγεdo fleeεἰςintoΑἴγυπτονEgyptκαὶandἴσθιdo remainἐκεῖthereἕωςuntilἂνwhenεἴπωI may tellσοι·you;μέλλειis aboutγὰρforἩρῴδηςHerodζητεῖνis to seekτὸtheπαιδίονChildτοῦtheἀπολέσαιto destroyαὐτό.Him.

14ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,

theδὲAndἐγερθεὶςhaving arisenπαρέλαβενhe tookτὸtheπαιδίονChildκαὶandτὴνtheμητέραmotherαὐτοῦof Himνυκτὸςby nightκαὶandἀνεχώρησενwithdrewεἰςintoΑἴγυπτον,Egypt,

15καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.

καὶandἦνhe was remainingἐκεῖthereἕωςuntilτῆςtheτελευτῆςdeathἩρῴδου,of Herod,ἵναso thatπληρωθῇit may be fulfilledτὸthatῥηθὲνhaving been spokenὑπὸbyκυρίουLordδιὰthroughτοῦtheπροφήτουprophetλέγοντος·saying;ἐξOutΑἰγύπτουof EgyptἐκάλεσαI calledτὸνtheυἱόνSonμου.of mine.

16Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.

ΤότεThenἩρῴδηςHerodἰδὼνhaving seenὅτιthatἐνεπαίχθηhe had been outwittedὑπὸbyτῶνtheμάγωνMagiἐθυμώθηwas enragedλίαν,intensely,καὶandἀποστείλαςhaving sent forthἀνεῖλενhe executedπάνταςallτοὺςtheπαῖδαςboysτοὺςthat wereἐνinΒηθλέεμBethlehemκαὶandἐνinπᾶσινallτοῖςtheὁρίοιςvicinityαὐτῆςof itἀπὸfromδιετοῦςtwo years oldκαὶandκατωτέρωunderκατὰaccording toτὸνtheχρόνονtimeὃνwhichἠκρίβωσενhe had ascertainedπαρὰfromτῶνtheμάγων.Magi.

17Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·

ΤότεThenἐπληρώθηwas fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughἸερεμίουJeremiahτοῦtheπροφήτουprophetλέγοντος·saying;

18φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.

φωνὴA voiceἐνinῬαμὰRamahἠκούσθη,was heard,κλαυθμὸςweepingκαὶandὀδυρμὸςmourningπολύς,great,ῬαχὴλRachelκλαίουσαweeping forτὰtheτέκναchildrenαὐτῆς,of her,καὶandοὐκnotἤθελενwas willingπαρακληθῆναιto be comfortedὅτιbecauseοὐκno moreεἰσίν.they are.

19Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ

ΤελευτήσαντοςWhen was dyingδὲnowτοῦtheἩρῴδουHerodἰδοὺbeholdἄγγελοςan angelκυρίουof the Lordφαίνεταιappearsκατ᾽inὄναρa dreamτῷtheἸωσὴφto JosephἐνinΑἰγύπτῳEgypt

20λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.

λέγων·saying;ἐγερθεὶςHaving arisenπαράλαβεdo takeτὸtheπαιδίονChildκαὶandτὴνtheμητέραmotherαὐτοῦof Himκαὶandπορεύουdo goεἰςintoγῆνthe landἸσραήλ·of Israel;τεθνήκασινthey have diedγὰρforοἱthoseζητοῦντεςseekingτὴνtheψυχὴνlifeτοῦof theπαιδίου.Child.

21Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.

theδὲAndἐγερθεὶςhaving arisenπαρέλαβενhe tookτὸtheπαιδίονChildκαὶandτὴνtheμητέραmotherαὐτοῦof Himκαὶandεἰσῆλθενenteredεἰςintoγῆνthe landἸσραήλ.of Israel.

22Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν. χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,

ἈκούσαςHaving heardδὲnowὅτιthatἈρχέλαοςArchelausβασιλεύειrulesτῆςtheἸουδαίαςJudeaἀντὶin place ofτοῦtheπατρὸςfatherαὐτοῦof himἩρῴδουHerodἐφοβήθηhe was afraidἐκεῖthereἀπελθεῖν.to go.χρηματισθεὶςhaving been divinely warnedδὲnowκατ᾽inὄναρa dreamἀνεχώρησενhe withdrewεἰςintoτὰtheμέρηdistrictτῆςtheΓαλιλαίας,of Galilee,

23καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

καὶandἐλθὼνhaving comeκατῴκησενhe dweltεἰςinπόλινa cityλεγομένηνbeing namedΝαζαρέτ,Nazareth,ὅπωςso thatπληρωθῇit may be fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughτῶνtheπροφητῶνprophetsὅτιthatΝαζωραῖοςA Nazareneκληθήσεται.He will be called.

‹ Matthew 1Matthew 3 ›