Matthew 19 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 528 words in 30 verses.

Open Matthew 19 in the interlinear reader

1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.

ΚαὶAndἐγένετοit came to passὅτεwhenἐτέλεσενfinishedtheἸησοῦςJesusτοὺςtheλόγουςwordsτούτους,these,μετῆρενHe withdrewἀπὸfromτῆςtheΓαλιλαίαςGalileeκαὶandἦλθενcameεἰςtoτὰtheὅριαregionτῆςtheἸουδαίαςof JudeaπέρανbeyondτοῦtheἸορδάνου.Jordan.

2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

καὶAndἠκολούθησανfollowedαὐτῷHimὄχλοιcrowdsπολλοί,great,καὶandἐθεράπευσενHe healedαὐτοὺςthemἐκεῖ.there.

3καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;

καὶAndπροσῆλθονcameαὐτῷto HimΦαρισαῖοιPhariseesπειράζοντεςtestingαὐτὸνHimκαὶandλέγοντεςsayingεἰIfἔξεστινis it lawfulἀπολῦσαιto divorceτὴνtheγυναῖκαa wifeαὐτοῦof himκατὰforπᾶσανeveryαἰτίαν;cause?

4Ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;

WhichδὲnowἀποκριθεὶςansweringεἶπενHe saidοὐκSurelyἀνέγνωτεyou have readὅτιthatthe Oneκτίσαςcreatedἀπ᾽from theἀρχῆςbeginningἄρσενmaleκαὶandθῆλυfemaleἐποίησενmadeαὐτούς;them?

5καὶ εἶπεν· ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν

καὶandεἶπεν·said;ἕνεκαOn account ofτούτουthisκαταλείψειwill leaveἄνθρωποςa manτὸνtheπατέραfatherκαὶandτὴνtheμητέραmotherκαὶandκολληθήσεταιwill be joined withτῇtheγυναικὶwifeαὐτοῦ,of him,καὶandἔσονταιwill becomeοἱtheδύοtwoεἰςintoσάρκαfleshμίανone’

6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.

ὥστεso thatοὐκέτιno longerεἰσὶνare theyδύοtwoἀλλὰbutσὰρξfleshμία.one.WhatοὖνthereforetheθεὸςGodσυνέζευξεν,united together,ἄνθρωποςmanμὴnotχωριζέτω.should separate.

7Λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι

ΛέγουσινThey sayαὐτῷ·to Him;τίWhyοὖνthenΜωϋσῆςMosesἐνετείλατοdid commandδοῦναιto giveβιβλίονa rollἀποστασίουof divorceκαὶandἀπολῦσαιto send away

8Λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.

ΛέγειHe saysαὐτοῖςto themὅτιthatΜωϋσῆςMosesπρὸςin view ofτὴνtheσκληροκαρδίανhardness of heartὑμῶνof youἐπέτρεψενallowedὑμῖνyouἀπολῦσαιto divorceτὰςtheγυναῖκαςwivesὑμῶν·of you;ἀπ᾽from theἀρχῆςbeginningδὲhoweverοὐnotγέγονενwas itοὕτως.this way.

9Λέγω δὲ ὑμῖν· ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται.

ΛέγωI sayδὲnowὑμῖν·to you:ὅτιthatὃςwhoeverἂνmaybeἀπολύσῃmay divorceτὴνtheγυναῖκαwifeαὐτοῦof himμὴexceptἐπὶforπορνείᾳsexual immoralityκαὶandγαμήσῃshall marryἄλλην,another,μοιχᾶται.commits adultery.

10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.

ΛέγουσινSayαὐτῷto HimοἱtheμαθηταὶdisciplesεἰIfοὕτωςthisἐστὶνistheαἰτίαcaseτοῦof theἀνθρώπουmanμετὰwithτῆςtheγυναικός,wife,οὐnotσυμφέρειit is betterγαμῆσαι.to marry.

11Ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσιν τὸν λόγον ἀλλ᾽ οἷς δέδοται.

theδὲAndεἶπενHe saidαὐτοῖς·to them;οὐNotπάντεςallχωροῦσινreceiveτὸνtheλόγονwordἀλλ᾽but only thoseοἷςto whomδέδοται.it has been given.

12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

εἰσὶνThere areγὰρforεὐνοῦχοιeunuchsοἵτινεςwhoἐκfrom theκοιλίαςwombμητρὸςof their motherἐγεννήθησανwere bornοὕτως,thus,καὶandεἰσὶνthere areεὐνοῦχοιeunuchsοἵτινεςwhoεὐνουχίσθησανwere made eunuchsὑπὸbyτῶνtheἀνθρώπων,men,καὶandεἰσὶνthere areεὐνοῦχοιeunuchsοἵτινεςwhoεὐνούχισανmade eunuchs ofἑαυτοὺςthemselvesδιὰfor the sake ofτὴνtheβασιλείανkingdomτῶνof theοὐρανῶν.heavens.The oneδυνάμενοςbeing ableχωρεῖνto receive itχωρείτω.he should receive it.

13Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.

ΤότεThenπροσηνέχθησανwere broughtαὐτῷto Himπαιδίαlittle childrenἵναthatτὰςtheχεῖραςhandsἐπιθῇHe may layαὐτοῖςon themκαὶandπροσεύξηται·He may pray;οἱtheδὲhoweverμαθηταὶthe disciplesἐπετίμησανrebukedαὐτοῖς.them.

14ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

theδὲAndἸησοῦςJesusεἶπεν·said;ἄφετεdo permitτὰtheπαιδίαlittle childrenκαὶandμὴnotκωλύετεdo forbidαὐτὰthemἐλθεῖνto comeπρόςtoμε·Me;τῶνof theγὰρforτοιούτωνof such kindἐστὶνistheβασιλείαkingdomτῶνof theοὐρανῶν.heavens.

15καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.

καὶAndἐπιθεὶςhaving laidτὰςtheχεῖραςhandsαὐτοῖςupon themἐπορεύθηHe departedἐκεῖθεν.from there.

16Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν· διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;

ΚαὶAndἰδοὺbeholdεἷςoneπροσελθὼνhaving comeαὐτῷto Himεἶπεν·said:διδάσκαλεTeacherτίwhatἀγαθὸνgood thingποιήσωshall I doἵναthatσχῶI may haveζωὴνlifeαἰώνιον;eternal?

17ὁ δὲ εἶπεν αὐτῷ· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολάς.

theδὲAndεἶπενHe saidαὐτῷ·to him;τίWhyμεMeἐρωτᾷςyou askπερὶaboutτοῦwhat isἀγαθοῦ;good?εἷςOneἐστινistheἀγαθόςgoodεἰIfδὲhoweverθέλειςyou desireεἰςintoτὴνtheζωὴνlifeεἰσελθεῖν,to enter,τήρειdo keepτὰςtheἐντολάς.commandments.

18Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς ἔφη· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,

ΛέγειHe saysαὐτῷ·to him;ποίας;Which commandments?theδὲAndἸησοῦςJesusἔφη·was sayingτὸtheοὐNotφονεύσεις,will you murder,οὐnotμοιχεύσεις,will you commit adultery,οὐnotκλέψεις,will you steal,οὐnotψευδομαρτυρήσεις,will you bear false witness,

19τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

τίμαdo honorτὸνtheπατέραfatherκαὶandτὴνtheμητέρα,mother,καὶandἀγαπήσειςyou will loveτὸνtheπλησίονneighbourσουof youὡςasσεαυτόν.yourself.’

20Λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφύλαξα τί ἔτι ὑστερῶ;

ΛέγειSaysαὐτῷto himtheνεανίσκος·young man;πάνταAllταῦταtheseἐφύλαξαI have keptτίWhatἔτιyetὑστερῶ;do I lack?

21Ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.

ἜφηWas sayingαὐτῷto himtheἸησοῦς·Jesus;εἰIfθέλειςyou desireτέλειοςperfectεἶναι,to be,ὕπαγεdo goπώλησόνdo sellσουof youτὰtheὑπάρχονταpossessionsκαὶandδὸςdo giveτοῖςto theπτωχοῖς·poor;καὶandἕξειςyou will haveθησαυρὸνtreasureἐνinοὐρανοῖς,the heavens,καὶandδεῦροcomeἀκολούθειdo followμοι.Me.

22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν τοῦτον λόγον ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.

ἈκούσαςHaving heardδὲnowtheνεανίσκοςyoung manτὸνtheτοῦτονthisλόγονstatementἀπῆλθενhe went awayλυπούμενος·grieving;ἦνhe was oneγὰρforἔχωνhavingκτήματαpossessionsπολλά.many.

23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

theδὲAndἸησοῦςJesusεἶπενsaidτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;ἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatπλούσιοςa rich manδυσκόλωςwith difficultyεἰσελεύσεταιwill enterεἰςintoτὴνtheβασιλείανkingdomτῶνof theοὐρανῶν.heavens.

24Πάλιν δὲ λέγω ὑμῖν· εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

ΠάλινAgainδὲnowλέγωI sayὑμῖν·to you;εὐκοπώτερόνeasier forἐστινit isκάμηλονa camelδιὰthrough theτρήματοςan eyeῥαφίδοςof a needleεἰσελθεῖνto enterthanπλούσιονa rich manεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦ.of God.

25Ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι;

ἈκούσαντεςHaving heardδὲnowοἱtheμαθηταὶdisciplesἐξεπλήσσοντοwere astonishedσφόδραexceedinglyλέγοντες·saying;τίςWhoἄραthenδύναταιis ableσωθῆναι;to be saved?

26ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά

ἐμβλέψαςHaving looked on themδὲnowtheἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;παρὰWithἀνθρώποιςmenτοῦτοthisἀδύνατόνimpossibleἐστιν,is,παρὰwithδὲhoweverθεῷGodπάνταall things areδυνατάpossible

27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;

ΤότεThenἀποκριθεὶςansweringtheΠέτροςPeterεἶπενsaidαὐτῷ·to Him;ἰδοὺBeholdἡμεῖςwe ourselvesἀφήκαμενleftπάνταall thingsκαὶandἠκολουθήσαμένwe followedσοι·You;τίwhatἄραthenἔσταιwill beἡμῖν;to us?

28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

theδὲAndἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;ἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatὑμεῖςyou yourselvesοἱwhoἀκολουθήσαντέςhaving followedμοιMeἐνinτῇtheπαλιγγενεσίᾳ,regeneration,ὅτανwhenκαθίσῃmay sit downtheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐπὶuponθρόνουthe throneδόξηςof gloryαὐτοῦ,of Him,καθήσεσθεwill sitκαὶalsoὑμεῖςyou yourselvesἐπὶonδώδεκαtwelveθρόνουςthronesκρίνοντεςjudgingτὰςtheδώδεκαtwelveφυλὰςtribesτοῦtheἸσραήλ.of Israel.

29Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός ἐμοῦ, πολλαπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.

ΚαὶAndπᾶςeveryoneὅστιςwhoἀφῆκενhas leftοἰκίαςhousesorἀδελφοὺςbrothersorἀδελφὰςsistersorπατέραfatherorμητέραmotherorτέκναchildrenorἀγροὺςlandsἕνεκενfor the sake ofτοῦtheὀνόματόςnameἐμοῦ,of Meπολλαπλασίοναmany moreλήμψεταιwill receiveκαὶandζωὴνlifeαἰώνιονeternalκληρονομήσει.will inherit.

30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.

ΠολλοὶManyδὲhoweverἔσονταιwill beπρῶτοιfirstἔσχατοι,last,καὶandἔσχατοιlastπρῶτοι.first.

‹ Matthew 18Matthew 20 ›