Matthew 16 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 526 words in 28 verses.

Open Matthew 16 in the interlinear reader

1καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.

καὶAndπροσελθόντεςhaving approachedοἱtheΦαρισαῖοιPhariseesκαὶandΣαδδουκαῖοι,Sadducees,πειράζοντεςtestingἐπηρώτησανthey askedαὐτὸνHimσημεῖονa signἐκout ofτοῦtheοὐρανοῦheavenἐπιδεῖξαιto showαὐτοῖς.them.

2Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὀψίας γενομένης λέγετε· εὐδία, πυρράζει γὰρ ὁ οὐρανός.

theδὲAndἀποκριθεὶςansweringεἶπενHe saidαὐτοῖς·to them;ὀψίαςEveningγενομένηςhaving comeλέγετε·you say;εὐδία,Fair weather,πυρράζειis redγὰρfortheοὐρανός.sky.

3καὶ πρωΐ· σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;

καὶAndπρωΐ·in the morning;σήμερονTodayχειμών,a storm,πυρράζειis redγὰρforστυγνάζωνbeing overcasttheοὐρανός.sky.τὸTheμὲνindeedπρόσωπονappearanceτοῦof theοὐρανοῦskyγινώσκετεyou know howδιακρίνειν,to discern,τὰtheδὲhoweverσημεῖαthe signsτῶνof theκαιρῶνtimesοὐnotδύνασθε;you are able?

4γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

γενεὰA generationπονηρὰevilκαὶandμοιχαλὶςadulterousσημεῖονa signἐπιζητεῖ·seeks;καὶandσημεῖονa signοὐnotδοθήσεταιwill be givenαὐτῇto itεἰonlyμὴexceptτὸtheσημεῖονsignἸωνᾶof JonahκαὶAndκαταλιπὼνhaving leftαὐτοὺςthemἀπῆλθεν.He went away.

5Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν.

ΚαὶAndἐλθόντεςhaving comeοἱtheμαθηταὶdisciplesεἰςtoτὸtheπέρανother sideἐπελάθοντοthey forgotἄρτουςbreadλαβεῖν.to take.

6Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

theδὲAndἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;ὁρᾶτεdo watchκαὶandπροσέχετεdo bewareἀπὸofτῆςtheζύμηςleavenτῶνof theΦαρισαίωνPhariseesκαὶandΣαδδουκαίων.Sadducees.

7οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν.

οἱtheδὲAndδιελογίζοντοthey were reasoningἐνamongἑαυτοῖςthemselvesλέγοντεςsayingὅτιBecauseἄρτουςbreadοὐκnotἐλάβομεν.we took.

8Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε;

ΓνοὺςHaving known thisδὲhowevertheἸησοῦςJesusεἶπενsaidτίWhyδιαλογίζεσθεreason youἐνamongἑαυτοῖς,yourselves,ὀλιγόπιστοι,O you of little faith,ὅτιbecauseἄρτουςbreadοὐκnotἔχετε;you take?

9οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε;

οὔπωNot yetνοεῖτεdo you understandοὐδὲnorμνημονεύετεrememberτοὺςtheπέντεfiveἄρτουςloavesτῶνfor theπεντακισχιλίωνfive thousandκαὶandπόσουςhow manyκοφίνουςhand-basketsἐλάβετε;you gathered?

10οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;

οὐδὲNor rememberτοὺςtheἑπτὰsevenἄρτουςloavesτῶνfor theτετρακισχιλίωνfour thousandκαὶandπόσαςhow manyσπυρίδαςbasketsἐλάβετε;you gathered?

11πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

πῶςHowοὐnotνοεῖτεunderstand youὅτιthatοὐnotπερὶconcerningἄρτωνloavesεἶπονI spokeὑμῖν;to you?προσέχετεdo bewareδὲalsoἀπὸofτῆςtheζύμηςleavenτῶνof theΦαρισαίωνPhariseesκαὶandΣαδδουκαίων.Sadducees!

12Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἄρτων ἀλλ᾽ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

ΤότεThenσυνῆκανthey understoodὅτιthatοὐκnotεἶπενHe saidπροσέχεινto bewareἀπὸofτῆςtheζύμηςleavenτῶνof theἄρτωνloavesἀλλ᾽butἀπὸofτῆςtheδιδαχῆςteachingτῶνof theΦαρισαίωνPhariseesκαὶandΣαδδουκαίων.Sadducees.

13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;

ἘλθὼνHaving comeδὲthentheἸησοῦςJesusεἰςintoτὰtheμέρηdistrictΚαισαρείαςof CaesareaτῆςtheΦιλίππουPhilippiἠρώταHe was questioningτοὺςtheμαθητὰςdisciplesαὐτοῦof Himλέγων·saying;τίναWhomλέγουσινdo pronounceοἱtheἄνθρωποιmenεἶναιto beτὸνtheυἱὸνSonτοῦtheἀνθρώπου;of man?

14οἱ δὲ εἶπαν· οἱ μέν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δέ· Ἠλίαν, ἕτεροι δέ· Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.

οἱtheδὲAndεἶπαν·they said:οἱSomeμέν·indeed,ἸωάννηνJohnτὸνtheβαπτιστήν,Baptist,ἄλλοιothersδέ·however,Ἠλίαν,Elijah,ἕτεροιothersδέ·however,ἸερεμίανJeremiahorἕναoneτῶνof theπροφητῶν.prophets.

15λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

λέγειHe saysαὐτοῖς·to them;ὑμεῖςYou yourselvesδὲbutτίναwhomμεMeλέγετεdo you pronounceεἶναι;to be?

16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.

ἈποκριθεὶςAnsweringδὲnowΣίμωνSimonΠέτροςPeterεἶπεν·said;σὺYou yourselfεἶaretheχριστὸςChristtheυἱὸςSonτοῦtheθεοῦof Godτοῦtheζῶντος.living.

17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.

ἈποκριθεὶςAnsweringδὲnowtheἸησοῦςJesusεἶπενsaidαὐτῷ·to him;μακάριοςBlessedεἶ,are you,ΣίμωνSimonΒαριωνᾶ,Barjona!ὅτιForσὰρξfleshκαὶandαἷμαbloodοὐκnotἀπεκάλυψένrevealed itσοιto youἀλλ᾽buttheπατήρFatherμουof Minewho isἐνinτοῖςtheοὐρανοῖς.heavens.

18κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

κἀγὼI myself alsoδέnowσοιto youλέγωsayὅτιthatσὺyou yourselfεἶareΠέτροςPeterκαὶandἐπὶonταύτῃthisτῇtheπέτρᾳrockοἰκοδομήσωI will buildμουMyτὴνtheἐκκλησίαν,church,καὶandπύλαιthe gatesᾅδουof hadesοὐnotκατισχύσουσινwill prevail againstαὐτῆς.it.

19δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

δώσωI will giveσοιto youτὰςtheκλεῖδαςkeysτῆςof theβασιλείαςkingdomτῶνof theοὐρανῶν,heavens,καὶandwhateverἐὰνifδήσῃςyou shall bindἐπὶonτῆςtheγῆς,earth,ἔσταιwill beδεδεμένονboundἐνinτοῖςtheοὐρανοῖς,heavens,καὶandwhateverἐὰνmaybeλύσῃςyou shall looseἐπὶonτῆςtheγῆς,earth,ἔσταιwill beλελυμένονloosedἐνinτοῖςtheοὐρανοῖς.heavens.

20Τότε ἐπετίμησεν τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ χριστός.

ΤότεThenἐπετίμησενhe rebukedτοῖςtheμαθηταῖςdisciplesἵναthatμηδενὶto no oneεἴπωσινthey may sayὅτιthatαὐτόςHe himselfἐστινistheχριστός.Christ.

21Ἀπὸ τότε ἤρξατο Ἰησοῦς Χριστὸς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

ἈπὸFromτότεthat timeἤρξατοbeganἸησοῦςJesusΧριστὸςChristδεικνύεινto showτοῖςto theμαθηταῖςdisciplesαὐτοῦof Himὅτιthatδεῖit is necessary forαὐτὸνHimεἰςtoἹεροσόλυμαJerusalemἀπελθεῖνto go awayκαὶandπολλὰmany thingsπαθεῖνto sufferἀπὸfromτῶνtheπρεσβυτέρωνeldersκαὶandἀρχιερέωνchief priestsκαὶandγραμματέωνscribesκαὶandἀποκτανθῆναιto be killedκαὶandτῇon theτρίτῃthirdἡμέρᾳdayἐγερθῆναι.to be raised.

22καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.

καὶAndπροσλαβόμενοςhaving taken asideαὐτὸνHimtheΠέτροςPeterἤρξατοbeganἐπιτιμᾶνto rebukeαὐτῷHimλέγων·saying;ἵλεώςFar be itσοι,from You,κύριε·Lord;οὐcertainlyμὴnotἔσταιwill beσοιto Youτοῦτο.this.

23Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου σατανᾶ, σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

theδὲAndστραφεὶςhaving turnedεἶπενHe saidτῷtheΠέτρῳ·to Peter;ὕπαγεdo goὀπίσωbehindμουMeσατανᾶ,Satan!σκάνδαλονA stumbling blockεἶyou areἐμοῦ,to me,ὅτιForοὐnotφρονεῖςyour thoughts are ofτὰthoseτοῦtheθεοῦof Godἀλλὰbutτὰof the thingsτῶνtheἀνθρώπων.of men.

24Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.

ΤότεThentheἸησοῦςJesusεἶπενsaidτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;εἴIfτιςanyoneθέλειdesiresὀπίσωafterμουMeἐλθεῖν,to come,ἀπαρνησάσθωhe should denyἑαυτὸνhimselfκαὶandἀράτωhe should take upτὸνtheσταυρὸνcrossαὐτοῦof himκαὶandἀκολουθείτωhe should followμοι.Me.

25ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.

ὃςWhoeverγὰρforἐὰνmaybeθέλῃshall desireτὴνtheψυχὴνlifeαὐτοῦof himσῶσαι,to save,ἀπολέσειwill loseαὐτήν·it;ὃςwhoeverδ᾽howeverἂνmaybeἀπολέσῃshall loseτὴνtheψυχὴνlifeαὐτοῦof himἕνεκενon account ofἐμοῦ,Me,εὑρήσειwill findαὐτήν.it.

26Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

ΤίWhatγὰρforὠφεληθήσεταιwill it be profitableἄνθρωπος,for a man,ἐὰνifτὸνtheκόσμονworldὅλονwholeκερδήσῃ,he shall gain,τὴνtheδὲbutψυχὴνthe soulαὐτοῦof himζημιωθῇ;shall lose?Orτίwhatδώσειwill giveἄνθρωποςa manἀντάλλαγμαas an exchange forτῆςtheψυχῆςsoulαὐτοῦ;of him?

27μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

μέλλειIs aboutγὰρfortheυἱὸςSonτοῦof theἀνθρώπουmanἔρχεσθαιto comeἐνinτῇtheδόξῃgloryτοῦof theπατρὸςFatherαὐτοῦof Himμετὰwithτῶνtheἀγγέλωνangelsαὐτοῦof HimκαὶandτότεthenἀποδώσειHe will giveἑκάστῳto eachκατὰaccording toτὴνtheπρᾶξινdeedsαὐτοῦ.of him.

28Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

ἈμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatεἰσίνthere areτινεςsomeτῶνof thoseὧδεhereἑστώτωνalready standingοἵτινεςwhoοὐcertainlyμὴnotγεύσωνταιshall tasteθανάτουof deathἕωςuntilἂνwhenἴδωσινthey may have seenτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof Manἐρχόμενονcomingἐνinτῇtheβασιλείᾳkingdomαὐτοῦ.of Him.

‹ Matthew 15Matthew 17 ›