The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1071 words in 58 verses.
Open Matthew 13 in the interlinear reader1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν.
ἘνInτῇtheἡμέρᾳdayἐκείνῃthatἐξελθὼνhaving gone forthὁtheἸησοῦςJesusτῆςfrom theοἰκίαςhouseἐκάθητοwas sittingπαρὰbyτὴνtheθάλασσαν.sea.
2καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοὶ ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
καὶAndσυνήχθησανwere gathered togetherπρὸςtoαὐτὸνHimὄχλοιcrowdsπολλοὶgreatὥστεso thatαὐτὸνHeεἰςintoπλοῖονa boatἐμβάνταhaving climbed intoκαθῆσθαι,to sit down,καὶandπᾶςallὁtheὄχλοςcrowdἐπὶonτὸνtheαἰγιαλὸνshoreεἱστήκει.had stood.
3καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
καὶAndἐλάλησενHe spokeαὐτοῖςto themπολλὰmany thingsἐνinπαραβολαῖςparablesλέγων·saying;ἰδοὺBeholdἐξῆλθενwent outὁthe oneσπείρωνsowingτοῦtheσπείρειν.to sow.
4καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά.
καὶAndἐνinτῷtheσπείρεινsowingαὐτὸνof himἃsomeμὲνindeedἔπεσενfellπαρὰalongτὴνtheὁδόν,road,καὶandἐλθόνταhaving comeτὰtheπετεινὰbirdsκατέφαγενdevouredαὐτά.them.
5ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς.
ἄλλαOtherδὲnowἔπεσενfellἐπὶuponτὰtheπετρώδηrocky placesὅπουwhereοὐκnotεἶχενit was havingγῆνsoilπολλήν,much,καὶandεὐθέωςimmediatelyἐξανέτειλενit sprang upδιὰthroughτὸtheμὴnotἔχεινhavingβάθοςdepthγῆς.of soil.
6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
ἡλίουwhen the sunδὲnowἀνατείλαντοςhaving risenἐκαυματίσθη,they were scorched,καὶandδιὰthroughτὸtheμὴnotἔχεινhavingῥίζανrootἐξηράνθη.were dried up.
7ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά.
ἄλλαOtherδὲnowἔπεσενfellἐπὶuponτὰςtheἀκάνθας,thorns,καὶandἀνέβησανgrew upαἱtheἄκανθαιthornsκαὶandἀπέπνιξανchoked fromαὐτά.them.
8ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
ἄλλαOtherδὲnowἔπεσενfellἐπὶuponτὴνtheγῆνsoilτὴνtheκαλὴνgoodκαὶandἐδίδουwere yieldingκαρπόν,fruit,ὃsomeμὲνindeedἑκατόν,a hundredfold,ὃsomeδὲhoweverἑξήκοντα,sixty,ὃsomeδὲhoweverτριάκοντα.thirty.
9ὁ ἔχων ὦτα ἀκουέτω.
ὁThe oneἔχωνhavingὦταearsἀκουέτω.he should hear.
10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
ΚαὶAndπροσελθόντεςhaving comeοἱtheμαθηταὶdisciplesεἶπανsaidαὐτῷ·to Him;διὰBecause ofτίwhyἐνinπαραβολαῖςparablesλαλεῖςspeak Youαὐτοῖς;to them?
11ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
ὁtheδὲAndἀποκριθεὶςansweringεἶπενHe saidὅτιBecauseὑμῖνto youδέδοταιit has been grantedγνῶναιto knowτὰtheμυστήριαmysteriesτῆςof theβασιλείαςkingdomτῶνof theοὐρανῶν,heavens,ἐκείνοιςto themδὲhoweverοὐnotδέδοται.it has been granted.
12ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
ὅστιςWhoeverγὰρforἔχει,has,δοθήσεταιwill be givenαὐτῷto himκαὶandπερισσευθήσεται·will be abundant to himὅστιςwhoeverδὲnowοὐκnotἔχει,has,καὶevenὃwhatἔχειhe hasἀρθήσεταιwill be taken awayἀπ᾽fromαὐτοῦ.him.
13διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν.
διὰBecause ofτοῦτοthisἐνinπαραβολαῖςparablesαὐτοῖςto themλαλῶI speakὅτιBecauseβλέποντεςseeingοὐnotβλέπουσινdo they seeκαὶandἀκούοντεςhearingοὐκnotἀκούουσινdo they hearοὐδὲnorσυνίουσιν.do they understand.
14καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
καὶAndἀναπληροῦταιis fulfilledαὐτοῖςthemἡtheπροφητείαprophecyἨσαΐουof Isaiahἡwhoλέγουσα·is saying:ἀκοῇIn hearingἀκούσετεyou will hearκαὶandοὐcertainlyμὴnotσυνῆτε,may understand,καὶandβλέποντεςlookingβλέψετεyou will lookκαὶandοὐcertainlyμὴnotἴδητε.may perceive.
15ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.
ἐπαχύνθηHas grown dullγὰρforἡtheκαρδίαheartτοῦof theλαοῦpeopleτούτου,this,καὶandτοῖςwith theὠσὶνearsβαρέωςbarelyἤκουσαν,they have heard,καὶandτοὺςtheὀφθαλμοὺςeyesαὐτῶνof themἐκάμμυσαν·they have closed;μήποτεotherwiseἴδωσινthey may seeτοῖςwith theὀφθαλμοῖςeyesκαὶandτοῖςwith theὠσὶνearsἀκούσωσινthey may hearκαὶandτῇwith theκαρδίᾳheartσυνῶσινthey may understandκαὶandἐπιστρέψωσινmay returnκαὶandἰάσομαιI will healαὐτούς.them.’
16ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.
ὑμῶνOf youδὲhoweverμακάριοιblessed areοἱtheὀφθαλμοὶeyesὅτιbecauseβλέπουσινthey seeκαὶandτὰtheὦταearsὑμῶνof youὅτιbecauseἀκούουσιν.they hear.
17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
ἈμὴνAmenγὰρforλέγωI sayὑμῖνto youὅτιthatπολλοὶmanyπροφῆταιprophetsκαὶandδίκαιοιrighteous menἐπεθύμησανlongedἰδεῖνto seeἃwhatβλέπετε,you see,καὶandοὐκnotεἶδαν,saw,καὶandἀκοῦσαιto hearἃwhatἀκούετε,you hear,καὶandοὐκnotἤκουσαν.heard.
18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος·
ὙμεῖςYou yourselvesοὖνthereforeἀκούσατεdo hearτὴνtheπαραβολὴνparableτοῦof the oneσπείραντος·having sown:
19παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
παντὸςEveryoneἀκούοντοςhearingτὸνtheλόγονwordτῆςof theβασιλείαςkingdomκαὶandμὴnotσυνιέντοςunderstandingἔρχεταιcomesὁtheπονηρὸςevil oneκαὶandἁρπάζειsnatches awayτὸthatἐσπαρμένονhaving been sownἐνinτῇtheκαρδίᾳheartαὐτοῦ·of him;οὗτόςThisἐστινisὁthe oneπαρὰonτὴνtheὁδὸνpathσπαρείς.having been sown.
20ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν.
ὁThat whichδὲnowἐπὶuponτὰtheπετρώδηrocky placesσπαρείς,having been sown,οὗτόςthisἐστινisὁthe oneτὸνtheλόγονwordἀκούωνhearingκαὶandεὐθὺςimmediatelyμετὰwithχαρᾶςjoyλαμβάνωνreceivingαὐτόν.it.
21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν. γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
οὐκnoἔχειhe hasδὲnowῥίζανrootἐνinἑαυτῷhimselfἀλλὰbutπρόσκαιρόςtemporaryἐστιν.is.γενομένηςwhen is comingδὲhoweverθλίψεωςtribulationἢorδιωγμοῦpersecutionδιὰon account ofτὸνtheλόγονwordεὐθὺςimmediatelyσκανδαλίζεται.he falls away.
22ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
ὁThat whichδὲnowεἰςamongτὰςtheἀκάνθαςthornsσπαρείς,having been sown,οὗτόςthisἐστινisὁthe oneτὸνtheλόγονwordἀκούων,hearing,καὶandἡtheμέριμναcareτοῦof theαἰῶνοςageκαὶandἡtheἀπάτηdeceitτοῦtheπλούτουof richesσυμπνίγειchokeτὸνtheλόγον,word,καὶandἄκαρποςunfruitfulγίνεται.it becomes.
23ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
ὁThatδὲhoweverἐπὶonτὴνtheκαλὴνgoodγῆνsoilσπαρείς,having been sown,οὗτόςthisἐστινisὁthe oneτὸνtheλόγονwordἀκούωνhearingκαὶandσυνιείς,understanding,ὃςwhoδὴindeedκαρποφορεῖbrings forth fruitκαὶandποιεῖ,produces —ὃsomeμὲνindeedἑκατόν,a hundredfold,ὃsomeδὲhoweverἑξήκοντα,sixty,ὃsomeδὲhoweverτριάκοντα.thirty.
24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
ἌλληνAnotherπαραβολὴνparableπαρέθηκενput He beforeαὐτοῖςthemλέγων·saying;ὡμοιώθηHas become likeἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensἀνθρώπῳa manσπείραντιhaving sownκαλὸνgoodσπέρμαseedἐνinτῷtheἀγρῷfieldαὐτοῦ.of him.
25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
ἐνInδὲnowτῷthe timeκαθεύδεινto sleepτοὺςtheἀνθρώπουςmenἦλθενcameαὐτοῦhisὁtheἐχθρὸςenemyκαὶandἐπέσπειρενover-sowedζιζάνιαweedsἀνὰin theμέσονmidstτοῦof theσίτουwheatκαὶandἀπῆλθεν.went away.
26ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
ὅτεWhenδὲnowἐβλάστησενsproutedὁtheχόρτοςplantsκαὶandκαρπὸνfruitἐποίησεν,produced,τότεthenἐφάνηappearedκαὶalsoτὰtheζιζάνια.weeds.
27προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
προσελθόντεςHaving come to himδὲnowοἱtheδοῦλοιservantsτοῦof theοἰκοδεσπότουmaster of the houseεἶπονsaidαὐτῷ·to him;κύριε,Sir,οὐχὶsurelyκαλὸνgoodσπέρμαseedἔσπειραςdid you sowἐνinτῷtheσῷyourἀγρῷ;field?πόθενHowοὖνthenἔχειhas itζιζάνια;weeds?
28ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ λέγουσιν αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
ὁHeδὲthenἔφηwas sayingαὐτοῖς·to them;ἐχθρὸςAn enemyἄνθρωποςa manτοῦτοthisἐποίησεν.did.οἱtheδὲAndλέγουσινthey sayαὐτῷ·to him:θέλειςDo you desireοὖνthenἀπελθόντεςthat having gone forthσυλλέξωμενwe shall gatherαὐτά;them?
29ὁ δέ φησιν· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
ὁtheδέAndφησιν·he says;οὔ,No,μήποτεlest whenσυλλέγοντεςgatheringτὰtheζιζάνιαweedsἐκριζώσητεyou may uprootἅμαtogether withαὐτοῖςthemτὸνtheσῖτον.wheat.
30ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συνάγετε εἰς τὴν ἀποθήκην μου.
ἄφετεdo allowσυναυξάνεσθαιto grow togetherἀμφότεραbothἕωςuntilτοῦtheθερισμοῦ·harvest;καὶandἐνinκαιρῷtimeτοῦof theθερισμοῦharvestἐρῶI will sayτοῖςto theθερισταῖς·harvesters;συλλέξατεdo gatherπρῶτονfirstτὰtheζιζάνιαweedsκαὶandδήσατεdo bindαὐτὰthemεἰςintoδέσμαςbundlesπρὸςin orderτὸtheκατακαῦσαιto burnαὐτά·them;τὸνtheδὲandσῖτονthe wheatσυνάγετεdo gather togetherεἰςintoτὴνtheἀποθήκηνbarnμου.of mine.’
31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
ἌλληνAnotherπαραβολὴνparableπαρέθηκενput He beforeαὐτοῖςthemλέγων·saying;ὁμοίαLikeἐστὶνisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensκόκκῳto a grainσινάπεως,of mustard,ὃνwhichλαβὼνhaving takenἄνθρωποςa manἔσπειρενsowedἐνinτῷtheἀγρῷfieldαὐτοῦ·of him;
32ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
ὃwhichμικρότερονsmallestμένindeedἐστινisπάντωνof allτῶνtheσπερμάτων,seeds,ὅτανwhenδὲhoweverαὐξηθῇ,it may be grown,μεῖζονgreaterτῶνthan theλαχάνωνgarden plantsἐστὶνit isκαὶandγίνεταιbecomesδένδρονa treeὥστεso thatἐλθεῖνto comeτὰtheπετεινὰbirdsτοῦof theοὐρανοῦairκαὶandκατασκηνοῦνperchingἐνinτοῖςtheκλάδοιςbranchesαὐτοῦ.of it.
33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
ἌλληνAnotherπαραβολὴνparableἐλάλησενspoke Heαὐτοῖς·to them:ὁμοίαLikeἐστὶνisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensζύμῃ,to leaven,ἣνwhichλαβοῦσαhaving takenγυνὴa womanἐνέκρυψενhidεἰςinἀλεύρουof flourσάταmeasuresτρίαthreeἕωςuntilοὗof itἐζυμώθηwas leavenedὅλον.all.
34Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς,
ΤαῦταThese thingsπάνταallἐλάλησενspokeὁtheἸησοῦςJesusἐνinπαραβολαῖςparablesτοῖςto theὄχλοιςcrowdsκαὶandχωρὶςwithoutπαραβολῆςa parableοὐδὲνno thingἐλάλειHe was speakingαὐτοῖς,to them,
35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς
ὅπωςso thatπληρωθῇmay be fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughτοῦtheπροφήτουprophetλέγοντος·saying;ἀνοίξωI will openἐνinπαραβολαῖςparablesτὸtheστόμαmouthμου,of Mine,ἐρεύξομαιI will utter thingsκεκρυμμέναhiddenἀπὸfromκαταβολῆςthe foundation
36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
ΤότεThenἀφεὶςhaving dismissedτοὺςtheὄχλουςcrowdsἦλθενHe wentεἰςintoτὴνtheοἰκίανhouseκαὶAndπροσῆλθονcameαὐτῷto Himοἱtheμαθηταὶdisciplesαὐτοῦof Himλέγοντες·saying;διασάφησονdo explainἡμῖνto usτὴνtheπαραβολὴνparableτῶνof theζιζανίωνweedsτοῦof theἀγροῦ.field.
37Ὁ δὲ ἀποκριθεὶς εἶπεν ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·
ὉtheδὲAndἀποκριθεὶςansweringεἶπενHe saidὁThe OneσπείρωνsowingτὸtheκαλὸνgoodσπέρμαseedἐστὶνisὁtheυἱὸςSonτοῦtheἀνθρώπου·of Man;
38ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ·
ὁtheδὲandἀγρόςthe fieldἐστινisὁtheκόσμος·world;τὸtheδὲandκαλὸνthe goodσπέρμα,seed,οὗτοίtheseεἰσινareοἱtheυἱοὶsonsτῆςof theβασιλείας·kingdom;τὰtheδὲandζιζάνιάthe weedsεἰσινareοἱtheυἱοὶsonsτοῦof theπονηροῦ·evil one;
39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
ὁtheδὲandἐχθρὸςthe enemyὁwhichσπείραςhaving sownαὐτάthemἐστινisὁtheδιάβολος·devil;ὁtheδὲandθερισμὸςthe harvestσυντέλειαthe consummationαἰῶνόςageἐστιν·is;οἱtheδὲandθερισταὶthe harvestersἄγγελοίangelsεἰσιν.are.
40ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος
ὥσπερAsοὖνthereforeσυλλέγεταιis gatheredτὰtheζιζάνιαweedsκαὶandπυρὶin fireκατακαίεται,is burned up,οὕτωςthusἔσταιit will beἐνinτῇtheσυντελείᾳconsummationτοῦof theαἰῶνοςage
41ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν
ἀποστελεῖWill send forthὁtheυἱὸςSonτοῦtheἀνθρώπουof Manτοὺςtheἀγγέλουςangelsαὐτοῦ,of Him,καὶandσυλλέξουσινthey will gatherἐκout ofτῆςtheβασιλείαςkingdomαὐτοῦof Himπάνταallτὰtheσκάνδαλαcauses of sinκαὶandτοὺςthoseποιοῦνταςpracticingτὴνtheἀνομίανlawlessness
42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
καὶandβαλοῦσινthey will castαὐτοὺςthemεἰςintoτὴνtheκάμινονfurnaceτοῦof theπυρός·fire;ἐκεῖthereἔσταιwill beὁtheκλαυθμὸςweepingκαὶandὁtheβρυγμὸςgnashingτῶνtheὀδόντων.of teeth.
43τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.
τότεThenοἱtheδίκαιοιrighteousἐκλάμψουσινwill shine forthὡςasὁtheἥλιοςsunἐνinτῇtheβασιλείᾳkingdomτοῦof theπατρὸςFatherαὐτῶν.of them.ὁThe oneἔχωνhavingὦταearsἀκουέτω.he should hear.
44ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν. καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
ὁμοίαLikeἐστὶνisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensθησαυρῷto treasureκεκρυμμένῳhiddenἐνinτῷtheἀγρῷ,field,ὃνwhichεὑρὼνhaving foundἄνθρωποςa manἔκρυψεν.hid.καὶandἀπὸforτῆςtheχαρᾶςjoyαὐτοῦof itὑπάγειgoesκαὶandπωλεῖhe sellsὅσαas much asἔχειhe hasκαὶandἀγοράζειbuysτὸνtheἀγρὸνfieldἐκεῖνον.that.
45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας.
ΠάλινAgainὁμοίαlikeἐστὶνisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensἐμπόρῳa merchantζητοῦντιseekingκαλοὺςfineμαργαρίτας.pearls.
46εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
εὑρὼνhaving foundδὲnowἕναoneπολύτιμονvery preciousμαργαρίτην,pearl,ἀπελθὼνhaving gone awayπέπρακενhe has soldπάνταall thingsὅσαas much asεἶχενhe was havingκαὶandἠγόρασενhe boughtαὐτόν.it.
47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ,
ΠάλινAgainὁμοίαlikeἐστὶνisἡtheβασιλείαkingdomτῶνof theοὐρανῶνheavensσαγήνῃto a dragnetβληθείσῃhaving been castεἰςintoτὴνtheθάλασσανseaκαὶandἐκofπαντὸςeveryγένουςkindσυναγαγούσῃ,having gathered together,
48ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
ἣνwhichὅτεwhenἐπληρώθηit was filledἀναβιβάσαντεςhaving drawn upἐπὶonτὸνtheαἰγιαλόν,shoreκαὶandκαθίσαντεςhaving sat downσυνέλεξανthey collectedτὰtheκαλὰgoodεἰςintoἄγγη,vessels,τὰtheδὲandσαπρὰbadἔξωoutἔβαλον.they cast.
49οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
οὕτωςThusἔσταιwill it beἐνinτῇtheσυντελείᾳconsummationτοῦof theαἰῶνος·age;ἐξελεύσονταιwill go outοἱtheἄγγελοιangelsκαὶandἀφοριοῦσινwill separateτοὺςtheπονηροὺςevilἐκfromμέσουthe midstτῶνof theδικαίωνrighteous
50καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
καὶandβαλοῦσινwill castαὐτοὺςthemεἰςintoτὴνtheκάμινονfurnaceτοῦof theπυρός·fire;ἐκεῖThereἔσταιwill beὁtheκλαυθμὸςweepingκαὶandὁtheβρυγμὸςgnashingτῶνof theὀδόντων.teeth.
51συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ναί
συνήκατεDid you understandταῦταthese thingsπάντα;all?λέγουσινThey sayαὐτῷ·to Him;ναίYes
52Ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
ὉHeδὲthenεἶπενsaidαὐτοῖς·to them;διὰBecause ofτοῦτοthisπᾶςeveryγραμματεὺςscribeμαθητευθεὶςhaving been discipledτῇin theβασιλείᾳkingdomτῶνof theοὐρανῶνheavensὅμοιόςlikeἐστινisἀνθρώπῳto a manοἰκοδεσπότῃa master of a houseὅστιςwhoἐκβάλλειputs forthἐκout ofτοῦtheθησαυροῦtreasureαὐτοῦof himκαινὰthings newκαὶandπαλαιά.old.
53Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·
ΚαὶAndἐγένετοit came to passὅτεwhenἐτέλεσενfinishedὁtheἸησοῦςJesusτὰςtheπαραβολὰςparablesταύτας,these,μετῆρενHe withdrewἐκεῖθεν·from there;
54καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
καὶAndἐλθὼνhaving comeεἰςintoτὴνtheπατρίδαregionαὐτοῦof HimἐδίδασκενHe was teachingαὐτοὺςthemἐνinτῇtheσυναγωγῇsynagogueαὐτῶνof themὥστεso thatἐκπλήσσεσθαιto be astonishedαὐτοὺςtheyκαὶandλέγειν·to say:πόθενFrom where cameτούτῳto this manἡtheσοφίαwisdomαὕτηthisκαὶandαἱtheδυνάμεις;miraculous powers?
55οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;
οὐχSurelyοὗτόςthisἐστινisὁtheτοῦof theτέκτονοςcarpenterυἱός;Son?οὐχSurelyἡtheμήτηρmotherαὐτοῦof Himλέγεταιis namedΜαριάμ,Mary?καὶAndοἱtheἀδελφοὶbrothersαὐτοῦof HimἸάκωβοςJamesκαὶandἸωσὴφJosephκαὶandΣίμωνSimonκαὶandἸούδας;Judas?
56καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
καὶAndαἱtheἀδελφαὶsistersαὐτοῦof Himοὐχὶsurelyπᾶσαιallπρὸςwithἡμᾶςusεἰσιν;are?πόθενFrom whereοὖνthenτούτῳto this manταῦταthese thingsπάντα;all?
57καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
καὶAndἐσκανδαλίζοντοthey were offendedἐνatαὐτῷ.Him.ὉtheδὲButἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;οὐκNotἔστινisπροφήτηςa prophetἄτιμοςwithout Honorεἰonlyμὴexceptἐνinτῇtheπατρίδιhometownκαὶandἐνinτῇtheοἰκίᾳhouseholdαὐτοῦ.of him.
58καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
καὶAndοὐκnotἐποίησενHe didἐκεῖthereδυνάμειςmiraclesπολλὰςmanyδιὰbecause ofτὴνtheἀπιστίανunbeliefαὐτῶν.of them.