Matthew 12 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 888 words in 50 verses.

Open Matthew 12 in the interlinear reader

1Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.

ἘνAtἐκείνῳthat veryτῷtheκαιρῷtimeἐπορεύθηwenttheἸησοῦςJesusτοῖςon theσάββασινSabbathsδιὰthroughτῶνtheσπορίμων·grainfields;οἱtheδὲandμαθηταὶthe disciplesαὐτοῦof Himἐπείνασανhungeredκαὶandἤρξαντοthey beganτίλλεινto pluck theστάχυαςheads of grainκαὶandἐσθίειν.to eat.

2οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.

οἱtheδὲAndΦαρισαῖοιthe Phariseesἰδόντεςhaving seenεἶπανthey saidαὐτῷ·to Him;ἰδοὺBeholdοἱtheμαθηταίdisciplesσουof Youποιοῦσινare doingwhatοὐκnotἔξεστινit is lawfulποιεῖνto doἐνonσαββάτῳ.Sabbath.

3Ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ᾽ αὐτοῦ;

Heδὲthenεἶπενsaidαὐτοῖς·to them;οὐκSurelyἀνέγνωτεyou have readτίwhatἐποίησενdidΔαυὶδDavidὅτεwhenἐπείνασενhe was hungryκαὶandοἱthoseμετ᾽withαὐτοῦ;him?

4πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;

πῶςhowεἰσῆλθενhe enteredεἰςintoτὸνtheοἶκονhouseτοῦtheθεοῦof Godκαὶandτοὺςtheἄρτουςloavesτῆςof theπροθέσεωςpresentationἔφαγον,they ate,that whichοὐκnotἐξὸνlawfulἦνit wasαὐτῷfor himφαγεῖνto eatοὐδὲnorτοῖςfor thoseμετ᾽withαὐτοῦhimεἰonlyμὴexceptτοῖςfor theἱερεῦσινpriestsμόνοις;alone?

5Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;

Orοὐκsurelyἀνέγνωτεhave you readἐνinτῷtheνόμῳlawὅτιthatτοῖςon theσάββασινSabbathοἱtheἱερεῖςpriestsἐνinτῷtheἱερῷtempleτὸtheσάββατονSabbathβεβηλοῦσινprofaneκαὶandἀναίτιοίguiltlessεἰσιν;are?

6λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.

λέγωI sayδὲhoweverὑμῖνto youὅτιthatτοῦthan theἱεροῦtempleμεῖζόνa greaterἐστινisὧδε.here.

7εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.

εἰIfδὲhoweverἐγνώκειτεyou had knownτίwhatἐστιν·is;ἔλεοςmercyθέλωI desireκαὶandοὐnot desireθυσίαν,sacrifice,’οὐκnotἂνthen wouldκατεδικάσατεyou have condemnedτοὺςtheἀναιτίους.guiltless.

8κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

κύριοςlordγάρforἐστινisτοῦof theσαββάτουSabbaththeυἱὸςSonτοῦtheἀνθρώπου.of Man.

9Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.

ΚαὶAndμεταβὰςhaving departedἐκεῖθενfrom thereἦλθενHe wentεἰςintoτὴνtheσυναγωγὴνsynagogueαὐτῶν.of them.

10καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.

καὶAndἰδοὺbeholdἄνθρωποςa manχεῖραa handἔχωνhavingξηράν·withered;καὶAndἐπηρώτησανthey askedαὐτὸνHimλέγοντες·saying;εἰIsἔξεστινit is lawfulτοῖςon theσάββασινSabbathsθεραπεύειν;to healἵναso thatκατηγορήσωσινthey may accuseαὐτοῦ.Him.

11Ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἓν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;

Heδὲthenεἶπενsaidαὐτοῖς·to them;τίςWhoἔσταιwill there beἐξamongὑμῶνyouἄνθρωποςmanὃςwhoἕξειwill haveπρόβατονsheepἓν,one,καὶandἐὰνifἐμπέσῃshall fallτοῦτοitτοῖςon theσάββασινSabbathsεἰςintoβόθυνον,a pit,οὐχὶsurelyκρατήσειhe will take hold ofαὐτὸitκαὶandἐγερεῖ;will raise it up?

12πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.

πόσῳHow muchοὖνthereforeδιαφέρειis more valuableἄνθρωποςa manπροβάτου;than a sheep?ὥστεThereforeἔξεστινit is lawfulτοῖςon theσάββασινSabbathsκαλῶςgoodποιεῖν.to do.

13Τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.

ΤότεThenλέγειHe saysτῷto theἀνθρώπῳ·man;ἔκτεινόνdo stretch outσουyourτὴνtheχεῖρα.hand.καὶAndἐξέτεινεν,he stretched it out,καὶandἀπεκατεστάθηit was restoredὑγιὴςsoundὡςastheἄλλη.other.

14Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

ἘξελθόντεςHaving gone outδὲnowοἱtheΦαρισαῖοιPhariseesσυμβούλιονa counselἔλαβονheldκατ᾽againstαὐτοῦHimὅπωςhowαὐτὸνHimἀπολέσωσιν.they may destroy.

15Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας

theδὲAndἸησοῦςJesusγνοὺςhaving knownἀνεχώρησενHe withdrewἐκεῖθεν,from there,καὶAndἠκολούθησανfollowedαὐτῷHimπολλοί,great,καὶandἐθεράπευσενHe healedαὐτοὺςthemπάνταςall

16καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,

καὶandἐπετίμησενHe warnedαὐτοῖςthemἵναthatμὴnotφανερὸνknownαὐτὸνHimποιήσωσιν,they may make —

17ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·

ἵναso thatπληρωθῇmay be fulfilledτὸthatῥηθὲνhaving been spokenδιὰthroughἨσαΐουIsaiahτοῦtheπροφήτουprophetλέγοντος·saying;

18ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν εὐδόκησεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.

ἰδοὺBeholdtheπαῖςservantμουof Mineὃνwhomᾑρέτισα,I have chosen,theἀγαπητόςbelovedμουof Mineὃνwhomεὐδόκησενhas found delighttheψυχήsoulμου.of Mine.θήσωI will putτὸtheπνεῦμάSpiritμουof Mineἐπ᾽uponαὐτόν,Him,καὶandκρίσινjusticeτοῖςto theἔθνεσινGentilesἀπαγγελεῖ.He will proclaim.

19οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.

οὐκNotἐρίσειwill He quarrelοὐδὲnorκραυγάσει,will he cry out,οὐδὲnorἀκούσειwill hearτιςanyoneἐνinταῖςtheπλατείαιςstreetsτὴνtheφωνὴνvoiceαὐτοῦ.of Him.

20κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.

κάλαμονA reedσυντετριμμένονbruisedοὐnotκατεάξειHe will breakκαὶandλίνονa wickτυφόμενονsmolderingοὐnotσβέσειHe will quenchἕωςuntilἂνwhenἐκβάλῃHe shall leadεἰςtoνῖκοςvictoryτὴνtheκρίσιν.justice.

21καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

καὶAndτῷin theὀνόματιnameαὐτοῦof Himἔθνηthe Gentilesἐλπιοῦσιν.will hope.

22Τότε προσήνεγκαν αὐτῷ δαιμονιζόμενον τυφλὸν καὶ κωφόν, καὶ ἐθεράπευσεν αὐτὸν ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.

ΤότεThenπροσήνεγκανthey broughtαὐτῷto Himδαιμονιζόμενονone being demonisedτυφλὸνblindκαὶandκωφόν,muteκαὶandἐθεράπευσενHe healedαὐτὸνhimὥστεin order forτὸνtheκωφὸνmute manλαλεῖνto speakκαὶandβλέπειν.to see.

23καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;

καὶAndἐξίσταντοwere amazedπάντεςallοἱtheὄχλοιcrowdsκαὶandἔλεγον·were saying;μήτιsurely not everοὗτόςthisἐστινistheυἱὸςSonΔαυίδ;of David?

24Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.

ΟἱtheδὲAndΦαρισαῖοιthe Phariseesἀκούσαντεςhaving heardεἶπον·said;οὗτοςThis manοὐκnotἐκβάλλειcasts outτὰtheδαιμόνιαdemonsεἰonlyμὴexceptἐνbyτῷtheΒεελζεβοὺλBeelzebulἄρχοντιprinceτῶνof theδαιμονίων.demons.

25Εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.

Εἰδὼςknowingδὲnowτὰςtheἐνθυμήσειςthoughtsαὐτῶνof themεἶπενHe saidαὐτοῖς·to them;πᾶσαEveryβασιλείαkingdomμερισθεῖσαhaving been dividedκαθ᾽againstἑαυτῆςitselfἐρημοῦται,is brought to desolation,καὶandπᾶσαeveryπόλιςcityorοἰκίαhouseμερισθεῖσαhaving been dividedκαθ᾽againstἑαυτῆςitselfοὐnotσταθήσεται.will stand.

26καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;

καὶAndεἰiftheσατανᾶςSatanτὸνtheσατανᾶνSatanἐκβάλλει,casts out,ἐφ᾽againstἑαυτὸνhimselfἐμερίσθη·he is divided;πῶςHowοὖνthenσταθήσεταιwill standtheβασιλείαkingdomαὐτοῦ;of him?

27καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.

καὶAndεἰifἐγὼI myselfἐνbyΒεελζεβοὺλBeelzebulἐκβάλλωcast outτὰtheδαιμόνια,demons,οἱtheυἱοὶsonsὑμῶνof youἐνbyτίνιwhomἐκβάλλουσιν;do they cast out?διὰOn account ofτοῦτοthisαὐτοὶthey themselvesκριταὶjudgesἔσονταιwill beὑμῶν.of you.

28εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.

εἰIfδὲhoweverἐνby theπνεύματιSpiritθεοῦof GodἐγὼI myselfἐκβάλλωcast outτὰtheδαιμόνια,demons,ἄραthenἔφθασενhas comeἐφ᾽uponὑμᾶςyoutheβασιλείαkingdomτοῦtheθεοῦ.of God.

29ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.

Orπῶςhowδύναταίis ableτιςanyoneεἰσελθεῖνto enterεἰςintoτὴνtheοἰκίανhouseτοῦof theἰσχυροῦstrong manκαὶandτὰtheσκεύηgoodsαὐτοῦof himἁρπάσαι,to plunder,ἐὰνonlyμὴunlessπρῶτονfirstδήσῃhe shall bindτὸνtheἰσχυρόν;strong man?καὶAndτότεthenτὴνtheοἰκίανhouseαὐτοῦof himδιαρπάσει.he will rob.

30Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.

The oneμὴnotὢνbeingμετ᾽withἐμοῦMeκατ᾽againstἐμοῦMeἐστιν,is,καὶandthe oneμὴnotσυνάγωνgatheringμετ᾽withἐμοῦMeσκορπίζει.scatters.

31διὰ τοῦτο λέγω ὑμῖν· πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται

διὰBecause ofτοῦτοthisλέγωI sayὑμῖν·to you;πᾶσαeveryἁμαρτίαsinκαὶandβλασφημίαblasphemyἀφεθήσεταιwill be forgivenτοῖςtheἀνθρώποις,to men,theδὲhoweverτοῦagainst theπνεύματοςSpiritβλασφημίαblasphemyοὐκnotἀφεθήσεταιwill be forgiven

32καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

καὶAndὃςwhoeverἐὰνifεἴπῃshall speakλόγονa wordκατὰagainstτοῦtheυἱοῦSonτοῦtheἀνθρώπου,of Man,ἀφεθήσεταιit will be forgivenαὐτῷ·to him;ὃςwhoeverδ᾽nowἂνmaybeεἴπῃshall speakκατὰagainstτοῦtheπνεύματοςSpiritτοῦtheἁγίου,Holy,οὐκnotἀφεθήσεταιit will be forgivenαὐτῷto himοὔτεneitherἐνinτούτῳthisτῷtheαἰῶνιageοὔτεnorἐνinτῷthe oneμέλλοντι.coming.

33Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.

Eitherποιήσατεdo makeτὸtheδένδρονtreeκαλὸνgoodκαὶandτὸνtheκαρπὸνfruitαὐτοῦof itκαλόν,good,orποιήσατεdo makeτὸtheδένδρονtreeσαπρὸνbadκαὶandτὸνtheκαρπὸνfruitαὐτοῦof itσαπρόν·bad;ἐκbyγὰρforτοῦtheκαρποῦfruitτὸtheδένδρονtreeγινώσκεται.is known.

34γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.

γεννήματαOffspringἐχιδνῶν,of vipers,πῶςhowδύνασθεare you ableἀγαθὰgood thingsλαλεῖνto speakπονηροὶevilὄντες;being?ἐκOut ofγὰρforτοῦtheπερισσεύματοςoverflowτῆςof theκαρδίαςheartτὸtheστόμαmouthλαλεῖ.speaks.

35Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.

Theἀγαθὸςgoodἄνθρωποςmanἐκout ofτοῦtheἀγαθοῦgoodθησαυροῦtreasureἐκβάλλειputs forthἀγαθά,good things,καὶandtheπονηρὸςevilἄνθρωποςmanἐκout ofτοῦtheπονηροῦhis evilθησαυροῦtreasureἐκβάλλειputs forthπονηρά.evil things.

36Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.

ΛέγωI sayδὲnowὑμῖνto youὅτιthatπᾶνeveryῥῆμαdeclarationἀργὸνcarelessthatλαλήσουσινwill speakοἱtheἄνθρωποι,men,ἀποδώσουσινthey will giveπερὶofαὐτοῦitλόγονan accountἐνinἡμέρᾳdayκρίσεως.of judgment.

37ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.

ἐκByγὰρforτῶνtheλόγωνwordsσουof youδικαιωθήσῃyou will be justifiedκαὶandἐκbyτῶνtheλόγωνwordsσουof youκαταδικασθήσῃ.you will be condemned.

38Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.

ΤότεThenἀπεκρίθησανansweredαὐτῷto himτινεςsomeτῶνof theγραμματέωνscribesκαὶandΦαρισαίωνPhariseesλέγοντες·saying;διδάσκαλε,Teacher,θέλομενwe wishἀπὸfromσοῦYouσημεῖονa signἰδεῖν.to see.

39Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.

theδὲAndἀποκριθεὶςansweringεἶπενHe saidαὐτοῖς·to them;γενεὰA generationπονηρὰevilκαὶandμοιχαλὶςadulterousσημεῖονa signἐπιζητεῖ·seeks for;καὶandσημεῖονa signοὐnotδοθήσεταιwill be givenαὐτῇto itεἰonlyμὴexceptτὸtheσημεῖονsignἸωνᾶof Jonahτοῦtheπροφήτου.prophet.

40ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

ὥσπερJust asγὰρforἦνwasἸωνᾶςJonahἐνinτῇtheκοιλίᾳbellyτοῦof theκήτουςgreat fishτρεῖςthreeἡμέραςdaysκαὶandτρεῖςthreeνύκτας,nights,οὕτωςsoἔσταιwill betheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐνinτῇtheκαρδίᾳheartτῆςof theγῆςearthτρεῖςthreeἡμέραςdaysκαὶandτρεῖςthreeνύκτας.nights.

41Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

ἌνδρεςThe menΝινευῖταιof Ninevehἀναστήσονταιwill stand upἐνinτῇtheκρίσειjudgmentμετὰwithτῆςtheγενεᾶςgenerationταύτηςthisκαὶandκατακρινοῦσινwill condemnαὐτήν,it,ὅτιforμετενόησανthey repentedεἰςatτὸtheκήρυγμαpreachingἸωνᾶ·of Jonah;καὶandἰδοὺbeholdπλεῖονgreaterἸωνᾶthan Jonahὧδε.here.

42Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.

ΒασίλισσαThe queenνότουof the southἐγερθήσεταιwill rise upἐνinτῇtheκρίσειjudgmentμετὰwithτῆςtheγενεᾶςgenerationταύτηςthisκαὶandκατακρινεῖwill condemnαὐτήν,it,ὅτιforἦλθενshe cameἐκfromτῶνtheπεράτωνendsτῆςof theγῆςearthἀκοῦσαιto hearτὴνtheσοφίανwisdomΣολομῶνος·of Solomon;καὶandἰδοὺbeholdπλεῖονgreaterΣολομῶνοςthan Solomonὧδε.here.

43Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει.

ὍτανWhenδὲnowτὸtheἀκάθαρτονuncleanπνεῦμαspiritἐξέλθῃmay go outἀπὸfromτοῦtheἀνθρώπου,man,διέρχεταιit passesδι᾽throughἀνύδρωνwaterlessτόπωνplacesζητοῦνseekingἀνάπαυσινrestκαὶandοὐχnoneεὑρίσκει.finds.

44τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον. καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον καὶ κεκοσμημένον.

τότεThenλέγει·it says;εἰςToτὸνtheοἶκόνhouseμουof mineἐπιστρέψωI will returnὅθενfrom whereἐξῆλθον.I came out.καὶAndἐλθὸνhaving comeεὑρίσκειit finds itσχολάζοντα,being unoccupied,καὶandσεσαρωμένονsweptκαὶandκεκοσμημένον.ordered.

45τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.

τότεThenπορεύεταιit goesκαὶandπαραλαμβάνειit takesμεθ᾽withἑαυτοῦitselfἑπτὰsevenἕτεραotherπνεύματαspiritsπονηρότεραmore evilἑαυτοῦ,than itself,καὶandεἰσελθόνταhaving entered inκατοικεῖthey dwellἐκεῖ·there;καὶandγίνεταιbecomesτὰtheἔσχαταlastτοῦtheἀνθρώπουmanἐκείνουof thatχείροναworseτῶνthan theπρώτων.first.οὕτωςSoἔσταιit will beκαὶalsoτῇtheγενεᾷto generationταύτῃthisτῇtheπονηρᾷ.evil.

46Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.

ἜτιWhileαὐτοῦwhen Heλαλοῦντοςis speakingτοῖςto theὄχλοιςcrowdsἰδοὺbeholdtheμήτηρmotherκαὶandοἱtheἀδελφοὶbrothersαὐτοῦof Himεἱστήκεισανhad been standingἔξωoutsideζητοῦντεςseekingαὐτῷto Himλαλῆσαι.to speak.

47

48ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;

theδὲAndἀποκριθεὶςansweringεἶπενHe saidτῷto the oneλέγοντιtellingαὐτῷ·to Him;τίςWhoἐστινistheμήτηρmotherμουof Mineκαὶandτίνεςwhoεἰσὶνareοἱtheἀδελφοίbrothersμου;of Mine?

49καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.

καὶAndἐκτείναςhaving stretched outτὴνtheχεῖραhandαὐτοῦof Himἐπὶtoτοὺςtheμαθητὰςdisciplesαὐτοῦof Himεἶπεν·He said;ἰδοὺBeholdtheμήτηρmotherμουof Mineκαὶandοἱtheἀδελφοίbrothersμου.of Mine.

50ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

ὅστιςWhoeverγὰρforἂνmaybeποιήσῃmay doτὸtheθέλημαwillτοῦtheπατρόςFatherμουof Mineτοῦwho isἐνinοὐρανοῖς,the heavens,αὐτόςhe himselfμουMyἀδελφὸςbrotherκαὶandἀδελφὴsisterκαὶandμήτηρmotherἐστίν.is.

‹ Matthew 11Matthew 13 ›