The Westcott and Hort text with a word by word English gloss under every Greek word. 630 words in 38 verses.
Open Mark 8 in the interlinear reader1Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς·
ἘνInἐκείναιςthoseταῖςtheἡμέραιςdaysπάλινagainπολλοῦmuchὄχλουthe crowdὄντοςbeingκαὶandμὴnotἐχόντωνhavingτίwhatφάγωσιν,they may eat,προσκαλεσάμενοςhaving called to HimτοὺςtheμαθητὰςdisciplesλέγειHe saysαὐτοῖς·to them;
2σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
σπλαγχνίζομαιI am moved with compassionἐπὶuponτὸνtheὄχλονcrowdὅτιbecauseἤδηalreadyἡμέραιdaysτρεῖςthreeπροσμένουσίνthey continueμοιwith Meκαὶandοὐκnothingἔχουσινthey haveτίthatφάγωσιν.they may eat.
3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν εἰσίν.
καὶAndἐὰνifἀπολύσωI shall send awayαὐτοὺςthemνήστειςhungryεἰςtoοἶκονthe homesαὐτῶν,of them,ἐκλυθήσονταιthey will faintἐνonτῇtheὁδῷ·way;καίAndτινεςsomeαὐτῶνof themἀπὸfromμακρόθενafarεἰσίν.are
4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
ΚαὶAndἀπεκρίθησανansweredαὐτῷHimοἱtheμαθηταὶdisciplesαὐτοῦof HimὅτιthatπόθενFrom whereτούτουςtheseδυνήσεταίwill be ableτιςanyoneὧδεhereχορτάσαιto satisfyἄρτωνwith breadἐπ᾽inἐρημίας;this desolate place?
5καὶ ἠρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· ἑπτά.
καὶAndἠρώταHe was askingαὐτούς·them;πόσουςHow manyἔχετεhave youἄρτους;loaves?οἱtheδὲAndεἶπαν·they said;ἑπτά.Seven.
6καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς, καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν· καὶ παρέθηκαν τῷ ὄχλῳ.
καὶAndπαραγγέλλειHe directsτῷtheὄχλῳcrowdἀναπεσεῖνto reclineἐπὶonτῆςtheγῆς,ground,καὶAndλαβὼνhaving takenτοὺςtheἑπτὰsevenἄρτους,loaves,εὐχαριστήσαςhaving given thanksἔκλασενHe broke themκαὶandἐδίδουhe was giving themτοῖςto theμαθηταῖςdisciplesαὐτοῦof Himἵναthatπαρατιθῶσιν·they may set before them;καὶAndπαρέθηκανthey set itτῷbefore theὄχλῳ.crowd.
7καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι.
καὶAndεἶχονthey hadἰχθύδιαsmall fishὀλίγα·a few;καὶAndεὐλογήσαςhaving blessedαὐτὰthemεἶπενHe orderedκαὶalsoταῦταtheseπαρατιθέναι.to be set before them.
8καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
καὶAndἔφαγονthey ateκαὶandἐχορτάσθησαν,were satisfied,καὶAndἦρανthey took upπερισσεύματαoverflowκλασμάτωνof fragmentsἑπτὰsevenσπυρίδας.baskets.
9ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
ἦσανThere wereδὲnowὡςaboutτετρακισχίλιοι·four thousand;καὶAndἀπέλυσενHe sent awayαὐτούς.them.
10Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
ΚαὶAndεὐθὺςimmediatelyἐμβὰςhaving climbedεἰςintoτὸtheπλοῖονboatμετὰwithτῶνtheμαθητῶνdisciplesαὐτοῦof HimἦλθενHe cameεἰςintoτὰtheμέρηdistrictΔαλμανουθά.of Dalmanutha.
11καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
καὶAndἐξῆλθονwent outοἱtheΦαρισαῖοιPhariseesκαὶandἤρξαντοbeganσυζητεῖνto disputeαὐτῷwith Himζητοῦντεςseekingπαρ᾽fromαὐτοῦHimσημεῖονa signἀπὸfromτοῦtheοὐρανοῦ,heaven,πειράζοντεςtestingαὐτόν.Him.
12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
ΚαὶAndἀναστενάξαςhaving sighed deeplyτῷin theπνεύματιspiritαὐτοῦof Himλέγει·He says;τίWhyἡtheγενεὰgenerationαὕτηthisζητεῖseeksσημεῖον;a sign?ἀμὴνAmenλέγωI sayεἰifδοθήσεταιthere will be givenτῇto theγενεᾷgenerationταύτῃthisσημεῖον.a sign.
13καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
καὶAndἀφεὶςhaving leftαὐτοὺςthemπάλινagainἐμβὰςhaving climbedἀπῆλθενHe went awayεἰςtoτὸtheπέραν.other side.
14καὶ ἐπελάθοντο λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
καὶAndἐπελάθοντοthey forgotλαβεῖνto takeἄρτουςloavesκαὶandεἰonlyμὴexceptἕναoneἄρτονloafοὐκnotεἶχονthey hadμεθ᾽withἑαυτῶνthemselvesἐνinτῷtheπλοίῳ.boat.
15καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
καὶAndδιεστέλλετοHe was instructingαὐτοῖςto themλέγων·saying;ὁρᾶτε,do watch out,βλέπετεdo take heedἀπὸofτῆςtheζύμηςleavenτῶνof theΦαρισαίωνPhariseesκαὶandτῆςof theζύμηςleavenἩρῴδου.of Herod.
16καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν.
καὶAndδιελογίζοντοthey were reasoningπρὸςwithἀλλήλουςone anotherὅτιbecauseἄρτουςloavesοὐκnotἔχουσιν.they have.
17καὶ γνοὺς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
καὶAndγνοὺςhaving known itλέγειHe saysαὐτοῖς·to them;τίWhyδιαλογίζεσθεreason youὅτιbecauseἄρτουςloavesοὐκnotἔχετε;you have?οὔπωNot yetνοεῖτεdo you perceiveοὐδὲnorσυνίετε;understand?πεπωρωμένηνHardenedἔχετεdo you haveτὴνtheκαρδίανheartὑμῶν;of you?
18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
ὀφθαλμοὺςEyesἔχοντεςhavingοὐnotβλέπετε,do you see?καὶAndὦταearsἔχοντεςhavingοὐκnotἀκούετε;do you hear?καὶAndοὐnotμνημονεύετε;do you remember?
19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
ὅτεWhenτοὺςtheπέντεfiveἄρτουςloavesἔκλασαI brokeεἰςforτοὺςtheπεντακισχιλίουςfive thousandπόσουςhow manyκοφίνουςhand-basketsκλασμάτωνof fragmentsπλήρειςfullἤρατε;took you up?λέγουσινThey sayαὐτῷ·to Him;δώδεκα.Twelve.
20ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν αὐτῷ· ἑπτά.
ὅτεWhenτοὺςtheἑπτὰsevenεἰςtoτοὺςtheτετρακισχιλίουςfour thousandπόσωνof how manyσπυρίδωνbasketsπληρώματαthe fillingsκλασμάτωνof fragmentsἤρατε;took you up?καὶAndλέγουσινthey speakαὐτῷ·to him;ἑπτά.Seven.
21καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
καὶAndἔλεγενHe was sayingαὐτοῖς·to them;οὔπωNot yetσυνίετε;do you understand?
22Καὶ ἔρχονται εἰς Βηθσαϊδάν, καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
ΚαὶAndἔρχονταιthey comeεἰςtoΒηθσαϊδάν,Bethsaida,καὶAndφέρουσινthey bringαὐτῷto Himτυφλὸνa blind manκαὶandπαρακαλοῦσινthey imploreαὐτὸνHimἵναthatαὐτοῦhimἅψηται.He may touch.
23καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν· εἴ τι βλέπεις;
καὶAndἐπιλαβόμενοςhaving taken hold ofτῆςtheχειρὸςhandτοῦof theτυφλοῦblind manἐξήνεγκενhe broughtαὐτὸνhimἔξωoutτῆςof theκώμης,village,καὶandπτύσαςhaving spitεἰςuponτὰtheὄμματαeyesαὐτοῦ,of him,ἐπιθεὶςhaving laidτὰςtheχεῖραςhandsαὐτῷupon himἐπηρώταHe was askingαὐτόν·him:εἴifτιanythingβλέπεις;you see?
24καὶ ἀναβλέψας ἔλεγεν· βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
καὶAndἀναβλέψαςhaving looked upἔλεγεν·he was saying;βλέπωI seeτοὺςtheἀνθρώπουςmenὅτιforὡςasδένδραtreesὁρῶI see themπεριπατοῦντας.walking.
25εἶτα πάλιν ἔθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
εἶταThenπάλινagainἔθηκενhe laidτὰςtheχεῖραςhandsἐπὶuponτοὺςtheὀφθαλμοὺςeyesαὐτοῦ,of him,καὶandδιέβλεψενlookκαὶandἀπεκατέστηhe restoredκαὶandἐνέβλεπενhe was seeing wellτηλαυγῶςclearlyἅπαντα.everything.
26καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς
καὶAndἀπέστειλενHe sentαὐτὸνhimεἰςtoοἶκονhomeαὐτοῦof himλέγων·saying;μηδὲNotεἰςintoτὴνtheκώμηνvillageεἰσέλθῃςshall you enter
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
ΚαὶAndἐξῆλθενwent forthὁtheἸησοῦςJesusκαὶandοἱtheμαθηταὶdisciplesαὐτοῦof HimεἰςintoτὰςtheκώμαςvillagesΚαισαρείαςof CaesareaτῆςtheΦιλίππου.Philippi.καὶAndἐνonτῇtheὁδῷwayἐπηρώταHe was questioningτοὺςtheμαθητὰςdisciplesαὐτοῦof Himλέγωνsayingαὐτοῖς·to them;τίναWhomμεMeλέγουσινdo pronounceοἱtheἄνθρωποιmenεἶναι;to be?
28οἱ δὲ εἶπαν αὐτῷ λέγοντες· ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι· Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.
οἱtheδὲAndεἶπανthey saidαὐτῷto Himλέγοντες·saying:ὅτιthatἸωάννηνJohnτὸνtheβαπτιστήν,Baptist,καὶandἄλλοι·others;Ἠλίαν,Elijah,ἄλλοιothersδὲnowὅτιthatεἷςoneτῶνof theπροφητῶν.prophets.
29καὶ αὐτὸς ἐπηρώτα αὐτούς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ χριστός.
καὶAndαὐτὸςHe himselfἐπηρώταwas questioningαὐτούς·them;ὑμεῖςYou yourselvesδὲhoweverτίναwhomμεMeλέγετεdo pronounceεἶναι;to be?ἀποκριθεὶςAnsweringὁtheΠέτροςPeterλέγειsaysαὐτῷ·to Him;σὺYou yourselfεἶareὁtheχριστός.Christ.
30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
καὶAndἐπετίμησενHe warnedαὐτοῖςthemἵναthatμηδενὶno oneλέγωσινthey may tellπερὶconcerningαὐτοῦ.Him.
31καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
καὶAndἤρξατοHe beganδιδάσκεινto teachαὐτοὺςthemὅτιthatδεῖit is necessary forτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof Manπολλὰmany thingsπαθεῖνto sufferκαὶandἀποδοκιμασθῆναιto be rejectedὑπὸbyτῶνtheπρεσβυτέρωνeldersκαὶandτῶνtheἀρχιερέωνchief priestsκαὶandτῶνtheγραμματέωνscribesκαὶandἀποκτανθῆναιto be killedκαὶandμετὰafterτρεῖςthreeἡμέραςdaysἀναστῆναι·to rise again;
32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
καὶAndπαρρησίᾳopenlyτὸνtheλόγονwordἐλάλει.He was speaking.ΚαὶAndπροσλαβόμενοςhaving takenὁtheΠέτροςPeterαὐτὸνhimἤρξατοbeganἐπιτιμᾶνto rebukeαὐτῷ.Him.
33ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει· ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
ὁtheδὲAndἐπιστραφεὶςhaving turnedκαὶandἰδὼνhaving looked uponτοὺςtheμαθητὰςdisciplesαὐτοῦof HimἐπετίμησενHe rebukedΠέτρῳPeterκαὶandλέγει·speaks;ὕπαγεdo goὀπίσωbehindμου,Me,σατανᾶ,Satan,ὅτιforοὐnotφρονεῖςyou have in mindτὰthe thingsτοῦof theθεοῦof Godἀλλὰbutτὰthe thingsτῶνof theἀνθρώπων.of men.
34καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
καὶAndπροσκαλεσάμενοςhaving called to Himτὸνtheὄχλονcrowdσὺνwithτοῖςtheμαθηταῖςdisciplesαὐτοῦof HimεἶπενHe saidαὐτοῖς·to them;εἴIfτιςanyoneθέλειdesiresὀπίσωafterμουMeἐλθεῖν,to comeἀπαρνησάσθωhe should denyἑαυτὸνhimselfκαὶandἀράτωhe should take upτὸνtheσταυρὸνcrossαὐτοῦof himκαὶandἀκολουθείτωhe should followμοι.Me.
35ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν ἑαυτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν.
ὃςWhoeverγὰρforἐὰνifθέλῃshall desireτὴνtheψυχὴνlifeἑαυτοῦhis ownσῶσαι,to save,ἀπολέσειwill loseαὐτήν·it;ὃςwhoeverδ᾽nowἂνmaybeἀπολέσειwill loseτὴνtheψυχὴνlifeαὐτοῦof himἕνεκενon account ofἐμοῦMeκαὶandτοῦof theεὐαγγελίου,gospel,σώσειhe will saveαὐτήν.it.
36τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ;
τίWhatγὰρforὠφελεῖprofitsἄνθρωπονa manκερδῆσαιto gainτὸνtheκόσμονworldὅλονwholeκαὶandζημιωθῆναιto loseτὴνtheψυχὴνsoulαὐτοῦ;of him?
37τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
τίWhatγὰρforδοῖmay giveἄνθρωποςa manἀντάλλαγμαas an exchangeτῆςfor theψυχῆςsoulαὐτοῦ;of him?
38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
ὃςWhoeverγὰρforἐὰνifἐπαισχυνθῇshall be ashamed ofμεMeκαὶandτοὺςtheἐμοὺςMyλόγουςwordsἐνinτῇtheγενεᾷgenerationταύτῃthisτῇtheμοιχαλίδιadulterousκαὶandἁμαρτωλῷ,sinful,καὶalsoὁtheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐπαισχυνθήσεταιwill be ashamed ofαὐτὸνhimὅτανwhenἔλθῃHe may comeἐνinτῇtheδόξῃgloryτοῦof theπατρὸςFatherαὐτοῦof Himμετὰwithτῶνtheἀγγέλωνangelsτῶνtheἁγίων.holy.