The Westcott and Hort text with a word by word English gloss under every Greek word. 978 words in 56 verses.
Open Mark 6 in the interlinear reader1Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
ΚαὶAndἐξῆλθενHe went outἐκεῖθενfrom thereκαὶandἔρχεταιcameεἰςintoτὴνtheπατρίδαhometownαὐτοῦ,of Him,καὶandἀκολουθοῦσινfollowαὐτῷHimοἱtheμαθηταὶdisciplesαὐτοῦ.of Him.
2καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι;
καὶAndγενομένουwhen was becomingσαββάτουthe SabbathἤρξατοHe beganδιδάσκεινto teachἐνinτῇtheσυναγωγῇ·synagogue;καὶandοἱtheπολλοὶmanyἀκούοντεςhearingἐξεπλήσσοντοwere astonishedλέγοντες·saying;πόθενFrom whereτούτῳto this manταῦτα,these things,καὶandτίςwhat isἡtheσοφίαwisdomἡwhichδοθεῖσαhaving been givenτούτῳto Himκαὶevenαἱtheδυνάμειςmiraclesτοιαῦταιsuchδιὰthroughτῶνtheχειρῶνhandsαὐτοῦof Himγινόμεναι;are done?
3οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
οὐχSurelyοὗτόςthisἐστινisὁtheτέκτων,carpenter,ὁtheυἱὸςsonτῆςtheΜαρίαςof MaryκαὶandἀδελφὸςbrotherἸακώβουof JamesκαὶandἸωσῆτοςof JosesκαὶandἸούδαof JudasκαὶandΣίμωνος;of Simon?καὶAndοὐκsurelyεἰσὶνareαἱtheἀδελφαὶsistersαὐτοῦof Himὧδεhereπρὸςwithἡμᾶς;us?καὶAndἐσκανδαλίζοντοthey were offendedἐνbyαὐτῷ.Him.
4Καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
ΚαὶAndἔλεγενwas sayingαὐτοῖςto themὁtheἸησοῦςJesusὅτιthatοὐκNotἔστινisπροφήτηςa prophetἄτιμοςwithout honorεἰonlyμὴexceptἐνinτῇtheπατρίδιhometownαὐτοῦof himκαὶandἐνamongτοῖςtheσυγγενεῦσινrelativesαὐτοῦof himκαὶandἐνinτῇtheοἰκίᾳhouseholdαὐτοῦ.of him.
5καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν.
καὶAndοὐκnotἐδύνατοHe was ableἐκεῖthereποιῆσαιto doοὐδεμίανnot anyδύναμιν,work of powerεἰonlyμὴexceptὀλίγοιςon a fewἀρρώστοιςsickἐπιθεὶςhaving laidτὰςtheχεῖραςhandsἐθεράπευσεν.He healed.
6καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν. καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
καὶAndἐθαύμασενHe marveledδιὰbecause ofτὴνtheἀπιστίανunbeliefαὐτῶν.of them.καὶAndπεριῆγενHe was goingτὰςtheκώμαςvillagesκύκλῳaroundδιδάσκων.teaching.
7Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
ΚαὶAndπροσκαλεῖταιHe calls nearτοὺςtheδώδεκαTwelveκαὶandἤρξατοHe beganαὐτοὺςthemἀποστέλλεινto send forthδύοtwoδύοby twoκαὶandἐδίδουHe was gavingαὐτοῖςto themἐξουσίανauthorityτῶνover theπνευμάτωνspiritsτῶνtheἀκαθάρτωνunclean
8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
καὶAndπαρήγγειλενHe instructedαὐτοῖςto themἵναthatμηδὲνnothingαἴρωσινthey may takeεἰςfor theὁδὸνjourneyεἰonlyμὴexceptῥάβδονa staffμόνον,alone,μὴnoἄρτον,breadμὴnorπήραν,bagμὴnorεἰςinτὴνtheζώνηνbeltχαλκόν,money,
9ἀλλ᾽ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσασθαι δύο χιτῶνας.
ἀλλ᾽butὑποδεδεμένουςhaving put on yourselvesσανδάλια,sandals,καὶandμὴnotἐνδύσασθαιto put onδύοtwoχιτῶνας.tunics.
10καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
καὶAndἔλεγενHe was sayingαὐτοῖς·to them;ὅπουWhereverἐὰνmaybeεἰσέλθητεyou shall enterεἰςintoοἰκίαν,a house,ἐκεῖthereμένετεdo remainἕωςuntilἂνmaybeἐξέλθητεyou may go outἐκεῖθεν.from there.
11καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.
καὶAndὃςwhateverἂνmaybeτόποςplaceμὴnotδέξηταιhe may receiveὑμᾶςyouμηδὲnorἀκούσωσινmay hearὑμῶν,you,ἐκπορευόμενοιdepartingἐκεῖθενfrom thereἐκτινάξατεdo shake offτὸνtheχοῦνdustτὸνwhich isὑποκάτωunderτῶνtheποδῶνfeetὑμῶνof youεἰςforμαρτύριονa testimonyαὐτοῖς.against them.
12Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν,
ΚαὶAndἐξελθόντεςhaving gone outἐκήρυξανthey proclaimedἵναthatμετανοῶσιν,they may repent,
13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
καὶAndδαιμόνιαdemonsπολλὰmanyἐξέβαλλονthey were casting outκαὶandἤλειφονwere anointingἐλαίῳwith oilπολλοὺςmanyἀρρώστουςsickκαὶandἐθεράπευον.were healing them.
14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ. καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
ΚαὶAndἤκουσενheardὁtheβασιλεὺςKingἩρῴδης·Herod;φανερὸνwell knownγὰρforἐγένετοbecameτὸtheὄνομαnameαὐτοῦ.of Him.καὶAndἔλεγονthey were sayingὅτιthatἸωάννηςJohnὁthe oneβαπτίζωνbaptizingἐγήγερταιhe has been raisedἐκout fromνεκρῶν,the deadκαὶandδιὰbecause ofτοῦτοthisἐνεργοῦσινoperateαἱtheδυνάμειςmiraculous powersἐνinαὐτῷ.him.
15ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν.
ἄλλοιOthersδὲhoweverἔλεγονwere sayingὅτιthatἨλίαςElijahἐστίν·He is;ἄλλοιOthersδὲnowἔλεγονwere sayingὅτιthatπροφήτηςA prophetὡςlikeεἷςoneτῶνof theπροφητῶν.prophets.
16ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη
ἀκούσαςHaving heardδὲnowὁtheἩρῴδηςHerodἔλεγενwas sayingὃνWhomἐγὼI myselfἀπεκεφάλισαbeheadedἸωάννην,John —οὗτοςheἠγέρθηis risen
17αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν·
αὐτὸςHimselfγὰρforὁtheἩρῴδηςHerodἀποστείλαςhaving sentἐκράτησενhe seizedτὸνtheἸωάννηνJohnκαὶandἔδησενboundαὐτὸνhimἐνinφυλακῇprisonδιὰon account ofἩρῳδιάδαHerodiasτὴνtheγυναῖκαwifeΦιλίππουof Philipτοῦtheἀδελφοῦbrotherαὐτοῦof himὅτιbecauseαὐτὴνherἐγάμησεν·he had married;
18ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
ἔλεγενWere sayingγὰρforὁtheἸωάννηςJohnτῷtheἩρῴδῃto HerodὅτιthatοὐκNotἔξεστίνit is lawfulσοιfor youἔχεινto haveτὴνtheγυναῖκαwifeτοῦof theἀδελφοῦbrotherσου.of you.
19ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο·
ἡtheδὲAndἩρῳδιὰςHerodiasἐνεῖχενwas holding itαὐτῷagainst himκαὶandἤθελενhe was wishingαὐτὸνhimἀποκτεῖναιto killκαὶandοὐκnotἠδύνατο·he was able;
20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν. καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
ὁtheγὰρforἩρῴδηςHerodἐφοβεῖτοwas afraid ofτὸνtheἸωάννηνJohnεἰδὼςknowingαὐτὸνhimἄνδραto be a manδίκαιονrighteousκαὶandἅγιονholyκαὶandσυνετήρειhe was keeping safeαὐτόν.him.καὶAndἀκούσαςwhen having heardαὐτοῦhimπολλὰmuchἠπόρει,he was perplexedκαὶandἡδέωςgladlyαὐτοῦhimἤκουεν.was hearing.
21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
ΚαὶAndγενομένηςwhen was comingἡμέραςa dayεὐκαίρουopportuneὅτεwhenἩρῴδηςHerodτοῖςon theγενεσίοιςbirthdayαὐτοῦof himδεῖπνονa banquetἐποίησενmadeτοῖςfor theμεγιστᾶσινgreat menαὐτοῦof himκαὶandτοῖςfor theχιλιάρχοιςchief captainsκαὶandτοῖςfor theπρώτοιςleading menτῆςtheΓαλιλαίαςof Galilee
22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν ὁ δὲ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.
καὶandεἰσελθούσηςwhen was enteringτῆςtheθυγατρὸςdaughterαὐτοῦof himἩρῳδιάδοςHerodiasκαὶandὀρχησαμένηςwhen having dancedἤρεσενshe pleasedτῷtheἩρῴδῃHerodκαὶandτοῖςthoseσυνανακειμένοιςreclining with himεἶπενsaidὁtheδὲnowβασιλεὺςthe kingτῷto theκορασίῳ·girl;αἴτησόνdo askμεmeὃwhateverἐὰνifθέλῃς,you shall wish,καὶandδώσωI will giveσοι.to you.
23καὶ ὤμοσεν αὐτῇ ὅτι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
καὶAndὤμοσενhe sworeαὐτῇto herὅτιthatἐάνifμεmeαἰτήσῃςyou shall askδώσωI will giveσοιyouἕωςuntilἡμίσουςhalfτῆςof theβασιλείαςkingdomμου.of mine.
24Καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· τί αἰτήσωμαι; ἡ δὲ εἶπεν· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.
ΚαὶAndἐξελθοῦσαhaving gone outεἶπενshe saidτῇto theμητρὶmotherαὐτῆς·of her;τίWhatαἰτήσωμαι;shall I ask for myself?ἡtheδὲAndεἶπεν·she said;τὴνTheκεφαλὴνheadἸωάννουof Johnτοῦthe oneβαπτίζοντος.baptizing.
25καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
καὶAndεἰσελθοῦσαhaving enteredεὐθὺςimmediatelyμετὰwithσπουδῆςhasteπρὸςtoτὸνtheβασιλέαkingᾐτήσατοshe askedλέγουσα·saying;θέλωI desireἵναthatἐξαυτῆςat onceδῷςmay you giveμοιto meἐπὶonπίνακιa platterτὴνtheκεφαλὴνheadἸωάννουof Johnτοῦtheβαπτιστοῦ.Baptist.
26καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν.
καὶAndπερίλυποςencompassingly sorrowfulγενόμενοςhaving been madeὁtheβασιλεὺςkingδιὰon account ofτοὺςtheὅρκουςoathsκαὶandτοὺςthoseἀνακειμένουςreclining with himοὐκnotἠθέλησενwas he willingἀθετῆσαιto refuseαὐτήν.her.
27καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
καὶAndεὐθὺςimmediatelyἀποστείλαςhaving sentὁtheβασιλεὺςkingσπεκουλάτοραan executionerἐπέταξενhe commandedἐνέγκαιto be broughtτὴνtheκεφαλὴνheadαὐτοῦ.of him.καὶAndἀπελθὼνhaving goneἀπεκεφάλισενhe beheadedαὐτὸνhimἐνinτῇtheφυλακῇprison
28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
καὶandἤνεγκενbroughtτὴνtheκεφαλὴνheadαὐτοῦof himἐπὶonπίνακιa platterκαὶandἔδωκενgaveαὐτὴνitτῷto theκορασίῳ,girl,καὶandτὸtheκοράσιονgirlἔδωκενgaveαὐτὴνitτῇto theμητρὶmotherαὐτῆς.of her.
29Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
ΚαὶAndἀκούσαντεςhaving heard itοἱtheμαθηταὶdisciplesαὐτοῦof himἦλθονcameκαὶandἦρανthey took upτὸtheπτῶμαbodyαὐτοῦof himκαὶandἔθηκανlaidαὐτὸitἐνinμνημείῳ.a tomb.
30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
ΚαὶAndσυνάγονταιare gathered togetherοἱtheἀπόστολοιapostlesπρὸςtoτὸνtheἸησοῦνJesusκαὶandἀπήγγειλανthey relatedαὐτῷto himπάνταall thingsὅσαhow muchἐποίησανthey had doneκαὶandὅσαhow muchἐδίδαξαν.they had taught.
31καὶ λέγει αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
καὶAndλέγειHe speaksαὐτοῖς·to them;δεῦτεComeὑμεῖςyou yourselvesαὐτοὶyourselvesκατ᾽apartἰδίανyour ownεἰςtoἔρημονa solitaryτόπονplaceκαὶandἀναπαύσασθεdo restὀλίγον·a little;ἦσανWereγὰρforοἱthoseἐρχόμενοιcomingκαὶandοἱthoseὑπάγοντεςgoingπολλοί,are many,καὶandοὐδὲnot evenφαγεῖνto eatεὐκαίρουν.were they able.
32Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν.
ΚαὶAndἀπῆλθονthey went awayἐνinτῷtheπλοίῳboatεἰςintoἔρημονa solitaryτόπονplaceκατ᾽onἰδίαν.their own.
33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἔγνωσαν πολλοὶ καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς
καὶAndεἶδονthey sawαὐτοὺςthemὑπάγονταςgoingκαὶandἔγνωσανknewπολλοὶmanyκαὶandπεζῇon footἀπὸfromπασῶνallτῶνtheπόλεωνcitiesσυνέδραμονran togetherἐκεῖthereκαὶandπροῆλθονwent beforeαὐτούςthem
34καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
καὶAndἐξελθὼνhaving gone outεἶδενHe sawπολὺνa greatὄχλονcrowdκαὶandἐσπλαγχνίσθηwas moved with compassionἐπ᾽towardαὐτοὺςthemὅτιbecauseἦσανthey wereὡςlikeπρόβαταsheepμὴnotἔχονταhavingποιμένα.a shepherd.καὶAndἤρξατοHe beganδιδάσκεινto teachαὐτοὺςthemπολλά.many things.
35Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
ΚαὶAndἤδηalreadyὥραςwhen the hourπολλῆςlateγενομένηςbeingπροσελθόντεςhaving comeαὐτῷto Himοἱtheμαθηταὶdisciplesαὐτοῦof Himἔλεγονwere sayingὅτιthatἔρημόςDesolateἐστινisὁtheτόπος,place,καὶandἤδηalready it isὥραan hourπολλή·late;
36ἀπόλυσον αὐτοὺς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν
ἀπόλυσονdo dismissαὐτοὺςthemἵναthatἀπελθόντεςhaving goneεἰςtoτοὺςtheκύκλῳsurroundingἀγροὺςregionκαὶandκώμαςvillagesἀγοράσωσινthey may buyἑαυτοῖςfor themselvesτίsomethingφάγωσινmay eat
37ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;
ὁtheδὲButἀποκριθεὶςansweringεἶπενHe saidαὐτοῖς·to them;δότεdo giveαὐτοῖςto themὑμεῖςyou yourselvesφαγεῖν.something to eat.καὶAndλέγουσινthey sayαὐτῷ·to Him;ἀπελθόντεςHaving goneἀγοράσωμενshall we buyδηναρίωνdenariiδιακοσίωνtwo hundredἄρτουςof breadκαὶand thenδώσομενwe will giveαὐτοῖςthem itφαγεῖν;to eat?
38Ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· πέντε καὶ δύο ἰχθύας.
ὉtheδὲAndλέγειHe saysαὐτοῖς·to them;πόσουςHow manyἄρτουςloavesἔχετε;have youὑπάγετεdo goἴδετε.do see.καὶAndγνόντεςhaving knownλέγουσιν·they say;πέντεFiveκαὶandδύοtwoἰχθύας.fish.
39καὶ ἐπέταξεν αὐτοῖς ἀνακλιθῆναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
καὶAndἐπέταξενHe commandedαὐτοῖςthemἀνακλιθῆναιto be reclinedπάνταςallσυμπόσιαgroupsσυμπόσιαby groupsἐπὶonτῷtheχλωρῷgreenχόρτῳ.grass.
40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
καὶAndἀνέπεσανthey sat downπρασιαὶgroupsπρασιαὶby groupsκατὰbyἑκατὸνhundredsκαὶandκατὰbyπεντήκοντα.fifties.
41καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
καὶAndλαβὼνhaving takenτοὺςtheπέντεfiveἄρτουςloavesκαὶandτοὺςtheδύοtwoἰχθύας,fish,ἀναβλέψαςhaving looked upεἰςtoτὸνtheοὐρανὸνheavenεὐλόγησενHe blessedκαὶandκατέκλασενHe brokeτοὺςtheἄρτουςloavesκαὶandἐδίδουHe was giving themτοῖςto theμαθηταῖςdisciplesἵναthatπαρατιθῶσινthey may set beforeαὐτοῖς,them,καὶAndτοὺςtheδύοtwoἰχθύαςfishἐμέρισενHe dividedπᾶσιν.among all.
42καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
καὶAndἔφαγονateπάντεςallκαὶandἐχορτάσθησαν,were satisfied,
43καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων.
καὶAndἦρανthey took upκλάσματαof fragmentsδώδεκαtwelveκοφίνωνhand-basketsπληρώματαfullnessκαὶandἀπὸofτῶνtheἰχθύων.fish.
44καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
καὶAndἦσανwereοἱthoseφαγόντεςhaving eaten ofτοὺςtheἄρτουςloavesπεντακισχίλιοιfive thousandἄνδρες.men.
45Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδὰν ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.
ΚαὶAndεὐθὺςimmediatelyἠνάγκασενHe compelledτοὺςtheμαθητὰςdisciplesαὐτοῦof Himἐμβῆναιto climbεἰςintoτὸtheπλοῖονboatκαὶandπροάγεινto go beforeεἰςtoτὸtheπέρανother sideπρὸςtoΒηθσαϊδὰνBethsaidaἕωςuntilαὐτὸςHe himselfἀπολύειdismissesτὸνtheὄχλον.crowd.
46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
καὶAndἀποταξάμενοςhaving taken leaveαὐτοῖςof themἀπῆλθενHe departedεἰςintoτὸtheὄροςmountainπροσεύξασθαι.to pray.
47Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
ΚαὶAndὀψίαςwhen eveningγενομένηςhaving comeἦνwasτὸtheπλοῖονboatἐνinμέσῳthe midstτῆςof theθαλάσσης,sea,καὶandαὐτὸςHe himselfμόνοςaloneἐπὶuponτῆςtheγῆς.land.
48καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελεν παρελθεῖν αὐτούς.
καὶAndἰδὼνseeingαὐτοὺςthemβασανιζομένουςstrainingἐνinτῷtheἐλαύνειν,rowing,ἦνwasγὰρforὁtheἄνεμοςwindἐναντίοςcontraryαὐτοῖς,to them,περὶAboutτετάρτηνthe fourthφυλακὴνwatchτῆςof theνυκτὸςnightἔρχεταιHe comesπρὸςtoαὐτοὺςthemπεριπατῶνwalkingἐπὶonτῆςtheθαλάσσηςseaκαὶandἤθελενHe was wishingπαρελθεῖνto pass byαὐτούς.them.
49Οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν·
ΟἱtheδὲAndἰδόντεςhaving seenαὐτὸνHimἐπὶonτῆςtheθαλάσσηςseaπεριπατοῦνταwalkingἔδοξανthey thoughtὅτιthatφάντασμάa ghostἐστιν,it is,καὶandἀνέκραξαν·cried out;
50πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
πάντεςAllγὰρforαὐτὸνHimεἶδονsawκαὶandἐταράχθησαν.were troubled.ὁtheδὲnowεὐθὺςimmediatelyἐλάλησενHe spokeμετ᾽withαὐτῶνthemκαὶandλέγειsaysαὐτοῖς·to them;θαρσεῖτε,Take courage!ἐγώI myselfεἰμι,am He,μὴnotφοβεῖσθε.do fear.
51καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ἐν ἑαυτοῖς ἐξίσταντο
καὶAndἀνέβηHe went upπρὸςtoαὐτοὺςthemεἰςintoτὸtheπλοῖον,boat,καὶandἐκόπασενceasedὁtheἄνεμος.wind.καὶAndλίανexceedinglyἐνinἑαυτοῖςthemselvesἐξίσταντοthey were amazed
52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾽ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
οὐnotγὰρforσυνῆκανthey understoodἐπὶbyτοῖςtheἄρτοις,loaves,ἀλλ᾽butἦνwereαὐτῶνof themἡtheκαρδίαheartπεπωρωμένη.hardened.
53Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
ΚαὶAndδιαπεράσαντεςhaving passed overἐπὶtoτὴνtheγῆνlandἦλθονthey cameεἰςtoΓεννησαρὲτGennesaretκαὶandπροσωρμίσθησαν.drew to shore.
54καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
καὶAndἐξελθόντωνwhen were exitingαὐτῶνtheyἐκout ofτοῦtheπλοίουboatεὐθὺςimmediatelyἐπιγνόντεςhaving recognizedαὐτὸνHim
55περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν.
περιέδραμονthey ran aroundὅληνallτὴνtheχώρανregionἐκείνηνthatκαὶandἤρξαντοthey beganἐπὶonτοῖςtheκραβάττοιςmatsτοὺςthoseκακῶςsickἔχονταςbeingπεριφέρεινto carry aboutὅπουto whereverἤκουονthey were hearingὅτιthatἐστίν.He is.
56καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται, καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.
καὶAndὅπουwhereverἂνmaybeεἰσεπορεύετοHe was enteringεἰςintoκώμαςvillagesἢorεἰςintoπόλειςcitiesἢorεἰςintoἀγροὺςfieldsἐνinταῖςtheἀγοραῖςmarketplacesἐτίθεσανthey were layingτοὺςthoseἀσθενοῦνταςailingκαὶandπαρεκάλουνwere beggingαὐτὸνHimἵναthatκἂνonlyτοῦof theκρασπέδουfringeτοῦtheἱματίουclothingαὐτοῦof Himἅψωνται,they shall touch,καὶandὅσοιas many asἂνmaybeἥψαντοtouchedαὐτοῦHimἐσῴζοντο.were being healed.