Mark 4 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 685 words in 41 verses.

Open Mark 4 in the interlinear reader

1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.

ΚαὶAndπάλινagainἤρξατοHe beganδιδάσκεινto teachπαρὰbesideτὴνtheθάλασσαν.sea.καὶAndσυνάγεταιare gathered togetherπρὸςtoαὐτὸνHimὄχλοςa crowdπλεῖστοςgreatestὥστεso thatαὐτὸνHeεἰςintoπλοῖονa boatἐμβάνταhaving climbedκαθῆσθαιsittingἐνinτῇtheθαλάσσῃ,sea,καὶandπᾶςalltheὄχλοςcrowdπρὸςclose toτὴνtheθάλασσανseaἐπὶonτῆςtheγῆςlandἦσαν.was.

2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·

καὶAndἐδίδασκενHe was teachingαὐτοὺςthemἐνinπαραβολαῖςparablesπολλὰmany thingsκαὶandἔλεγενHe was sayingαὐτοῖςto themἐνinτῇtheδιδαχῇteachingαὐτοῦ·of Him;

3Ἀκούετε. Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι·

Ἀκούετε.do listen!ἸδοὺBeholdἐξῆλθενwent outthe oneσπείρωνsowingσπεῖραι·to sow;

4καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.

καὶAndἐγένετοit came to passἐνwhileτῷtheσπείρειν,sowing,theμὲνsomeἔπεσενfellπαρὰalongτὴνtheὁδόν,road,καὶandἦλθενcameτὰtheπετεινὰbirdsκαὶandκατέφαγενdevouredαὐτό.it.

5καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες καὶ ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς.

καὶAndἄλλοotherἔπεσενfellἐπὶuponτὸtheπετρῶδεςrocky placeκαὶandὅπουwhereοὐκnotεἶχενit hadγῆνsoilπολλήν,much,καὶandεὐθὺςimmediatelyἐξανέτειλενit sprang upδιὰbecause ofτὸtheμὴnotἔχεινhavingβάθοςdepthγῆς.of soil.

6καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος, ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.

καὶAndὅτεafterἀνέτειλενrosetheἥλιος,sunἐκαυματίσθηit was scorchedκαὶandδιὰbecause ofτὸtheμὴnotἔχεινhavingῥίζανrootἐξηράνθη.it withered away.

7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.

καὶAndἄλλοotherἔπεσενfellεἰςamongτὰςtheἀκάνθας,thorns,καὶandἀνέβησανgrew upαἱtheἄκανθαιthornsκαὶandσυνέπνιξανchokedαὐτό,it,καὶandκαρπὸνfruitοὐκnoἔδωκεν.it yielded.

8καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν εἰς τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.

καὶAndἄλλαothersἔπεσενfellεἰςintoτὴνtheγῆνsoilτὴνtheκαλὴνgoodκαὶandἐδίδουwas yieldingκαρπὸνfruitἀναβαίνονταgrowing upκαὶandαὐξανόμεναincreasingκαὶandἔφερενwas bearingεἰςintoτριάκονταthirtyfoldκαὶandἐνinἑξήκονταsixtyκαὶandἐνinἑκατόν.a hundred.

9καὶ ἔλεγεν ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.

καὶAndἔλεγενHe was sayingὃςHe whoἔχειhasὦταearsἀκούεινto hearἀκουέτω.he should hear.

10Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς.

ΚαὶAndὅτεwhenἐγένετοHe wasκατὰutterlyμόνας,alone,ἠρώτωνthey were askingαὐτὸνHimοἱthoseπερὶaroundαὐτὸνHimσὺνwithτοῖςtheδώδεκαTwelveτὰςabout theπαραβολάς.parables.

11καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ, ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται

καὶAndἔλεγενHe was sayingαὐτοῖς·to them;ὑμῖνTo youτὸtheμυστήριονmysteryδέδοταιhas been givenτῆςof theβασιλείαςkingdomτοῦtheθεοῦ,of God,ἐκείνοιςTo thoseδὲhoweverτοῖςwho areἔξωoutsideἐνinπαραβολαῖςparablesτὰtheπάνταeverythingγίνεταιis done

12ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς

ἵναso thatβλέποντεςLookingβλέπωσινthey may lookκαὶandμὴnotἴδωσινthey may perceiveκαὶandἀκούοντεςhearingἀκούωσινthey may hearκαὶandμὴnotσυνιῶσινthey may understandμήποτεotherwiseἐπιστρέψωσινthey may turnκαὶandἀφεθῇmay be forgivenαὐτοῖςto them’

13Καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;

ΚαὶAndλέγειHe saysαὐτοῖς·to them;οὐκNotοἴδατεunderstand youτὴνtheπαραβολὴνparableταύτην;this?καὶAndπῶςhowπάσαςallτὰςtheπαραβολὰςparablesγνώσεσθε;will you understand?

14ὁ σπείρων τὸν λόγον σπείρει.

The oneσπείρωνsowingτὸνtheλόγονwordσπείρει.sows.

15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.

οὗτοιTheseδέnowεἰσινareοἱtheyπαρὰalongτὴνtheὁδὸνroadὅπουwhereσπείρεταιis sowntheλόγος,word,καὶandὅτανwhenἀκούσωσιν,they may hear,εὐθὺςimmediatelyἔρχεταιcomestheσατανᾶςSatanκαὶandαἴρειtakes awayτὸνtheλόγονwordτὸνtheἐσπαρμένονsownεἰςinαὐτούς.them.

16καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτὸν

καὶAndοὗτοίtheseεἰσινareὁμοίωςlikewiseοἱthoseἐπὶuponτὰtheπετρώδηrocky placesσπειρόμενοι,sown,οἳwhoὅτανwhenἀκούσωσινthey may hearτὸνtheλόγον,word,εὐθὺςimmediatelyμετὰwithχαρᾶςjoyλαμβάνουσινreceiveαὐτὸνit

17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν. εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται.

καὶandοὐκnotἔχουσινthey haveῥίζανrootἐνinἑαυτοῖςthemselvesἀλλὰbutπρόσκαιροίtemporaryεἰσιν.are.εἶταthenγενομένηςwhen was happeningθλίψεωςtribulationorδιωγμοῦpersecutionδιὰon account ofτὸνtheλόγον,word,εὐθὺςimmediatelyσκανδαλίζονται.they fall away.

18καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,

καὶAndἄλλοιanotherεἰσὶνareοἱthoseεἰςamongτὰςtheἀκάνθαςthornsσπειρόμενοι·sown;οὗτοίTheseεἰσινareοἱthoseτὸνtheλόγονwordἀκούσαντες,hearing,

19καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.

καὶandαἱtheμέριμναιcaresτοῦof theαἰῶνοςageκαὶandtheἀπάτηdeceitτοῦof theπλούτουrichesκαὶandαἱtheπερὶofτὰtheλοιπὰother thingsἐπιθυμίαιdesiresεἰσπορευόμεναιentering inσυμπνίγουσινthey chokeτὸνtheλόγον,word,καὶandἄκαρποςunfruitfulγίνεται.it becomes.

20καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.

καὶAndἐκεῖνοίthoseεἰσινareοἱthoseἐπὶuponτὴνtheγῆνsoilτὴνtheκαλὴνgoodσπαρέντες,having been sown,οἵτινεςsuch asἀκούουσινhearτὸνtheλόγονwordκαὶandπαραδέχονταιreceive itκαὶandκαρποφοροῦσινbring forth fruitἐνinτριάκονταthirtyfoldκαὶandἐνinἑξήκονταsixtyκαὶandἐνinἑκατόν.a hundred.

21Καὶ ἔλεγεν αὐτοῖς ὅτι· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ;

ΚαὶAndἔλεγενHe was sayingαὐτοῖςto themὅτι·that:μήτιsurely not everἔρχεταιis brought intheλύχνοςlampἵναso thatὑπὸunderτὸνtheμόδιονbasketτεθῇit may be putorὑπὸunderτὴνtheκλίνην;bed?οὐχSurelyἵναthatἐπὶuponτὴνtheλυχνίανlampstandτεθῇ;may it be put?

22οὐ γάρ ἐστιν κρυπτόν ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν.

οὐNothingγάρforἐστινthere isκρυπτόνhiddenἐὰνonlyμὴunlessἵναin orderφανερωθῇ,it shall be made manifest,οὐδὲnorἐγένετοhas taken placeἀπόκρυφονa secret thingἀλλ᾽butἵναthatἔλθῃit shall comeεἰςtoφανερόν.light.

23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

εἴIfτιςanyoneἔχειhasὦταearsἀκούεινto hearἀκουέτω.he should hear.

24Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν

ΚαὶAndἔλεγενHe was sayingαὐτοῖς·to them;βλέπετεdo take heedτίwhatἀκούετε.you hear.ἐνWithwhatμέτρῳmeasureμετρεῖτεyou measureμετρηθήσεταιit will be measuredὑμῖνto youκαὶandπροστεθήσεταιmore will be addedὑμῖνto you

25ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

ὃςWhoeverγὰρforἔχει,has,δοθήσεταιit will be givenαὐτῷ·to him;καὶandὃςhe whoοὐκnotἔχει,has,καὶevenwhatἔχειhe hasἀρθήσεταιwill be taken awayἀπ᾽fromαὐτοῦ.him.

26Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς

ΚαὶAndἔλεγεν·He was saying;οὕτωςThusἐστὶνistheβασιλείαkingdomτοῦtheθεοῦ,of God,ὡςasἄνθρωποςa manβάλῃshall castτὸνtheσπόρονseedἐπὶuponτῆςtheγῆςearth

27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.

καὶandκαθεύδῃhe may sleepκαὶandἐγείρηταιhe may be risenνύκταnightκαὶandἡμέραν,day,καὶandtheσπόροςseedβλαστᾷmay sproutκαὶandμηκύνηταιit may growὡςhowοὐκnotοἶδενknowsαὐτός.he himself.

28αὐτομάτη ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ.

αὐτομάτηOf itselftheγῆearthκαρποφορεῖbrings forth fruit —πρῶτονfirstχόρτονa plantεἶταthenστάχυνan earεἶταthenπλήρηςfullσῖτονgrainἐνinτῷtheστάχυϊ.ear.

29ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός.

ὅτανWhenδὲthenπαραδοῖit may producetheκαρπός,fruit,εὐθὺςimmediatelyἀποστέλλειhe sendsτὸtheδρέπανονsickleὅτιforπαρέστηκενhas cometheθερισμός.harvest.

30Καὶ ἔλεγεν· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;

ΚαὶAndἔλεγεν·He was saying;πῶςhowὁμοιώσωμενshall we likenτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof GodOrἐνinτίνιwhichαὐτὴνitπαραβολῇparableθῶμεν;let us present

31ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς.

ὡςAsκόκκῳa grainσινάπεωςof mustardὃςwhichὅτανwhenσπαρῇit may be sownἐπὶuponτῆςtheγῆς,earth,μικρότερονsmaller thanὂνisπάντωνallτῶνtheσπερμάτωνseedsτῶνwhich areἐπὶuponτῆςtheγῆς.earth.

32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

καὶandὅτανwhenσπαρῇ,it may be sown,ἀναβαίνειit grows upκαὶandγίνεταιbecomesμεῖζονgreaterπάντωνthan allτῶνtheλαχάνωνgarden plantsκαὶandποιεῖit producesκλάδουςbranchesμεγάλουςgreatὥστεso thatδύνασθαιto be ableὑπὸunderτὴνtheσκιὰνshadowαὐτοῦof itτὰtheπετεινὰbirdsτοῦof theοὐρανοῦairκατασκηνοῦν.to perch.

33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν.

ΚαὶAndτοιαύταιςwith suchπαραβολαῖςparablesπολλαῖςmanyἐλάλειHe was speakingαὐτοῖςto themτὸνtheλόγονwordκαθὼςeven asἠδύναντοthey were ableἀκούειν.to hear.

34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

χωρὶςWithoutδὲthenπαραβολῆςparablesοὐκnotἐλάλειwas He speakingαὐτοῖς·to them;κατ᾽inἰδίανprivateδὲhoweverτοῖςtheἰδίοιςto His ownμαθηταῖςdisciplesἐπέλυενHe was explainingπάντα.all things.

35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν.

ΚαὶAndλέγειHe saysαὐτοῖςto themἐνonἐκείνῃthat veryτῇtheἡμέρᾳdayὀψίαςeveningγενομένης·having come;διέλθωμενlet us pass overεἰςtoτὸtheπέραν.other side.

36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ᾽ αὐτοῦ.

καὶAndἀφέντεςhaving dismissedτὸνtheὄχλονcrowdπαραλαμβάνουσινthey take with themαὐτὸνHimὡςsinceἦνHe wasἐνinτῷtheπλοίῳ,boat,καὶalsoἄλλαotherπλοῖαboatsἦνwereμετ᾽withαὐτοῦ.Him.

37καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον.

καὶAndγίνεταιcomesλαῖλαψa stormμεγάληviolentἀνέμου,of windκαὶAndτὰtheκύματαwavesἐπέβαλλενwere breakingεἰςoverτὸtheπλοῖονboatὥστεso thatἤδηalreadyγεμίζεσθαιis being filled upτὸtheπλοῖον.boat.

38καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;

καὶAndαὐτὸςHe himselfἦνwasἐνinτῇtheπρύμνῃsternἐπὶonτὸtheπροσκεφάλαιονcushionκαθεύδων.sleeping.καὶAndἐγείρουσινthey wakeαὐτὸνHimκαὶandλέγουσινsayαὐτῷ·to Him;διδάσκαλε,Teacher,οὐnotμέλειis it concernσοιto Youὅτιthatἀπολλύμεθα;we perish?

39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.

καὶAndδιεγερθεὶςhaving been awokenἐπετίμησενHe rebukedτῷtheἀνέμῳwindκαὶandεἶπενsaidτῇto theθαλάσσῃ·sea;σιώπα,Silence!πεφίμωσο.you must be still!καὶAndἐκόπασενabatedtheἄνεμος,wind,καὶandἐγένετοthere wasγαλήνηa calmμεγάλη.great.

40Καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε; οὔπω ἔχετε πίστιν;

ΚαὶAndεἶπενHe saidαὐτοῖς·to them;τίWhyδειλοίfearfulἐστε;are you?οὔπωStill notἔχετεhave youπίστιν;faith?

41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;

καὶAndἐφοβήθησανthey fearedφόβονwith fearμέγανgreatκαὶandἔλεγονwere sayingπρὸςtoἀλλήλους·each other;τίςWhoἄραthenοὗτόςthisἐστινisὅτιthatκαὶeventheἄνεμοςwindκαὶandtheθάλασσαseaὑπακούειit obeysαὐτῷ;Him?

‹ Mark 3Mark 5 ›