Mark 14 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1197 words in 72 verses.

Open Mark 14 in the interlinear reader

1Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας, καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·

ἮνIt wasδὲnowτὸtheπάσχαPassoverκαὶandτὰtheἄζυμαFeast of Unleavened Breadμετὰafterδύοtwoἡμέρας,days,καὶAndἐζήτουνwere seekingοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheγραμματεῖςscribesπῶςhowαὐτὸνHimἐνbyδόλῳstealthκρατήσαντεςhaving takenἀποκτείνωσιν·they may kill Him;

2ἔλεγον γάρ· μὴ ἐν τῇ ἑορτῇ μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.

ἔλεγονThey were sayingγάρ·for;μὴNot take Himἐνduringτῇtheἑορτῇfeastμήποτεotherwiseἔσταιthere will beθόρυβοςan uproarτοῦof theλαοῦ.people.

3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.

ΚαὶAndὄντοςwhen is beingαὐτοῦHeἐνinΒηθανίᾳBethanyἐνinτῇtheοἰκίᾳhouseΣίμωνοςof Simonτοῦtheλεπροῦ,leper,κατακειμένουwhen is recliningαὐτοῦHeἦλθενcameγυνὴa womanἔχουσαhavingἀλάβαστρονan alabaster flaskμύρουof fragrant oilνάρδουof nardπιστικῆςpureπολυτελοῦς.of great price.συντρίψασαhaving brokenτὴνtheἀλάβαστρονalabaster flaskκατέχεενshe poured it onαὐτοῦHisτῆςtheκεφαλῆς.head.

4ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;

ἦσανWereδέnowτινεςsomeἀγανακτοῦντεςindignantπρὸςwithinἑαυτούςthemselvesεἰςToτίwhytheἀπώλειαwasteαὕτηthisτοῦof theμύρουfragrant oilγέγονεν;has been made?

5ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.

ἠδύνατοWas possibleγὰρforτοῦτοthisτὸtheμύρονfragrant oilπραθῆναιto have been sold forἐπάνωaboveδηναρίωνdenariiτριακοσίωνthree hundredκαὶandδοθῆναιto have been givenτοῖςto theπτωχοῖς·poor;καὶAndἐνεβριμῶντοthey were grumblingαὐτῇ.at her.

6ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν, τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.

theδὲAndἸησοῦςJesusεἶπεν·said;ἄφετεdo leave aloneαὐτήν,her,τίwhyαὐτῇto herκόπουςtroubleπαρέχετε;do you cause?καλὸνA goodἔργονworkἠργάσατοshe didἐνtowardἐμοί.Me myself.

7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς πάντοτε εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.

πάντοτεAlwaysγὰρforτοὺςtheπτωχοὺςpoorἔχετεyou haveμεθ᾽withἑαυτῶν,yourselves,καὶandὅτανwheneverθέλητεyou may desireδύνασθεyou are ableαὐτοῖςfor themπάντοτεalwaysεὖgoodποιῆσαι,to do,ἐμὲMe myselfδὲhoweverοὐnotπάντοτεalwaysἔχετε.do you have.

8ὃ ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν.

Whatἔσχενshe hadἐποίησεν,she performed,προέλαβενShe came beforehandμυρίσαιto anointτὸtheσῶμάbodyμουof Mineεἰςforτὸνtheἐνταφιασμόν.burial.

9ἀμὴν δὲ λέγω ὑμῖν· ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

ἀμὴνAmenδὲnowλέγωI sayὑμῖν·to you;ὅπουwhereverἐὰνmaybeκηρυχθῇshall be proclaimedτὸtheεὐαγγέλιονgospelεἰςinὅλονwholeτὸνtheκόσμον,world,καὶalsowhatἐποίησενhas doneαὕτηthis womanλαληθήσεταιwill be spoken ofεἰςforμνημόσυνονa memorialαὐτῆς.of her.

10Καὶ Ἰούδας Ἰσκαριώθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.

ΚαὶAndἸούδαςJudasἸσκαριώθ,Iscariot,theεἷςoneτῶνof theδώδεκα,Twelve,ἀπῆλθενwent awayπρὸςtoτοὺςtheἀρχιερεῖςchief priestsἵναthatαὐτὸνHimπαραδοῖhe may betrayαὐτοῖς.to them.

11οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.

οἱtheδὲAndἀκούσαντεςhaving heardἐχάρησανthey rejoicedκαὶandἐπηγγείλαντοthey promisedαὐτῷto himἀργύριονmoneyδοῦναι·to give;καὶAndἐζήτειhe was seekingπῶςhowαὐτὸνHimεὐκαίρωςconvenientlyπαραδοῖ.he may deliver up.

12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;

ΚαὶAndτῇon theπρώτῃfirstἡμέρᾳdayτῶνtheἀζύμων,of unleavened bread,ὅτεwhenτὸtheπάσχαPassover lambἔθυον,they were to sacrifice,λέγουσινsayαὐτῷto Himοἱtheμαθηταὶdisciplesαὐτοῦ·of Him;ποῦWhereθέλειςdo You desire thatἀπελθόντεςhaving goneἑτοιμάσωμενwe may prepareἵναthatφάγῃςYou may eatτὸtheπάσχα;Passover?

13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ.

καὶAndἀποστέλλειHe sends forthδύοtwoτῶνof theμαθητῶνdisciplesαὐτοῦof Himκαὶandλέγειsaysαὐτοῖς·to them;ὑπάγετεdo goεἰςintoτὴνtheπόλιν,city,καὶandἀπαντήσειwill meetὑμῖνyouἄνθρωποςa manκεράμιονa pitcherὕδατοςof waterβαστάζων·carrying;ἀκολουθήσατεdo followαὐτῷ.him.

14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;

καὶAndὅπουwhereverἐὰνmaybeεἰσέλθῃ,he shall enter,εἴπατεdo sayτῷto theοἰκοδεσπότῃmaster of the houseὅτιthattheδιδάσκαλοςTeacherλέγει·says;ποῦWhereἐστινisτὸtheκατάλυμάguest roomμουof MineὅπουwhereτὸtheπάσχαPassoverμετὰwithτῶνtheμαθητῶνdisciplesμουof Mineφάγω;I may eat?

15καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.

καὶAndαὐτὸςhe himselfὑμῖνyouδείξειwill showἀνάγαιονan upper roomμέγαlargeἐστρωμένονfurnishedἕτοιμον·and ready;καὶAndἐκεῖthereἑτοιμάσατεdo prepareἡμῖν.for us.

16καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.

καὶAndἐξῆλθονwent awayοἱtheμαθηταὶdisciplesκαὶandἦλθονcameεἰςintoτὴνtheπόλινcityκαὶandεὗρονfoundκαθὼςeven asεἶπενHe had saidαὐτοῖςto themκαὶandἡτοίμασανthey preparedτὸtheπάσχα.Passover.

17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.

ΚαὶAndὀψίαςwhen eveningγενομένηςhaving arrivedἔρχεταιHe comesμετὰwithτῶνtheδώδεκα.Twelve.

18καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.

καὶAndἀνακειμένωνwhen were recliningαὐτῶνtheyκαὶandἐσθιόντωνwere eatingtheἸησοῦςJesusεἶπεν·said:ἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatεἷςoneἐξofὑμῶνyouπαραδώσειwill betrayμε,Me,whoἐσθίωνis eatingμετ᾽withἐμοῦ.Me.

19ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ

ἤρξαντοThey beganλυπεῖσθαιto be grievedκαὶandλέγεινto sayαὐτῷto Himεἷςoneκατὰbyεἷς·one;μήτιsurely not everἐγώI myself

20ὁ δὲ εἶπεν αὐτοῖς· εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ ἓν τρύβλιον.

theδὲAndεἶπενHe saidαὐτοῖς·to them;εἷςIt is one ofτῶνtheδώδεκα,Twelve,whoἐμβαπτόμενοςis dippingμετ᾽withἐμοῦMeεἰςinτὸtheἓνoneτρύβλιον.bowl.

21ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

ὅτιFortheμὲνindeedυἱὸςthe Sonτοῦtheἀνθρώπουof Manὑπάγειgoesκαθὼςeven asγέγραπταιit has been writtenπερὶconcerningαὐτοῦ,Him,οὐαὶwoeδὲhoweverτῷto theἀνθρώπῳmanἐκείνῳthat oneδι᾽throughοὗwhomtheυἱὸςSonτοῦtheἀνθρώπουof Manπαραδίδοται·is betrayed;καλὸνbetterαὐτῷfor himεἰifοὐκnotἐγεννήθηwas borntheἄνθρωποςmanἐκεῖνος.that.

22καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον, εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε τοῦτό ἐστιν τὸ σῶμά μου.

καὶAndἐσθιόντωνwhen are eatingαὐτῶν,they,λαβὼνhaving takenἄρτον,bread,εὐλογήσαςhaving spoken a blessingἔκλασενHe brokeκαὶandἔδωκενHe gave itαὐτοῖςto themκαὶandεἶπεν·said;λάβετεdo takeτοῦτόthisἐστινisτὸtheσῶμάbodyμου.of Me.

23καὶ λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.

καὶAndλαβὼνhaving takenποτήριον,cup,εὐχαριστήσαςhaving given thanksἔδωκενHe gave itαὐτοῖς,to them,καὶandἔπιονthey drankἐξofαὐτοῦitπάντες.all.

24καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν.

καὶAndεἶπενHe saidαὐτοῖς·to them;τοῦτόThisἐστινisτὸtheαἷμάbloodμουof Meτῆςtheδιαθήκηςcovenantτὸwhichἐκχυννόμενονis being poured outὑπὲρforπολλῶν.many.

25ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

ἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatοὐκέτιno longerοὐcertainlyμὴnotπίωshall I drinkἐκofτοῦtheγενήματοςfruitτῆςof theἀμπέλουvineἕωςuntilτῆςtheἡμέραςdayἐκείνηςthat oneὅτανwhenαὐτὸitπίνωI may drinkκαινὸνanewἐνinτῇtheβασιλείᾳkingdomτοῦtheθεοῦ.of God.

26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.

ΚαὶAndὑμνήσαντεςhaving sung a hymnἐξῆλθονthey went outεἰςtoτὸtheὄροςMountτῶνtheἐλαιῶν.of Olives.

27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ὅτι γέγραπται· πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται.

ΚαὶAndλέγειsaysαὐτοῖςto themtheἸησοῦςJesusὅτιthatπάντεςAllσκανδαλισθήσεσθεyou will fall awayὅτιforγέγραπται·it has been written:πατάξωI will strikeτὸνtheποιμένα,shepherd,καὶandτὰtheπρόβαταsheepδιασκορπισθήσονται.will be scattered.’

28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.

ἀλλὰButμετὰafterτὸtheἐγερθῆναίto riseμεmeπροάξωI will go beforeὑμᾶςyouεἰςintoτὴνtheΓαλιλαίαν.Galilee.

29ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται ἀλλ᾽ οὐκ ἐγώ.

theδὲAndΠέτροςPeterἔφηwas sayingαὐτῷ·to Him;εἰIfκαὶevenπάντεςallσκανδαλισθήσονταιwill fall awayἀλλ᾽yetοὐκnotἐγώ.I myself.

30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.

ΚαὶAndλέγειsaysαὐτῷto himtheἸησοῦς·Jesus;ἀμὴνAmenλέγωI sayσοιto youὅτιthatσὺyourselfσήμερονnowταύτῃthisτῇtheνυκτὶnightπρὶνbeforethanδὶςtwiceἀλέκτοραthe roosterφωνῆσαιcrowingτρίςthree timesμεMeἀπαρνήσῃ.you will deny.

31ὁ δὲ ἐκπερισσῶς ἐλάλει ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

theδὲAndἐκπερισσῶςoverexceedinglyἐλάλειhe was sayingἐὰνIfδέῃit shall be needfulμεto meσυναποθανεῖνto die withσοι,You,οὐcertainlyμήnotσεYouἀπαρνήσομαι.I will deny.ὡσαύτωςLikewiseδὲnowκαὶalsoπάντεςallἔλεγον.of them were saying.

32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.

ΚαὶAndἔρχονταιthey comeεἰςtoχωρίονa placeοὗof whichτὸtheὄνομαname isΓεθσημανί,Gethsemane,καὶandλέγειHe saysτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;καθίσατεdo sitὧδεhereἕωςwhileπροσεύξωμαι.I may pray.

33καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην μετ᾽ αὐτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.

καὶAndπαραλαμβάνειHe takesτὸνtheΠέτρονPeterκαὶandτὸνtheἸάκωβονJamesκαὶandτὸνtheἸωάννηνJohnμετ᾽withαὐτοῦHimκαὶandἤρξατοHe beganἐκθαμβεῖσθαιto be greatly awe-struckκαὶandἀδημονεῖν.to be deeply distressed.

34καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. μείνατε ὧδε καὶ γρηγορεῖτε.

καὶAndλέγειHe saysαὐτοῖς·to them;περίλυπόςVery sorrowfulἐστινistheψυχήsoulμουof Mineἕωςuntilθανάτου.death.μείνατεdo remainὧδεhereκαὶandγρηγορεῖτε.do watch.

35καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα.

καὶAndπροελθὼνhaving gone forwardμικρὸνa littleἔπιπτενHe was fallingἐπὶuponτῆςtheγῆςgroundκαὶandπροσηύχετοhe was prayingἵναthatεἰifδυνατόνpossibleἐστινit isπαρέλθῃit shall passἀπ᾽fromαὐτοῦHimtheὥρα.hour.

36καὶ ἔλεγεν· αββα, ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.

καὶAndἔλεγεν·He was saying;αββα,Abba,Oπατήρ,Father,πάνταall things areδυνατάpossibleσοι·to You;παρένεγκεdo take awayτὸtheποτήριονcupτοῦτοthisἀπ᾽fromἐμοῦ,Meἀλλ᾽butοὐnot it isτίwhatἐγὼI myselfθέλωwantἀλλὰbutτίwhatσύ.You.

37καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;

καὶAndἔρχεταιHe comesκαὶandεὑρίσκειHe findsαὐτοὺςthemκαθεύδονταςsleepingκαὶAndλέγειHe saysτῷtheΠέτρῳ·to Peter;Σίμων,Simon,καθεύδεις;are you asleep?οὐκSurelyἴσχυσαςyou were ableμίανoneὥρανhourγρηγορῆσαι;to watch?

38γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.

γρηγορεῖτεdo watchκαὶandπροσεύχεσθεdo prayἵναso thatμὴnotἔλθητεyou may enterεἰςintoπειρασμόν.temptation.τὸTheμὲνindeedπνεῦμαspiritπρόθυμον,is willing,theδὲhoweverσὰρξthe fleshἀσθενής.weak.

39καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.

καὶAndπάλινagainἀπελθὼνhaving gone awayπροσηύξατοHe prayedτὸνtheαὐτὸνsameλόγονthingεἰπών.having said.

40καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.

καὶAndπάλινagainἐλθὼνhaving comeεὗρενhe foundαὐτοὺςthemκαθεύδοντας·sleeping;ἦσανWereγὰρforαὐτῶνof themοἱtheὀφθαλμοὶeyesκαταβαρυνόμενοι,being wearied,καὶandοὐκnotᾔδεισανthey knewτίwhatἀποκριθῶσινthey may answerαὐτῷ.to Him.

41καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε, ἀπέχει, ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.

καὶAndἔρχεταιHe comesτὸtheτρίτονthird timeκαὶandλέγειsaysαὐτοῖς·to them;καθεύδετεAre you sleepingτὸtheλοιπὸνstillκαὶandἀναπαύεσθε,taking your rest,ἀπέχει,It is enough,ἦλθενhas cometheὥρα·hour;ἰδοὺbeholdπαραδίδοταιis delivered uptheυἱὸςSonτοῦtheἀνθρώπουof Manεἰςintoτὰςtheχεῖραςhandsτῶνof theἁμαρτωλῶν.sinful.

42ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

ἐγείρεσθε,do rise,ἄγωμεν·let us go;ἰδοὺbeholdthe oneπαραδιδούςbetrayingμεMeἤγγικεν.has drawn near!

43Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ὁ Ἰούδας, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.

ΚαὶAndεὐθὺςimmediatelyἔτιwhile yetαὐτοῦwhen heλαλοῦντοςis speakingπαραγίνεταιcomes uptheἸούδας,Judas,εἷςoneτῶνof theδώδεκα,Twelve,καὶandμετ᾽withαὐτοῦHimὄχλοςa crowdμετὰwithμαχαιρῶνswordsκαὶandξύλωνclubsπαρὰfromτῶνtheἀρχιερέωνchief priestsκαὶandτῶνtheγραμματέωνscribesκαὶandτῶνtheπρεσβυτέρων.elders.

44δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.

δεδώκειHad givenδὲthenthe oneπαραδιδοὺςdelivering upαὐτὸνHimσύσσημονa signαὐτοῖςto themλέγων·saying:ὃνWhomeverἂνmaybeφιλήσω,I may kiss,αὐτόςHe himselfἐστιν.is.κρατήσατεdo seizeαὐτὸνHimκαὶandἀπάγετεdo lead him awayἀσφαλῶς.securely.

45καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει ῥαββί καὶ κατεφίλησεν αὐτόν.

καὶAndἐλθὼνhaving arrivedεὐθὺςimmediatelyπροσελθὼνhaving come upαὐτῷto Himλέγειhe saysῥαββίRabbiκαὶAndκατεφίλησενhe kissedαὐτόν.Him.

46οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.

οἱTheyδὲAndἐπέβαλονlaidτὰςtheχεῖραςhandsαὐτῷon Himκαὶandἐκράτησανseizedαὐτόν.Him.

47εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.

εἷςOneδέthenτιςa certainτῶνof thoseπαρεστηκότωνhaving stood byσπασάμενοςhimself drawingτὴνtheμάχαιρανswordἔπαισενstruckτὸνtheδοῦλονservantτοῦof theἀρχιερέωςhigh priestκαὶandἀφεῖλενcut offαὐτοῦof himτὸtheὠτάριον.ear.

48καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;

καὶAndἀποκριθεὶςansweringtheἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;ὡςAsἐπὶagainstλῃστὴνa robberἐξήλθατεare you come outμετὰwithμαχαιρῶνswordsκαὶandξύλωνclubsσυλλαβεῖνto captureμε;Me?

49καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.

καθ᾽EveryἡμέρανdayἤμηνI wasπρὸςwithὑμᾶςyouἐνinτῷtheἱερῷtempleδιδάσκων,teaching,καὶandοὐκnotἐκρατήσατέyou did seizeμε·Me;ἀλλ᾽But it isἵναthatπληρωθῶσινmay be fulfilledαἱtheγραφαί.Scriptures.

50καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.

καὶAndἀφέντεςhaving leftαὐτὸνHimἔφυγονfledπάντες.all.

51καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν

καὶAndνεανίσκοςyoung manτιςcertainσυνηκολούθειwas accompanyingαὐτῷHimπεριβεβλημένοςhaving himself castσινδόναa linen clothἐπὶaboutγυμνοῦ,his naked body,καὶandκρατοῦσινthey seizeαὐτόνhim

52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν

theδὲandκαταλιπὼνhaving left behindτὴνtheσινδόναlinen clothγυμνὸςnakedἔφυγενhe fled

53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.

ΚαὶAndἀπήγαγονthey led awayτὸνtheἸησοῦνJesusπρὸςtoτὸνtheἀρχιερέαhigh priestκαὶAndσυνέρχονταιcome togetherπάντεςallοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheπρεσβύτεροιeldersκαὶandοἱtheγραμματεῖς.scribes.

54καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.

καὶAndtheΠέτροςPeterἀπὸfromμακρόθενafar offἠκολούθησενfollowedαὐτῷHimἕωςuntilἔσωwithinεἰςtoτὴνtheαὐλὴνcourtτοῦof theἀρχιερέωςhigh priestκαὶandἦνhe wasσυγκαθήμενοςsittingμετὰwithτῶνtheὑπηρετῶνofficersκαὶandθερμαινόμενοςwarming himselfπρὸςatτὸtheφῶς.fire.

55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτὸν καὶ οὐχ ηὕρισκον.

ΟἱtheδὲAndἀρχιερεῖςthe chief priestsκαὶandὅλονallτὸtheσυνέδριονCouncilἐζήτουνwere seekingκατὰagainstτοῦtheἸησοῦJesusμαρτυρίανtestimonyεἰςtoτὸtheθανατῶσαιput to deathαὐτὸνHimκαὶbutοὐχnotηὕρισκον.they were finding any.

56πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.

πολλοὶManyγὰρforἐψευδομαρτύρουνwere bearing false testimonyκατ᾽againstαὐτοῦ,Him,καὶbutἴσαιalikeαἱtheirμαρτυρίαιtestimoniesοὐκnotἦσαν.were.

57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες

ΚαίAndτινεςsomeἀναστάντεςhaving risen upἐψευδομαρτύρουνwere bearing false testimonyκατ᾽againstαὐτοῦHimλέγοντεςsaying

58ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.

ὅτιthatἡμεῖςWe ourselvesἠκούσαμενheardαὐτοῦwhen heλέγοντοςis sayingὅτιthatἐγὼI myselfκαταλύσωwill destroyτὸνtheναὸνtempleτοῦτονthisτὸνthe oneχειροποίητονmade with handsκαὶandδιὰinτριῶνthreeἡμερῶνdaysἄλλονanotherἀχειροποίητονnot made with handsοἰκοδομήσω.I will build.

59καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.

καὶAndοὐδὲnotοὕτωςthusἴσηalikeἦνwastheμαρτυρίαtestimonyαὐτῶν.of them.

60καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδὲν τί οὗτοί σου καταμαρτυροῦσιν;

καὶAndἀναστὰςhaving stood uptheἀρχιερεὺςhigh priestεἰςinμέσονmidstἐπηρώτησενhe questionedτὸνtheἸησοῦνJesusλέγων·saying;οὐκNotἀποκρίνῃanswer Youοὐδὲνno thingτίWhat aboutοὗτοίtheseσουYouκαταμαρτυροῦσιν;testify against?

61ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;

theδὲButἐσιώπαHe was silentκαὶandοὐκnotἀπεκρίνατοdid He answerοὐδέν.no thing.πάλινAgaintheἀρχιερεὺςhigh priestἐπηρώταwas questioningαὐτὸνHimκαὶandλέγειhe saysαὐτῷ·to Him;σὺYou yourselfεἶaretheχριστὸςChristtheυἱὸςSonτοῦof theεὐλογητοῦ;Blessed One?

62ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

theδὲAndἸησοῦςJesusεἶπεν·said;ἐγώI myselfεἰμι,am,καὶAndὄψεσθεyou will beholdτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof Manἐκat theδεξιῶνright handκαθήμενονsittingτῆςtheδυνάμεωςof Powerκαὶandἐρχόμενονcomingμετὰwithτῶνtheνεφελῶνcloudsτοῦtheοὐρανοῦ.of heaven.

63ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;

theδὲAndἀρχιερεὺςthe high priestδιαρρήξαςhaving tornτοὺςtheχιτῶναςgarmentsαὐτοῦof himλέγει·says;τίWhatἔτιany moreχρείανneedἔχομενhave weμαρτύρων;of witnesses?

64ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου.

ἠκούσατεYou heardτῆςtheβλασφημίας·blasphemy;τίWhatὑμῖνto youφαίνεται;does it appear?οἱtheδὲAndπάντεςallκατέκρινανcondemnedαὐτὸνHimἔνοχονdeservingεἶναιto beθανάτου.of death.

65καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.

καὶAndἤρξαντόbeganτινεςsomeἐμπτύεινto spitαὐτῷupon Himκαὶandπερικαλύπτεινto cover upαὐτοῦof Himτὸtheπρόσωπονfaceκαὶandκολαφίζεινto strikeαὐτὸνHimκαὶandλέγεινto sayαὐτῷ·to Him;προφήτευσον,do prophesyκαὶAndοἱtheὑπηρέταιofficersῥαπίσμασινwith the palmsαὐτὸνHimἔλαβον.received.

66Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως.

ΚαὶAndὄντοςwhen is beingτοῦtheΠέτρουPeterκάτωbelowἐνinτῇtheαὐλῇcourtyardἔρχεταιcomesμίαoneτῶνof theπαιδισκῶνservant girlsτοῦof theἀρχιερέως.high priest.

67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ.

καὶandἰδοῦσαhaving seenτὸνtheΠέτρονPeterθερμαινόμενον,warming himself,ἐμβλέψασαhaving lookedαὐτῷat himλέγει·she says;καὶAlsoσὺyou yourselfμετὰwithτοῦtheΝαζαρηνοῦNazareneἦσθαyou wereτοῦtheἸησοῦ.Jesus.

68ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον,

theδὲButἠρνήσατοhe denied itλέγων·saying;οὔτεNeitherοἶδαI knowοὔτεnor evenἐπίσταμαιunderstandσὺyou yourselfτίwhatλέγεις.say.καὶAndἐξῆλθενhe went forthἔξωoutεἰςintoτὸtheπροαύλιον,porch,

69καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.

καὶAndtheπαιδίσκηservant girlἰδοῦσαhaving seenαὐτὸνhimἤρξατοbeganπάλινagainλέγεινto sayτοῖςto thoseπαρεστῶσινhaving been standing byὅτιthatοὗτοςThisἐξone ofαὐτῶνthemἐστιν.is.

70ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ

theδὲButπάλινagainἠρνεῖτο.he was denying.καὶAndμετὰafterμικρὸνa littleπάλινagainοἱthoseπαρεστῶτεςhaving stood byἔλεγονwere sayingτῷtheΠέτρῳ·to Peter;ἀληθῶςTrulyἐξofαὐτῶνthemεἶ·you are;καὶalsoγὰρforΓαλιλαῖοςa Galileanεἶyou are

71ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.

theδὲButἤρξατοhe beganἀναθεματίζεινto curseκαὶandὀμνύναιto swearὅτιthatοὐκNotοἶδαI knowτὸνtheἄνθρωπονmanτοῦτονthisὃνwhomλέγετε.you speak of!

72καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν, καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, τρίς με ἀπαρνήσῃ. καὶ ἐπιβαλὼν ἔκλαιεν.

καὶAndεὐθὺςimmediatelyἐκforδευτέρουthe second timeἀλέκτωρa roosterἐφώνησεν,crowed,καὶAndἀνεμνήσθηrememberedtheΠέτροςPeterτὸtheῥῆμαdeclarationὡςwas likeεἶπενhad saidαὐτῷto himtheἸησοῦςJesusὅτιthatπρὶνBeforeἀλέκτοραthe roosterφωνῆσαιcrowingδίς,twiceτρίςthree timesμεMeἀπαρνήσῃ.you will deny.καὶAndἐπιβαλὼνhaving broken downἔκλαιεν.he was weeping.

‹ Mark 13Mark 15 ›