Mark 13 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 604 words in 37 verses.

Open Mark 13 in the interlinear reader

1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.

ΚαὶAndἐκπορευομένουwhen is going forthαὐτοῦHeἐκout ofτοῦtheἱεροῦtempleλέγειsaysαὐτῷto Himεἷςoneτῶνof theμαθητῶνdisciplesαὐτοῦ·of Him;διδάσκαλε,Teacher,ἴδεbeholdποταποὶwhatλίθοιstonesκαὶandποταπαὶwhatοἰκοδομαί.buildings!

2Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.

ΚαὶAndtheἸησοῦςJesusεἶπενsaidαὐτῷ·to him;βλέπειςSee youταύταςtheseτὰςtheμεγάλαςgreatοἰκοδομάς;buildings?οὐcertainlyμὴnotἀφεθῇmay be leftὧδεhereλίθοςstoneἐπὶuponλίθονstoneὃςwhichοὐcertainlyμὴnotκαταλυθῇ.may be thrown down.

3Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·

ΚαὶAndκαθημένουwhen is sittingαὐτοῦHeεἰςuponτὸtheὄροςMountτῶνtheἐλαιῶνof Olivesκατέναντιoppositeτοῦtheἱεροῦtempleἐπηρώταhe was askingαὐτὸνHimκατ᾽inἰδίανprivateΠέτροςPeterκαὶandἸάκωβοςJamesκαὶandἸωάννηςJohnκαὶandἈνδρέας·Andrew;

4εἰπὸν ἡμῖν· πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;

εἰπὸνdo tellἡμῖν·us:πότεwhenταῦταthese thingsἔσταιwill beκαὶAndτίwhat will beτὸtheσημεῖονsignὅτανwhenμέλλῃmay soonταῦταthese thingsσυντελεῖσθαιto be accomplishedπάντα;all

5Ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.

theδὲAndἸησοῦςJesusἤρξατοbeganλέγεινto sayαὐτοῖς·to them;βλέπετεdo take heedμήlestτιςanyoneὑμᾶςyouπλανήσῃ.may mislead.

6πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.

πολλοὶManyἐλεύσονταιwill comeἐπὶinτῷtheὀνόματίnameμουof MeλέγοντεςsayingὅτιthatἐγώI myselfεἰμι,am He,καὶandπολλοὺςmanyπλανήσουσιν.they will mislead.

7ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.

ὅτανWhenδὲthenἀκούσητεyou may hear ofπολέμουςwarsκαὶandἀκοὰςrumorsπολέμων,of wars,μὴnotθροεῖσθε·do be disturbed;δεῖit mustγενέσθαι,come to pass,ἀλλ᾽butοὔπωnot yet isτὸtheτέλος.end.

8ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· ἔσονται σεισμοὶ κατὰ τόπους· ἔσονται λιμοί ἀρχὴ ὠδίνων ταῦτα.

ἐγερθήσεταιWill rise upγὰρforἔθνοςnationἐπ᾽againstἔθνοςnationκαὶandβασιλείαkingdomἐπὶagainstβασιλείαν·kingdom;ἔσονταιThere will beσεισμοὶearthquakesκατὰthroughoutτόπους·places;ἔσονταιthere will beλιμοίfaminesἀρχὴThe beginningὠδίνωνof birth pains areταῦτα.these.

9Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.

Βλέπετεdo take heedδὲhoweverὑμεῖςyou yourselvesἑαυτούς·to yourselves;παραδώσουσινthey will betrayὑμᾶςyouεἰςtoσυνέδρια,courtsκαὶandεἰςinσυναγωγὰςsynagoguesδαρήσεσθεyou will be beatenκαὶandἐπὶbeforeἡγεμόνωνgovernorsκαὶandβασιλέωνkingsσταθήσεσθεyou will standἕνεκενbecauseἐμοῦof Meεἰςforμαρτύριονa testimonyαὐτοῖς.to them.

10καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.

καὶAndεἰςtoπάνταallτὰtheἔθνηnationsπρῶτονfirstδεῖit behoovesκηρυχθῆναιto proclaimτὸtheεὐαγγέλιον.gospel.

11καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.

καὶAndὅτανwhenἄγωσινthey may lead awayὑμᾶςyouπαραδιδόντες,delivering you up,μὴnotπρομεριμνᾶτεdo be anxious beforehandτίwhatλαλήσητεyou may sayἀλλ᾽butwhateverἐὰνifδοθῇshall be givenὑμῖνto youἐνinἐκείνῃthat veryτῇtheὥρᾳ,hour,τοῦτοthatλαλεῖτε·do speak;οὐnotγάρforἐστεareὑμεῖςyou yourselvesοἱthoseλαλοῦντεςspeakingἀλλὰbutτὸtheπνεῦμαSpiritτὸtheἅγιον.Holy.

12καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.

καὶAndπαραδώσειwill deliver upἀδελφὸςbrotherἀδελφὸνbrotherεἰςtoθάνατονdeathκαὶandπατὴρfatherτέκνον,child,καὶandἐπαναστήσονταιwill rise upτέκναchildrenἐπὶagainstγονεῖςparentsκαὶandθανατώσουσινwill put to deathαὐτούς.them.

13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

καὶAndἔσεσθεyou will beμισούμενοιhatedὑπὸbyπάντωνallδιὰon account ofτὸtheὄνομάnameμου.of Me.the oneδὲhoweverὑπομείναςhaving enduredεἰςtoτέλος,the end,οὗτοςheσωθήσεται.will be saved.

14ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·

ὅτανWhenδὲthenἴδητεyou may seeτὸtheβδέλυγμαabominationτῆςof theἐρημώσεωςdesolationἑστηκόταalready standingὅπουwhereοὐnotδεῖ,it should —the oneἀναγινώσκωνreadingνοείτω,he should understand —τότεthenοἱthoseἐνinτῇtheἸουδαίᾳJudeaφευγέτωσανthey should fleeεἰςtoτὰtheὄρη·mountains;

15ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·

the oneἐπὶuponτοῦtheδώματοςhousetopμὴnotκαταβάτωhe should come downμηδὲnorεἰσελθάτωshould go inἆραίto takeτιanythingἐκout ofτῆςtheοἰκίαςhouseαὐτοῦ·of him;

16καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.

καὶandthe oneεἰςinτὸνtheἀγρὸνfieldμὴnotἐπιστρεψάτωhe should returnεἰςtoτὰthe thingsὀπίσωbackἆραιto takeτὸtheἱμάτιονclothingαὐτοῦ.of him.

17οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.

οὐαὶWoeδὲthenταῖςto thoseἐνinγαστρὶwomb pregnancyἐχούσαιςhavingκαὶandταῖςto the onesθηλαζούσαιςnursing infantsἐνinἐκείναιςthoseταῖςtheἡμέραις.days!

18προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος.

προσεύχεσθεdo prayδὲthenἵναthat itμὴnotγένηταιmay happenχειμῶνος.in winter.

19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.

ἔσονταιwill be inγὰρforαἱtheἡμέραιdaysἐκεῖναιthoseθλῖψιςtribulationοἵαsuch asοὐneverγέγονενhas beenτοιαύτηthe likeἀπ᾽from theἀρχῆςbeginningκτίσεωςof creationἣνwhichἔκτισενcreatedtheθεὸςGodἕωςuntilτοῦtheνῦνnow —καὶandοὐcertainlyμὴnotγένηται.may happen.

20καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.

καὶAndεἰonlyμὴunlessἐκολόβωσενshortenedκύριοςthe Lordτὰςtheἡμέρας,days,οὐκnotἂνthen wouldἐσώθηthere have been savedπᾶσαanyσάρξ·flesh;ἀλλὰbutδιὰon account ofτοὺςtheἐκλεκτοὺςelectοὓςwhomἐξελέξατοHe choseἐκολόβωσενHe has shortenedτὰςtheἡμέρας.days.

21καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ἴδε ὧδε ὁ χριστός ἴδε ἐκεῖ, μὴ πιστεύετε.

καὶAndτότεthenἐάνifτιςanyoneὑμῖνto youεἴπῃ·shall say;ἴδεbeholdὧδεhere istheχριστόςChristἴδεbeholdἐκεῖ,there!μὴnotπιστεύετε.you do believe it.

22ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς.

ἐγερθήσονταιThere will ariseγὰρforψευδόχριστοιfalse Christsκαὶandψευδοπροφῆταιfalse prophetsκαὶandδώσουσινwill giveσημεῖαsignsκαὶandτέραταwondersπρὸςso asτὸtheἀποπλανᾶνto deceiveεἰifδυνατὸνpossibleτοὺςtheἐκλεκτούς.elect.

23ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.

ὑμεῖςYou yourselvesδὲhoweverβλέπετε·do take heed;προείρηκαI have foretoldὑμῖνto youπάντα.all things.

24Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

Ἀλλ᾽ButἐνinἐκείναιςthoseταῖςtheἡμέραιςdaysμετὰafterτὴνtheθλῖψινtribulationἐκείνηνthoseTheἥλιοςsunσκοτισθήσεται,will be darkened,καὶandtheσελήνηmoonοὐnotδώσειwill giveτὸtheφέγγοςlightαὐτῆς,of it,

25καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

καὶandοἱtheἀστέρεςstarsἔσονταιwill beἐκout ofτοῦtheοὐρανοῦheavenπίπτοντες,falling,καὶandαἱtheδυνάμειςpowersαἱthat areἐνinτοῖςtheοὐρανοῖςheavensσαλευθήσονται.will be shaken.’

26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.

καὶAndτότεthenὄψονταιwill they beholdτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof Manἐρχόμενονcomingἐνinνεφέλαιςthe cloudsμετὰwithδυνάμεωςpowerπολλῆςgreatκαὶandδόξης.glory.

27καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

καὶAndτότεthenἀποστελεῖHe will sendτοὺςtheἀγγέλουςangelsκαὶandἐπισυνάξειwill gather togetherτοὺςtheἐκλεκτοὺςelectαὐτοῦof Himἐκfromτῶνtheτεσσάρωνfourἀνέμωνwindsἀπ᾽from theἄκρουendγῆςof earthἕωςuntil theἄκρουendοὐρανοῦ.of heaven.

28ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν.

ἀπὸOfδὲnowτῆςtheσυκῆςfig treeμάθετεdo learnτὴνtheπαραβολήν·parable:ὅτανWhenἤδηalreadytheκλάδοςbranchαὐτῆςof itἁπαλὸςtenderγένηται,may become,καὶandἐκφύῃmay it put forthτὰtheφύλλα,leaves,γινώσκετεyou knowὅτιthatἐγγὺςnearτὸtheθέροςsummerἐστίν.is.

29οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

οὕτωςSoκαὶalsoὑμεῖς,you yourselves,ὅτανwhenἴδητεyou may seeταῦταthese thingsγινόμενα,coming to pass,γινώσκετεdo knowὅτιthatἐγγύςnearἐστινHe isἐπὶat theθύραις.doors.

30Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.

ἈμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatοὐcertainlyμὴnotπαρέλθῃmay have passed awaytheγενεὰgenerationαὕτηthisμέχριςuntilοὗwhenταῦταthese thingsπάνταallγένηται.may happen.

31ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ παρελεύσονται.

Theοὐρανὸςheavenκαὶandtheγῆearthπαρελεύσονται,will pass away,οἱtheδὲbutλόγοιthe wordsμουof Mineοὐcertainlyπαρελεύσονται.will pass away.

32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱὸς εἰ μὴ ὁ πατήρ.

ΠερὶConcerningδὲnowτῆςtheἡμέραςdayἐκείνηςthatorτῆςtheὥραςhourοὐδεὶςno oneοἶδενknowsοὐδὲnot evenοἱtheἄγγελοιangelsἐνinοὐρανῷheavenοὐδὲnortheυἱὸςSonεἰonlyμὴexcepttheπατήρ.Father.

33Βλέπετε, ἀγρυπνεῖτε οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.

Βλέπετε,do take heed,ἀγρυπνεῖτεdo watchοὐκnotοἴδατεyou knowγὰρforπότεwhentheκαιρόςtimeἐστιν.is.

34ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.

ὡςIt is likeἄνθρωποςa manἀπόδημοςgoing on a journeyἀφεὶςhaving leftτὴνtheοἰκίανhouseαὐτοῦof himκαὶandδοὺςhaving givenτοῖςto theδούλοιςservantsαὐτοῦof himτὴνtheἐξουσίαν,authority,ἑκάστῳto each oneτὸtheἔργονworkαὐτοῦ,of him,καὶAndτῷtheθυρωρῷdoorkeeperἐνετείλατοhe commandedἵναthatγρηγορῇ.he may keep watch.

35γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·

γρηγορεῖτεdo watchοὖν·therefore;οὐκnotοἴδατεyou knowγὰρforπότεwhentheκύριοςmasterτῆςof theοἰκίαςhouseἔρχεταιcomesorὀψὲat eveningorμεσονύκτιονat midnightorἀλεκτοροφωνίαςwhen the rooster crowsorπρωΐ·morning;

36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.

μὴlestἐλθὼνhaving comeἐξαίφνηςsuddenlyεὕρῃhe may findὑμᾶςyouκαθεύδοντας.sleeping.

37ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· γρηγορεῖτε.

What thingδὲnowὑμῖνto youλέγω,I say,πᾶσινto allλέγω·I say:γρηγορεῖτε.do watch.

‹ Mark 12Mark 14 ›