Mark 10 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 876 words in 52 verses.

Open Mark 10 in the interlinear reader

1Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

ΚαὶAndἐκεῖθενfrom thereἀναστὰςhaving risen upἔρχεταιHe comesεἰςintoτὰtheὅριαregionτῆςtheἸουδαίαςof JudeaκαὶandπέρανbeyondτοῦtheἸορδάνου,Jordan,καὶAndσυμπορεύονταιcome togetherπάλινagainὄχλοιcrowdsπρὸςtoαὐτόν,Him,καὶandὡςasεἰώθειHe had been accustomedπάλινagainἐδίδασκενHe was teachingαὐτούς.them.

2καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι πειράζοντες αὐτόν.

καὶAndπροσελθόντεςhaving come to himΦαρισαῖοιPhariseesἐπηρώτωνwere questioningαὐτὸνHimεἰifἔξεστινit is lawfulἀνδρὶfor a husbandγυναῖκαa wifeἀπολῦσαιto divorceπειράζοντεςtestingαὐτόν.Him.

3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;

theδὲAndἀποκριθεὶςHe answeringεἶπενsaidαὐτοῖς·to them;τίWhatὑμῖνyouἐνετείλατοdid commandΜωϋσῆς;Moses?

4οἱ δὲ εἶπαν· ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.

οἱtheδὲAndεἶπαν·they said;ἐπέτρεψενPermittedΜωϋσῆςMosesβιβλίονa rollἀποστασίουof divorceγράψαιto writeκαὶandἀπολῦσαι.to send her away.

5ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·

theδὲButἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;πρὸςBecause ofτὴνtheσκληροκαρδίανhardness of heartὑμῶνof youἔγραψενHe wroteὑμῖνfor youτὴνtheἐντολὴνcommandmentταύτην·this;

6ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς

ἀπὸFromδὲhoweverἀρχῆςthe beginningκτίσεωςof creationἄρσενMaleκαὶandθῆλυfemaleἐποίησενHe madeαὐτούςthem’

7ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα

ἕνεκενOn account ofτούτουthisκαταλείψειwill leaveἄνθρωποςa manτὸνtheπατέραfatherαὐτοῦof himκαὶandτὴνtheμητέραmother

8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.

καὶandἔσονταιwill beοἱtheδύοtwoεἰςforσάρκαfleshμίανone’ὥστεThereforeοὐκέτιno longerεἰσὶνthey areδύοtwoἀλλὰbutμίαoneσάρξ.flesh.

9ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.

WhatοὖνthereforetheθεὸςGodσυνέζευξεν,has joined together,ἄνθρωποςmanμὴnotχωριζέτω.should separate.

10Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.

ΚαὶAndεἰςinτὴνtheοἰκίανhouseπάλινagainοἱtheμαθηταὶdisciplesπερὶconcerningτούτουthisἐπηρώτωνwere questioningαὐτόν.Him.

11καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν.

καὶAndλέγειHe saysαὐτοῖς·to them;ὃςWhoeverἂνmaybeἀπολύσῃshall divorceτὴνtheγυναῖκαwifeαὐτοῦof himκαὶandγαμήσῃshall marryἄλλην,another,μοιχᾶταιcommits adulteryἐπ᾽againstαὐτήν.her.

12καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον, μοιχᾶται.

καὶAndἐὰνifαὐτὴsheἀπολύσασαhaving divorcedτὸνtheἄνδραhusbandαὐτῆςof herγαμήσῃshall marryἄλλον,another,μοιχᾶται.she commits adultery.

13Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς

ΚαὶAndπροσέφερονthey were bringingαὐτῷto Himπαιδίαlittle childrenἵναthatαὐτῶνthemἅψηται·He may touch;οἱtheδὲButμαθηταὶthe disciplesἐπετίμησανrebukedαὐτοῖςthose

14ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.

ἰδὼνHaving seenδὲnowtheἸησοῦςJesusἠγανάκτησενwas indignantκαὶandεἶπενHe saidαὐτοῖς·to them;ἄφετεdo permitτὰtheπαιδίαlittle childrenἔρχεσθαιto comeπρόςtoμε,Me,μὴnotκωλύετεdo hinderαὐτά,them!τῶνTo theγὰρforτοιούτωνsof uchἐστὶνbelongstheβασιλείαkingdomτοῦtheθεοῦ.of God.

15Ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

ἈμὴνAmenλέγωI sayὑμῖν,to you,ὃςwhoeverἂνonlyμὴunlessδέξηταιshall receiveτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godὡςasπαιδίον,a child,οὐcertainlyμὴnotεἰσέλθῃshall enterεἰςintoαὐτήν.it.

16καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά.

καὶAndἐναγκαλισάμενοςhaving embracedαὐτὰthemκατευλόγειhe was greatly blessingτιθεὶςhaving laidτὰςtheχεῖραςhandsἐπ᾽onαὐτά.them.

17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;

ΚαὶAndἐκπορευομένουwhen is going forthαὐτοῦHeεἰςonὁδὸνthe journeyπροσδραμὼνhaving run upεἷςoneκαὶandγονυπετήσαςhe having knelt down toαὐτὸνHimἐπηρώταhe was askingαὐτόν·Him;διδάσκαλεTeacherἀγαθέ,good,τίwhatποιήσωshall I doἵναthatζωὴνlifeαἰώνιονeternalκληρονομήσω;I may inherit?

18Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.

theδὲAndἸησοῦςJesusεἶπενsaidαὐτῷ·to him;τίWhyμεMeλέγειςyou callἀγαθόν;good?οὐδεὶςNo one isἀγαθὸςgoodεἰonlyμὴexceptεἷςonetheθεός.God.

19τὰς ἐντολὰς οἶδας· μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.

τὰςTheἐντολὰςcommandmentsοἶδας·you know:μὴNotφονεύσῃς,shall you murderμὴnotμοιχεύσῃς,shall you commit adulteryμὴnotκλέψῃς,shall you steal,μὴnotψευδομαρτυρήσῃς,shall you bear false witness,μὴnotἀποστερήσῃς,shall you defraud,τίμαdo honorτὸνtheπατέραfatherσουof youκαὶandτὴνtheμητέρα.mother.’

20ὁ δὲ ἔφη αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.

theδὲAndἔφηhe was sayingαὐτῷ·to Him;διδάσκαλε,Teacher,ταῦταtheseπάνταallἐφυλαξάμηνI have keptἐκfromνεότητόςthe youthμου.of me.

21Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. καὶ δεῦρο, ἀκολούθει μοι

theδὲAndἸησοῦςJesusἐμβλέψαςhaving lookedαὐτῷupon himἠγάπησενHe lovedαὐτὸνhimκαὶandεἶπενHe saidαὐτῷ·to him;ἕνOne thingσεto youὑστερεῖ·is lacking;ὕπαγε,do go,ὅσαas much asἔχειςyou haveπώλησονdo sellκαὶandδὸςdo giveτοῖςto theπτωχοῖςpoorκαὶandἕξειςyou will haveθησαυρὸνtreasureἐνinοὐρανῷ.heaven.καὶandδεῦρο,come,ἀκολούθειdo followμοιMe

22ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.

theδὲAndστυγνάσαςhaving been sadἐπὶatτῷtheλόγῳwordἀπῆλθενhe went awayλυπούμενος·grieving;ἦνhe was oneγὰρforἔχωνhavingκτήματαpossessionsπολλά.many.

23καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.

καὶAndπεριβλεψάμενοςhaving looked aroundtheἸησοῦςJesusλέγειsaysτοῖςto theμαθηταῖςdisciplesαὐτοῦ·of Him;πῶςHowδυσκόλωςdifficultlyοἱthoseτὰtheχρήματαrichesἔχοντεςhavingεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godεἰσελεύσονται.will enter!

24οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

οἱtheδὲAndμαθηταὶthe disciplesἐθαμβοῦντοwere astonishedἐπὶatτοῖςtheλόγοιςwordsαὐτοῦ.of Him.theδὲButἸησοῦςJesusπάλινagainἀποκριθεὶςansweringλέγειHe saysαὐτοῖς·to them;τέκνα,Children,πῶςhowδύσκολόνdifficultἐστινit isεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godεἰσελθεῖν.to enter!

25εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

εὐκοπώτερόνEasierἐστινit isκάμηλονfor a camelδιὰthroughτρυμαλιᾶςeyeῥαφίδοςneedleδιελθεῖνto passthan forπλούσιονa rich manεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godεἰσελθεῖν.to enter.

26οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς αὐτόν· καὶ τίς δύναται σωθῆναι;

οἱtheδὲAndπερισσῶςexceedinglyἐξεπλήσσοντοthey were astonishedλέγοντεςsayingπρὸςamongαὐτόν·himκαὶThenτίςwhoδύναταιis ableσωθῆναι;to be saved?

27ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ᾽ οὐ παρὰ θεῷ· πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.

ἐμβλέψαςHaving lookedαὐτοῖςon themtheἸησοῦςJesusλέγει·says;παρὰWithἀνθρώποιςmenἀδύνατονit is impossibleἀλλ᾽butοὐnot is impossibleπαρὰwithθεῷ·God;πάνταall thingsγὰρforδυνατὰare possibleπαρὰwithτῷtheθεῷ.God.

28ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.

ἤρξατοBeganλέγεινto saytheΠέτροςPeterαὐτῷ·to Him;ἰδοὺBeholdἡμεῖςwe ourselvesἀφήκαμενleftπάνταallκαὶandἠκολουθήκαμένhave followedσοι.You.

29ἔφη ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,

ἔφηWas sayingtheἸησοῦς·Jesus;ἀμὴνAmenλέγωI sayὑμῖν,to you,οὐδείςno oneἐστινthere isὃςwhoἀφῆκενhas leftοἰκίανhouseorἀδελφοὺςbrothersorἀδελφὰςsistersorμητέραmotherorπατέραfatherorτέκναchildrenorἀγροὺςlandsἕνεκενbecauseἐμοῦof meκαὶandἕνεκενbecauseτοῦof theεὐαγγελίου,gospel,

30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

ἐὰνonlyμὴunlessλάβῃshall takeἑκατονταπλασίοναa hundredfoldνῦνnowἐνinτῷtheκαιρῷtimeτούτῳthis —οἰκίαςhousesκαὶandἀδελφοὺςbrothersκαὶandἀδελφὰςsistersκαὶandμητέραςmothersκαὶandτέκναchildrenκαὶandἀγροὺςlandsμετὰwithδιωγμῶνpersecutions —καὶandἐνinτῷtheαἰῶνιageτῷwhichἐρχομένῳis comingζωὴνlifeαἰώνιον.eternal.

31πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.

πολλοὶManyδὲhoweverἔσονταιwill beπρῶτοιfirstἔσχατοιlastκαὶandοἱtheἔσχατοιlastπρῶτοι.first.

32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο· οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν

ἮσανThey wereδὲthenἐνonτῇtheὁδῷwayἀναβαίνοντεςgoing upεἰςtoἹεροσόλυμα,Jerusalem,καὶandἦνwasπροάγωνgoing on beforeαὐτοὺςthemtheἸησοῦς,Jesus,καὶandἐθαμβοῦντο·they were astonished;οἱthoseδὲthenἀκολουθοῦντεςfollowingἐφοβοῦντο.were afraid.ΚαὶAndπαραλαβὼνhaving brought to HimselfπάλινagainτοὺςtheδώδεκαTwelveἤρξατοHe beganαὐτοῖςthemλέγεινto tellτὰthe thingsμέλλονταare being soonαὐτῷto Himσυμβαίνεινto happen

33ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν

ὅτιthatἰδοὺBeholdἀναβαίνομενwe go upεἰςtoἹεροσόλυμα,Jerusalem,καὶandtheυἱὸςSonτοῦtheἀνθρώπουof Manπαραδοθήσεταιwill be betrayedτοῖςto theἀρχιερεῦσινchief priestsκαὶandτοῖςto theγραμματεῦσιν,scribes,καὶandκατακρινοῦσινthey will condemnαὐτὸνHimθανάτῳto deathκαὶandπαραδώσουσινwill betrayαὐτὸνHimτοῖςto theἔθνεσινGentiles

34καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

καὶAndἐμπαίξουσινthey will mockαὐτῷHimκαὶandἐμπτύσουσινwill spit uponαὐτῷHimκαὶandμαστιγώσουσινwill flogαὐτὸνHimκαὶandἀποκτενοῦσινwill killκαὶandμετὰon theτρεῖςthirdἡμέραςdayἀναστήσεται.He will rise again.

35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δύο υἱοὶ Ζεβεδαίου, λέγοντες αὐτῷ· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.

ΚαὶAndπροσπορεύονταιcome upαὐτῷto HimἸάκωβοςJamesκαὶandἸωάννης,John,οἱtheδύοtwoυἱοὶsonsΖεβεδαίου,of Zebedee,λέγοντεςsayingαὐτῷ·to Him;διδάσκαλε,Teacher,θέλομενwe desireἵναthatwhateverἐὰνifαἰτήσωμένwe shall askσεyouποιήσῃςYou shall doἡμῖν.for us.

36Ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετέ ποιήσω ὑμῖν;

theδὲAndεἶπενHe saidαὐτοῖς·to them;τίWhatθέλετέdo you desireποιήσωI may doὑμῖν;for you?

37οἱ δὲ εἶπαν αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.

οἱtheδὲAndεἶπανthey saidαὐτῷ·to Him;δὸςdo grantἡμῖνto usἵναthatεἷςoneσουof usἐκatδεξιῶνright handκαὶandεἷςoneἐξatἀριστερῶνleft handκαθίσωμενlet us sitἐνinτῇtheδόξῃgloryσου.of You.

38Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;

theδὲAndἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;οὐκNotοἴδατεyou knowτίwhatαἰτεῖσθε.you ask.δύνασθεAre you ableπιεῖνto drinkτὸtheποτήριονcupwhichἐγὼI myselfπίνωdrinkorτὸtheβάπτισμαbaptismwhichἐγὼI myselfβαπτίζομαιam baptizedβαπτισθῆναι;to be baptized with?

39οἱ δὲ εἶπαν αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·

οἱtheδὲAndεἶπανthey saidαὐτῷ·to Him;δυνάμεθα.We are able.theδὲAndἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;τὸTheποτήριονcupwhichἐγὼI myselfπίνωdrinkπίεσθε,you will drink,καὶandτὸtheβάπτισμαbaptismwhichἐγὼI myselfβαπτίζομαιam baptizedβαπτισθήσεσθε·you will be baptized with;

40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται.

τὸtheδὲbutκαθίσαιto sitἐκatδεξιῶνthe right handμουof Meorἐξatεὐωνύμωνthe left handοὐκnotἔστινisἐμὸνMineδοῦναιto giveἀλλ᾽but to thoseοἷςfor whomἡτοίμασται.it has been prepared.

41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.

ΚαὶAndἀκούσαντεςhaving heard thisοἱtheδέκαtenἤρξαντοbeganἀγανακτεῖνto be indignantπερὶaboutἸακώβουJamesκαὶandἸωάννου.John.

42Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.

ΚαὶAndπροσκαλεσάμενοςhaving called nearαὐτοὺςthemtheἸησοῦςJesusλέγειsaysαὐτοῖς·to them;οἴδατεYou knowὅτιthatοἱthoseδοκοῦντεςbeing accountedἄρχεινto rule overτῶνtheἐθνῶνGentilesκατακυριεύουσινexercise lordship overαὐτῶν,them,καὶandοἱthoseμεγάλοιgreat onesαὐτῶνof themκατεξουσιάζουσινexercise authority overαὐτῶν.them.

43οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος·

οὐχNotοὕτωςthusδέhoweverἐστινis itἐνamongὑμῖν,you,ἀλλ᾽Insteadὃςwhoeverἂνmaybeθέλῃshall desireμέγαςgreatγενέσθαιto becomeἐνamongὑμῖν,you,ἔσταιwill beὑμῶνyourδιάκονος·servant;

44καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος.

καὶandὃςwhoeverἂνmaybeθέλῃshall desireἐνamongὑμῖνyouεἶναιto becomeπρῶτος,first,ἔσταιwill beπάντωνof allδοῦλος.slave.

45καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

καὶEvenγὰρfortheυἱὸςSonτοῦtheἀνθρώπουof Manοὐκnotἦλθενcameδιακονηθῆναιto be servedἀλλὰbutδιακονῆσαιto serveκαὶandδοῦναιto giveτὴνtheψυχὴνlifeαὐτοῦof Himλύτρονas a ransomἀντὶforπολλῶν.many.

46Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.

ΚαὶAndἔρχονταιthey comeεἰςtoἸεριχώ.Jericho.καὶAndἐκπορευομένουwhen was going outαὐτοῦHeἀπὸfromἸεριχὼJericho —καὶandτῶνtheμαθητῶνdisciplesαὐτοῦof Himκαὶandὄχλουa crowdἱκανοῦlarge —theυἱὸςsonΤιμαίουof TimaeusΒαρτιμαῖος,Bartimaeus,τυφλὸςblindπροσαίτης,beggar,ἐκάθητοwas sittingπαρὰbesideτὴνtheὁδόν.road.

47καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με.

καὶAndἀκούσαςhaving heardὅτιthatἸησοῦςJesustheΝαζαρηνόςof Nazarethἐστιν,it is,ἤρξατοhe beganκράζεινto cry outκαὶandλέγειν·to say;υἱὲSonΔαυὶδof DavidἸησοῦ,Jesus,ἐλέησόνdo have mercy onμε.me.

48καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ. ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.

καὶAndἐπετίμωνwere rebukingαὐτῷhimπολλοὶmanyἵναthatσιωπήσῃ.he may be silent.theδὲbutπολλῷmuchμᾶλλονmoreἔκραζεν·he was crying out;υἱὲSonΔαυίδ,of David,ἐλέησόνdo have mercy onμε.me.

49καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε, φωνεῖ σε.

καὶAndστὰςhaving stoppedtheἸησοῦςJesusεἶπεν·commanded:φωνήσατεdo callαὐτόν.him.καὶAndφωνοῦσινthey callτὸνtheτυφλὸνblind manλέγοντεςsayingαὐτῷ·to him;θάρσει,take courage!ἔγειρε,do rise upφωνεῖHe callsσε.you.

50ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν.

theδὲAndἀποβαλὼνhaving cast awayτὸtheἱμάτιονcloakαὐτοῦof himἀναπηδήσαςhaving jumped upἦλθενhe cameπρὸςtoτὸνtheἸησοῦν.Jesus.

51καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ραββουνι, ἵνα ἀναβλέψω.

καὶAndἀποκριθεὶςansweringαὐτῷto himtheἸησοῦςJesusεἶπεν·said;τίWhatσοιto youθέλειςdo you desireποιήσω;I may dotheδὲAndτυφλὸςthe blind manεἶπενsaidαὐτῷ·to Him;ραββουνι,Rabboni,ἵναthatἀναβλέψω.I may receive sight.

52καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

καὶAndtheἸησοῦςJesusεἶπενsaidαὐτῷ·to him;ὕπαγε,do go,theπίστιςfaithσουof youσέσωκένhas healedσε.you.καὶAndεὐθὺςimmediatelyἀνέβλεψενhe received sightκαὶandἠκολούθειhe was followingαὐτῷHimἐνonτῇtheὁδῷ.way.

‹ Mark 9Mark 11 ›