Luke 9 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1146 words in 62 verses.

Open Luke 9 in the interlinear reader

1Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν

ΣυγκαλεσάμενοςHaving called togetherδὲthenτοὺςtheδώδεκαTwelveἔδωκενHe gaveαὐτοῖςto themδύναμινpowerκαὶandἐξουσίανauthorityἐπὶoverπάνταallτὰtheδαιμόνιαdemonsκαὶandνόσουςdiseasesθεραπεύεινto heal

2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι

καὶandἀπέστειλενHe sentαὐτοὺςthemκηρύσσεινto proclaimτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godκαὶandἰᾶσθαιto heal

3καὶ εἶπεν πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε δύο χιτῶνας ἔχειν.

καὶandεἶπενHe saidπρὸςtoαὐτούς·them;μηδὲνNothingαἴρετεdo takeεἰςforτὴνtheὁδόν·journey;μήτεneitherῥάβδονstaffμήτεnorπήρανbagμήτεnorἄρτονbreadμήτεnorἀργύριονmoneyμήτεnorδύοtwoχιτῶναςtunicsἔχειν.to have.

4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.

καὶAndεἰςintoἣνwhateverἂνmaybeοἰκίανhouseεἰσέλθητε,you may enter,ἐκεῖthereμένετεdo remainκαὶandἐκεῖθενfrom thereἐξέρχεσθε.do go forth.

5καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.

καὶAndὅσοιas many asἂνmaybeμὴnotδέχωνταιshall receiveὑμᾶς,you,ἐξερχόμενοιgoing forthἀπὸfromτῆςtheπόλεωςcityἐκείνηςthatτὸνtheκονιορτὸνdustἀπὸfromτῶνtheποδῶνfeetὑμῶνof youἀποτινάσσετεdo shake offεἰςasμαρτύριονa testimonyἐπ᾽againstαὐτούς.them.

6ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

ἐξερχόμενοιGoing forthδὲthenδιήρχοντοthey were passingκατὰthroughτὰςtheκώμαςvillagesεὐαγγελιζόμενοιevangelisingκαὶandθεραπεύοντεςhealingπανταχοῦ.everywhere.

7Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,

ἬκουσενHeard ofδὲnowἩρῴδηςHerodtheτετραάρχηςTetrarchτὰthe thingsγινόμεναbeing doneπάνταallκαὶandδιηπόρειwas perplexedδιὰbecause ofτὸtheλέγεσθαιsayingὑπόbyτινωνsomeὅτιthatἸωάννηςJohnἠγέρθηhas been raisedἐκout fromνεκρῶν,the dead,

8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.

ὑπόbyτινωνsomeδὲalsoὅτιthatἨλίαςElijahἐφάνη,had appeared,ἄλλωνby othersδὲalsoὅτιthatπροφήτηςa prophetτιςsomeoneτῶνof theἀρχαίωνancientsἀνέστη.had arisen.

9Εἶπεν δὲ ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.

ΕἶπενSaidδὲthentheἩρῴδης·Herod;ἸωάννηνJohnἐγὼI myselfἀπεκεφάλισα·beheaded;τίςwhoδέhoweverἐστινisοὗτοςthisπερὶconcerningοὗwhomἀκούωI hearτοιαῦτα;such things?καὶAndἐζήτειhe was seekingἰδεῖνto seeαὐτόν.Him.

10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.

ΚαὶAndὑποστρέψαντεςhaving returnedοἱtheἀπόστολοιapostlesδιηγήσαντοrelatedαὐτῷto Himὅσαas much asἐποίησαν.they had done.καὶAndπαραλαβὼνhaving takenαὐτοὺςthemὑπεχώρησενHe withdrewκατ᾽byἰδίανin privateεἰςintoπόλινa townκαλουμένηνbeing calledΒηθσαϊδά.Bethsaida.

11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.

οἱTheδὲnowὄχλοιcrowdsγνόντεςhaving known itἠκολούθησανthey followedαὐτῷ.Him.καὶandἀποδεξάμενοςhaving receivedαὐτοὺςthemἐλάλειHe was speakingαὐτοῖςto themπερὶconcerningτῆςtheβασιλείαςkingdomτοῦtheθεοῦ,of God,καὶandτοὺςthoseχρείανneedἔχονταςhavingθεραπείαςof healingἰᾶτο.He was healing.

12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν. προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· ἀπόλυσον τὸν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.

theδὲAndἡμέραthe dayἤρξατοbeganκλίνειν.to decline.προσελθόντεςhaving comeδὲthenοἱtheδώδεκαTwelveεἶπανsaidαὐτῷ·to Him;ἀπόλυσονdo dismissτὸνtheὄχλονcrowdἵναthatπορευθέντεςhaving travelledεἰςintoτὰςtheκύκλῳsurroundingκώμαςvillagesκαὶandἀγροὺςcountrysideκαταλύσωσινthey may lodgeκαὶandεὕρωσινthey may findἐπισιτισμόν·provisions;ὅτιforὧδεhereἐνinἐρήμῳa desolateτόπῳplaceἐσμέν.we are.

13Εἶπεν δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.

ΕἶπενHe saidδὲnowπρὸςtoαὐτούς·them;δότεdo giveαὐτοῖςto themὑμεῖςyou yourselvesφαγεῖν.to eat.οἱtheδὲButεἶπαν·they said;οὐκNotεἰσὶνthere areἡμῖνto usπλεῖονmorethanἄρτοιloavesπέντεfiveκαὶandἰχθύεςfishδύο,two,εἰexceptμήτιsurely evenπορευθέντεςhaving goneἡμεῖςwe ourselvesἀγοράσωμενshall buyεἰςforπάνταallτὸνtheλαὸνpeopleτοῦτονthisβρώματα.food.

14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.

ἦσανThey wereγὰρforὡσεὶaboutἄνδρεςmenπεντακισχίλιοι.five thousand.ΕἶπενHe saidδὲthenπρὸςtoτοὺςtheμαθητὰςdisciplesαὐτοῦ·of Him;κατακλίνατεdo make sit downαὐτοὺςthemκλισίαςgroupsὡσεὶof aboutἀνὰinπεντήκοντα.fifty.

15καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.

καὶAndἐποίησανthey didοὕτωςsoκαὶandκατέκλινανhe satἅπαντας.all.

16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.

λαβὼνHaving takenδὲthenτοὺςtheπέντεfiveἄρτουςloavesκαὶandτοὺςtheδύοtwoἰχθύας,fish,ἀναβλέψαςhaving looked upεἰςtoτὸνtheοὐρανὸνheavenεὐλόγησενHe blessedαὐτοὺςthemκαὶandκατέκλασενbroke themκαὶandἐδίδουHe was giving themτοῖςto theμαθηταῖςdisciplesπαραθεῖναιto setτῷbefore theὄχλῳ.crowd.

17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.

καὶAndἔφαγονthey ateκαὶandἐχορτάσθησανwere satisfiedπάντες,all,καὶandἤρθηwas taken upτὸthatπερισσεῦσανhaving been a surplusαὐτοῖςto themκλασμάτωνof fragmentsκόφινοιhand-basketsδώδεκα.twelve.

18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;

ΚαὶAndἐγένετοit came to passἐνasτῷtheεἶναιhappeningαὐτὸνHeπροσευχόμενονis prayingκατὰinμόναςsolitaryσυνῆσανwere withαὐτῷHimοἱtheμαθηταί,disciples,καὶandἐπηρώτησενHe questionedαὐτοὺςthemλέγων·saying;τίναWhomμεMeλέγουσινdo pronounceοἱtheὄχλοιcrowdsεἶναι;to be?

19οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.

οἱtheδὲAndἀποκριθέντεςansweringεἶπαν·they said;ἸωάννηνJohnτὸνtheβαπτιστήν,Baptist,ἄλλοιothersδὲalsoἨλίαν,Elijah,ἄλλοιothersδὲnowὅτιthatπροφήτηςa prophetτιςoneτῶνof theἀρχαίωνancientsἀνέστη.has arisen.

20εἶπεν δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· τὸν χριστὸν τοῦ θεοῦ.

εἶπενHe saidδὲthenαὐτοῖς·to them;ὑμεῖςYou yourselvesδὲhoweverτίναwhomμεMeλέγετεdo pronounceεἶναι;to be?ΠέτροςPeterδὲthenἀποκριθεὶςansweringεἶπεν·said;τὸνTheχριστὸνChristτοῦtheθεοῦ.of God.

21ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο

theδὲAndἐπιτιμήσαςhaving strictly warnedαὐτοῖςto themπαρήγγειλενHe instructed themμηδενὶto no oneλέγεινto tellτοῦτοthis

22εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

εἰπὼνhaving saidὅτιthatδεῖIt is necessary forτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof Manπολλὰmany thingsπαθεῖνto sufferκαὶandἀποδοκιμασθῆναιto be rejectedἀπὸbyτῶνtheπρεσβυτέρωνeldersκαὶandἀρχιερέωνchief priestsκαὶandγραμματέωνscribesκαὶandἀποκτανθῆναιto be killedκαὶandτῇon theτρίτῃthirdἡμέρᾳdayἐγερθῆναι.to be raised.

23Ἔλεγεν δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.

ἜλεγενHe was sayingδὲthenπρὸςtoπάντας·all;εἴIfτιςanyoneθέλειdesiresὀπίσωafterμουMeἔρχεσθαι,to come,ἀρνησάσθωhe should denyἑαυτὸνhimselfκαὶandἀράτωhe should take upτὸνtheσταυρὸνcrossαὐτοῦof himκαθ᾽everyἡμέρανdayκαὶandἀκολουθείτωhe should followμοι.Me.

24ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.

ὃςWhoeverγὰρforἂνmaybeθέλῃshall desireτὴνtheψυχὴνlifeαὐτοῦof himσῶσαι,to save,ἀπολέσειwill loseαὐτήν·it;ὃςwhoeverδ᾽howeverἂνmaybeἀπολέσῃmay loseτὴνtheψυχὴνlifeαὐτοῦof himἕνεκενon account ofἐμοῦ,me,οὗτοςheσώσειwill saveαὐτήν.it.

25τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;

τίWhatγὰρforὠφελεῖταιis profitedἄνθρωποςa manκερδήσαςhaving gainedτὸνtheκόσμονworldὅλονwholeἑαυτὸνhimselfδὲnowἀπολέσαςhaving destroyedorζημιωθείς;having suffered the loss of?

26ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.

ὃςWhoeverγὰρforἂνmaybeἐπαισχυνθῇmay have been ashamed ofμεMeκαὶandτοὺςtheἐμοὺςMyλόγους,words,τοῦτονhimtheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐπαισχυνθήσεταιwill be ashamed ofὅτανwhenἔλθῃHe may comeἐνinτῇtheδόξῃgloryαὐτοῦof Himselfκαὶandτοῦof theπατρὸςFatherκαὶandτῶνof theἁγίωνholyἀγγέλων.angels.

27λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.

λέγωI sayδὲnowὑμῖνto youἀληθῶςtruthfullyεἰσίνthere areτινεςsomeτῶνof thoseαὐτοῦthereἑστηκότωνalready standingοἳwhoοὐcertainlyμὴnotγεύσωνταιmay tasteθανάτουof deathἕωςuntilἂνmaybeἴδωσινthey may have seenτὴνtheβασιλείανkingdomτοῦtheθεοῦ.of God.

28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.

ἘγένετοIt came to passδὲnowμετὰafterτοὺςtheλόγουςsayingsτούτουςtheseὡσεὶaboutἡμέραιdaysὀκτώ,eight,παραλαβὼνhaving takenΠέτρονPeterκαὶandἸωάννηνJohnκαὶandἸάκωβονJamesἀνέβηHe went upεἰςonτὸtheὄροςmountainπροσεύξασθαι.to pray.

29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.

καὶAndἐγένετοit came to passἐνduringτῷtheπροσεύχεσθαιprayingαὐτὸνby Himτὸtheεἶδοςappearanceτοῦof theπροσώπουfaceαὐτοῦof Himἕτερον,was altered,καὶandtheἱματισμὸςclothingαὐτοῦof Himλευκὸςwhiteἐξαστράπτων.became dazzling.

30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας·

καὶAndἰδοὺbeholdἄνδρεςmenδύοtwoσυνελάλουνwere talkingαὐτῷwith HimοἵτινεςwhoἦσανwereΜωϋσῆςMosesκαὶandἨλίας·Elijah;

31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.

οἳThoseὀφθέντεςhaving appearedἐνinδόξῃgloryἔλεγονwere speaking ofτὴνtheἔξοδονgoing outαὐτοῦof HimἣνwhichἤμελλενHe was soonπληροῦνto accomplishἐνinἸερουσαλήμ.Jerusalem.

32ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ. διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.

theδὲAndΠέτροςPeterκαὶandοἱthoseσὺνwithαὐτῷhimἦσανwereβεβαρημένοιweariedὕπνῳ.with sleep.διαγρηγορήσαντεςhaving awoken fullyδὲthenεἶδονthey sawτὴνtheδόξανgloryαὐτοῦof Himκαὶandτοὺςtheδύοtwoἄνδραςmenτοὺςwhoσυνεστῶταςalready standing withαὐτῷ.Him.

33Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς ὃ λέγει.

ΚαὶAndἐγένετοit came to passἐνinτῷtheδιαχωρίζεσθαιdepartingαὐτοὺςof themἀπ᾽fromαὐτοῦHimεἶπενsaidtheΠέτροςPeterπρὸςtoτὸνtheἸησοῦν·Jesus;ἐπιστάτα,Master,καλόνgoodἐστινit isἡμᾶςfor usὧδεhereεἶναι,to be,καὶalsoποιήσωμενlet us makeσκηνὰςtabernaclesτρεῖς,three,μίανoneσοὶfor YouκαὶandμίανoneΜωϋσεῖfor MosesκαὶandμίανoneἨλίᾳ·for Elijah;μὴnotεἰδὼςknowingwhatλέγει.he is saying.

34ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς. ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.

ταῦταThese thingsδὲthenαὐτοῦwhen heλέγοντοςis sayingἐγένετοcameνεφέληa cloudκαὶandἐπεσκίαζενwas overshadowingαὐτούς.them.ἐφοβήθησανthey fearedδὲthenἐνinτῷtheεἰσελθεῖνenteringαὐτοὺςof themεἰςintoτὴνtheνεφέλην.cloud.

35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.

καὶAndφωνὴa voiceἐγένετοcameἐκout ofτῆςtheνεφέληςcloudλέγουσα·saying;οὗτόςThisἐστινistheυἱόςSonμουof Minetheἐκλελεγμένος,chosen,αὐτοῦto Himἀκούετε.do listen.

36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.

ΚαὶAndἐνasτῷtheγενέσθαιhappeningτὴνtheφωνὴνvoiceεὑρέθηwas foundἸησοῦςJesusμόνος.alone.καὶAndαὐτοὶthey themselvesἐσίγησανwere silentκαὶandοὐδενὶto no oneἀπήγγειλανthey toldἐνinἐκείναιςthoseταῖςtheἡμέραιςdaysοὐδὲνno thingὧνof whatἑώρακαν.they have seen.

37Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.

ἘγένετοIt came to passδὲthenτῇtheἑξῆςnextἡμέρᾳdayκατελθόντωνwhen were descendingαὐτῶνtheyἀπὸfromτοῦtheὄρουςmountainσυνήντησενmetαὐτῷwith Himὄχλοςa crowdπολύς.great.

38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων· διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν·

καὶAndἰδοὺbeholdἀνὴρa manἀπὸfromτοῦtheὄχλουcrowdἐβόησενcriedλέγων·saying;διδάσκαλε,Teacher,δέομαίI imploreσουYouἐπιβλέψαιto lookἐπὶuponτὸνtheυἱόνsonμουof mineὅτιforμονογενήςan only childμοίto meἐστιν·he is;

39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόλις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν.

καὶAndἰδοὺbeholdπνεῦμαa spiritλαμβάνειtakesαὐτὸνhimκαὶandἐξαίφνηςsuddenlyκράζειhe cries outκαὶandσπαράσσειit throws into convulsionsαὐτὸνhimμετὰwithἀφροῦfoamingκαὶandμόλιςwith difficultyἀποχωρεῖit departsἀπ᾽fromαὐτοῦhimσυντρῖβονbruisingαὐτόν.him.

40καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.

καὶAndἐδεήθηνI beggedτῶνtheμαθητῶνdisciplesσουof Youἵναthatἐκβάλωσινthey may cast outαὐτό,it,καὶandοὐκnotἠδυνήθησαν.they were able.

41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.

ἈποκριθεὶςAnsweringδὲnowtheἸησοῦςJesusεἶπεν,said,Oγενεὰgenerationἄπιστοςunbelievingκαὶandδιεστραμμένη,perverted,ἕωςuntilπότεwhenἔσομαιwill I beπρὸςwithὑμᾶςyouκαὶandἀνέξομαιI will bear withὑμῶν;you?προσάγαγεdo bringὧδεhereτὸνtheυἱόνsonσου.of you.

42ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.

ἔτιWhileδὲthenπροσερχομένουwhen is coming nearαὐτοῦheἔρρηξενthrew downαὐτὸνhimτὸtheδαιμόνιονdemonκαὶandσυνεσπάραξεν.threw him into convulsions.ἐπετίμησενRebukedδὲthentheἸησοῦςJesusτῷtheπνεύματιspiritτῷtheἀκαθάρτῳuncleanκαὶandἰάσατοhealedτὸνtheπαῖδαboyκαὶandἀπέδωκενgave backαὐτὸνhimτῷto theπατρὶfatherαὐτοῦ.of him.

43ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·

ἐξεπλήσσοντοWere astonishedδὲthenπάντεςallἐπὶatτῇtheμεγαλειότητιmajestyτοῦtheθεοῦ.of God.πάντωνOf allδὲhoweverθαυμαζόντωνwonderingἐπὶatπᾶσινallοἷςwhichἐποίειwas doingεἶπενHe saidπρὸςtoτοὺςtheμαθητὰςdisciplesαὐτοῦ·of Him;

44θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.

θέσθεdo implant in yourselfὑμεῖςyou yourselvesεἰςintoτὰtheὦταearsὑμῶνof youτοὺςtheλόγουςwordsτούτους·these;theγὰρforυἱὸςthe Sonτοῦtheἀνθρώπουof Manμέλλειis soonπαραδίδοσθαιto be betrayedεἰςintoχεῖραςthe handsἀνθρώπων.of men.

45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό. καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.

οἱtheδὲButἠγνόουνthey were not understandingτὸtheῥῆμαdeclarationτοῦτο,this,καὶandἦνit wasπαρακεκαλυμμένονveiledἀπ᾽fromαὐτῶνthemἵναthatμὴnotαἴσθωνταιthey may understandαὐτό.it.καὶAndἐφοβοῦντοthey were afraidἐρωτῆσαιto askαὐτὸνHimπερὶconcerningτοῦtheῥήματοςdeclarationτούτου.this.

46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν.

ΕἰσῆλθενCame upδὲthenδιαλογισμὸςan argumentἐνamongαὐτοῖςthemτὸthisτίςwhoἂνmaybeεἴηwould beμείζωνgreaterαὐτῶν.of them.

47ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ

theδὲButἸησοῦςJesusεἰδὼςknowingτὸνtheδιαλογισμὸνreasoningτῆςof theκαρδίαςheartαὐτῶν,of them,ἐπιλαβόμενοςhaving taken hold ofπαιδίονa childἔστησενsetαὐτὸitπαρ᾽byἑαυτῷHimself

48καὶ εἶπεν αὐτοῖς· ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.

καὶandεἶπενHe saidαὐτοῖς·to them;ὃςWhoeverἂνmaybeδέξηταιshall receiveτοῦτοthisτὸtheπαιδίονchildἐπὶinτῷtheὀνόματίnameμου,of Me,ἐμὲMe myselfδέχεται·receives;καὶandὃςwhoeverἂνmaybeἐμὲMe myselfδέξηται,shall receive,δέχεταιreceivesτὸνthe Oneἀποστείλαντάhaving sentμε.Me.The oneγὰρforμικρότεροςleastἐνamongπᾶσινallὑμῖνyouὑπάρχωνbeingοὗτόςheἐστινisμέγας.great.

49ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.

ἀποκριθεὶςAnsweringδὲnowἸωάννηςJohnεἶπεν·said;ἐπιστάτα,Master,εἴδομένwe sawτιναsomeoneἐνinτῷtheὀνόματίnameσουof Youἐκβάλλονταcasting outδαιμόνιαdemonsκαὶandἐκωλύομενwe were forbiddingαὐτὸνhimὅτιbecauseοὐκnotἀκολουθεῖhe followsμεθ᾽withἡμῶν.us.

50Εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς· μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.

ΕἶπενSaidδὲthenπρὸςtoαὐτὸνhimἸησοῦς·Jesus;μὴNotκωλύετε·do forbid;ὃςwhoeverγὰρforοὐκnotἔστινisκαθ᾽againstὑμῶνyouὑπὲρforὑμῶνyouἐστιν.is.

51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ.

ἘγένετοIt came to passδὲthenἐνinτῷtheσυμπληροῦσθαιcompletingτὰςtheἡμέραςdaysτῆςof theἀναλήμψεωςascensionαὐτοῦof HimκαὶthatαὐτὸςHe himselfτὸtheπρόσωπονfaceἐστήρισενsteadfastly setτοῦtheπορεύεσθαιto goεἰςtoἸερουσαλήμ.Jerusalem.

52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ.

καὶAndἀπέστειλενHe sentἀγγέλουςmessengersπρὸbeforeπροσώπουthe faceαὐτοῦ.of Him.καὶAndπορευθέντεςhaving goneεἰσῆλθονthey enteredεἰςintoκώμηνa villageΣαμαριτῶνof the Samaritansὡςso asἑτοιμάσαιto make readyαὐτῷ.for Him.

53καὶ οὐκ ἐδέξαντο αὐτὸν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.

καὶAndοὐκnotἐδέξαντοthey did receiveαὐτὸνHimὅτιbecauseτὸtheπρόσωπονfaceαὐτοῦof Himἦνwas asπορευόμενονgoingεἰςtowardἸερουσαλήμ.Jerusalem.

54ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς

ἰδόντεςHaving seen itδὲnowοἱtheμαθηταὶdisciplesἸάκωβοςJamesκαὶandἸωάννηςJohnεἶπαν·said;κύριε,Lord,θέλειςdo you want thatεἴπωμενwe may callπῦρfireκαταβῆναιto come downἀπὸfromτοῦtheοὐρανοῦheavenκαὶandἀναλῶσαιto consumeαὐτούςthem

55στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς

στραφεὶςHaving turnedδὲthenἐπετίμησενHe rebukedαὐτοῖςthem

56καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

καὶandἐπορεύθησανthey wentεἰςtoἑτέρανanotherκώμην.village.

57Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ

ΚαὶAndπορευομένωνwhen are goingαὐτῶνtheyἐνalongτῇtheὁδῷroadεἶπένsaidτιςsomeoneπρὸςtoαὐτόν·Him;ἀκολουθήσωI will followσοιYouὅπουwhereverἐὰνmaybeἀπέρχῃYou shall go

58καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

καὶAndεἶπενsaidαὐτῷto himtheἸησοῦς·Jesus;αἱTheἀλώπεκεςfoxesφωλεοὺςholesἔχουσιν,have,καὶandτὰtheπετεινὰbirdsτοῦof theοὐρανοῦairκατασκηνώσεις·nests;theδὲbutυἱὸςthe Sonτοῦtheἀνθρώπουof Manοὐκnotἔχειhasποῦwhereτὴνtheκεφαλὴνheadκλίνῃ.He may lay.

59Εἶπεν δὲ πρὸς ἕτερον· ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.

ΕἶπενHe saidδὲthenπρὸςtoἕτερον·another;ἀκολούθειdo followμοι.Me.theδὲButεἶπεν·he said;ἐπίτρεψόνdo allowμοιmeἀπελθόντιhaving gone awayπρῶτονfirstθάψαιto buryτὸνtheπατέραfatherμου.of mine.

60Εἶπεν δὲ αὐτῷ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.

ΕἶπενHe saidδὲthenαὐτῷto himἄφεςdo leaveτοὺςtheνεκροὺςdeadθάψαιto buryτοὺςtheἑαυτῶνtheir ownνεκρούς.dead.σὺyou yourselfδὲhoweverἀπελθὼνhaving gone forthδιάγγελλεdo declareτὴνtheβασιλείανkingdomτοῦtheθεοῦ.of God.

61Εἶπεν δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.

ΕἶπενSaidδὲthenκαὶalsoἕτερος·another;ἀκολουθήσωI will followσοι,You,κύριε·Lord;πρῶτονfirstδὲhoweverἐπίτρεψόνdo allowμοιmeἀποτάξασθαιto bid farewellτοῖςto thoseεἰςatτὸνtheοἶκόνhomeμου.of mine.

62εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.

εἶπενSaidδὲthenπρὸςtoαὐτὸνhimtheἸησοῦς·Jesus:οὐδεὶςNo oneἐπιβαλὼνhaving laidτὴνtheχεῖραhandἐπ᾽uponἄροτρονthe plowκαὶandβλέπωνlookingεἰςonτὰthe thingsὀπίσωbackεὔθετόςsuitableἐστινisτῇtheβασιλείᾳkingdomτοῦtheθεοῦ.of God.

‹ Luke 8Luke 10 ›