Luke 7 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 891 words in 50 verses.

Open Luke 7 in the interlinear reader

1Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.

ἘπειδὴAnd sinceἐπλήρωσενHe had completedπάνταallτὰtheῥήματαdeclarationsαὐτοῦof Himεἰςinτὰςtheἀκοὰςhearingτοῦof theλαοῦ,people,εἰσῆλθενHe enteredεἰςintoΚαφαρναούμ.Capernaum.

2ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος.

ἑκατοντάρχουOf a centurionδέthenτινοςa certainδοῦλοςservantκακῶςsickἔχωνbeingἤμελλενwas aboutτελευτᾶνto dieὃςwhoἦνwasαὐτῷto himἔντιμος.valued highly.

3ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.

ἀκούσαςHaving heardδὲthenπερὶaboutτοῦtheἸησοῦJesusἀπέστειλενhe sentπρὸςtoαὐτὸνHimπρεσβυτέρουςeldersτῶνof theἸουδαίωνJewsἐρωτῶνbeggingαὐτὸνHimὅπωςthatἐλθὼνhaving comeδιασώσῃHe may saveτὸνtheδοῦλονservantαὐτοῦ.of him.

4οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο·

οἱtheδὲAndπαραγενόμενοιhaving comeπρὸςtoτὸνtheἸησοῦνJesusπαρεκάλουνthey were beggingαὐτὸνHimσπουδαίωςearnestlyλέγοντεςsayingὅτιthatἄξιόςWorthyἐστινhe isto whomπαρέξῃYou will grantτοῦτο·this;

5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.

ἀγαπᾷhe lovesγὰρforτὸtheἔθνοςnationἡμῶνof usκαὶandτὴνtheσυναγωγὴνsynagogueαὐτὸςhe himselfᾠκοδόμησενbuiltἡμῖν.for us.

6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· κύριε, μὴ σκύλλου· οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς,

theδὲAndἸησοῦςJesusἐπορεύετοwas goingσὺνwithαὐτοῖς.them.ἤδηAlreadyδὲthenαὐτοῦwhen heοὐnotμακρὰνfarἀπέχοντοςbeing distantἀπὸfromτῆςtheοἰκίαςhouseἔπεμψενsentφίλουςfriendstheἑκατοντάρχηςcenturionλέγωνsayingαὐτῷ·to Him;κύριε,Lord,μὴnotσκύλλου·do be troubled;οὐnotγὰρforἱκανόςworthyεἰμιI amἵναthatὑπὸunderτὴνtheστέγηνroofμουof mineεἰσέλθῃς,You may come,

7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν. ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.

διὸthereforeοὐδὲneitherἐμαυτὸνmyselfἠξίωσαcounted I worthyπρὸςtoσὲYouἐλθεῖν.to come.ἀλλ᾽butεἰπὲdo sayλόγῳ,a word,καὶandἰαθήτωlet be healedtheπαῖςservantμου.of mine.

8καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας. καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.

καὶAlsoγὰρforἐγὼI myselfἄνθρωπόςa manεἰμιamὑπὸunderἐξουσίανauthorityτασσόμενος,appointed,ἔχωνhavingὑπ᾽underἐμαυτὸνmyselfστρατιώτας.soldiers.καὶandλέγωI sayτούτῳ·to this one;πορεύθητι,do go,καὶandπορεύεται,he goes,καὶandἄλλῳ·to another;ἔρχου,do come,καὶandἔρχεται,he comes,καὶandτῷto theδούλῳservantμου·of mine;ποίησονdo enactτοῦτο,this,καὶandποιεῖ.he enacts it.

9ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν· καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

ἀκούσαςHaving heardδὲthenταῦταthese thingstheἸησοῦςJesusἐθαύμασενmarveled atαὐτόν·him;καὶandστραφεὶςhaving turnedτῷto theἀκολουθοῦντιfollowingαὐτῷHimὄχλῳcrowdεἶπεν·He said;λέγωI sayὑμῖν,to you,οὐδὲnot evenἐνinτῷtheἸσραὴλIsraelτοσαύτηνsuch greatπίστινfaithεὗρον.did I find.

10καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.

καὶAndὑποστρέψαντεςhaving returnedεἰςtoτὸνtheοἶκονhouseοἱthe onesπεμφθέντεςhaving been sentεὗρονfoundτὸνtheδοῦλονservantὑγιαίνοντα.in good health.

11Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.

ΚαὶAndἐγένετοit came to passἐνonτῷtheἑξῆςnext dayἐπορεύθηHe wentεἰςintoπόλινa townκαλουμένηνbeing calledΝαΐν,Nain,καὶandσυνεπορεύοντοwere goingαὐτῷwith Himοἱtheμαθηταὶdisciplesαὐτοῦof Himκαὶandὄχλοςa crowdπολύς.great.

12ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.

ὡςAsδὲthenἤγγισενHe drew nearτῇto theπύλῃgateτῆςof theπόλεως,town,καὶalsoἰδοὺbeholdἐξεκομίζετοwas being carried outτεθνηκὼςone having diedμονογενὴςonly begottenυἱὸςsonτῇfrom theμητρὶmotherαὐτοῦ,of him,καὶandαὐτὴsheἦνwasχήρα·a widow;καὶAndὄχλοςa crowdτῆςof theπόλεωςtownἱκανὸςconsiderableἦνwasσὺνwithαὐτῇ.her.

13καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.

καὶAndἰδὼνhaving seenαὐτὴνhertheκύριοςLordἐσπλαγχνίσθηwas moved with compassionἐπ᾽onαὐτῇherκαὶandεἶπενHe saidαὐτῇ·to her;μὴNotκλαῖε.do weep.

14καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν· καὶ εἶπεν· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.

καὶAndπροσελθὼνhaving come upἥψατοHe touchedτῆςtheσοροῦ·bier;οἱthoseδὲthenβαστάζοντεςbearing itἔστησαν·stopped;καὶAndεἶπεν·He said;νεανίσκε,Young man,σοὶto youλέγω,I say,ἐγέρθητι.do be arised.

15καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν. καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.

καὶAndἀνεκάθισενsat uptheνεκρὸςdead manκαὶandἤρξατοbeganλαλεῖν.to speak.καὶandἔδωκενHe gaveαὐτὸνhimτῇto theμητρὶmotherαὐτοῦ.of him.

16ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.

ἔλαβενSeizedδὲthenφόβοςfearπάντας,all,καὶandἐδόξαζονthey were glorifyingτὸνtheθεὸνGodλέγοντεςsayingὅτιthatπροφήτηςA prophetμέγαςgreatἠγέρθηwas raised upἐνamongἡμῖν,us!καὶandὅτιthatἐπεσκέψατοHas visitedtheθεὸςGodτὸνtheλαὸνpeopleαὐτοῦ.of Him!

17καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.

καὶAndἐξῆλθενwent outtheλόγοςreportοὗτοςthisἐνinὅλῃallτῇtheἸουδαίᾳJudeaπερὶconcerningαὐτοῦHimκαὶandπάσῃin allτῇtheπεριχώρῳ.surrounding region.

18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης

ΚαὶAndἀπήγγειλανbrought wordἸωάννῃto Johnοἱtheμαθηταὶdisciplesαὐτοῦof himπερὶconcerningπάντωνallτούτων.these things.καὶ19 Andπροσκαλεσάμενοςhaving called nearδύοtwoτινὰςcertainτῶνtheμαθητῶνdisciplesαὐτοῦof himtheἸωάννηςJohn

19ἔπεμψεν πρὸς τὸν κύριον λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;

ἔπεμψενsent themπρὸςtoτὸνtheκύριονLordλέγων·saying;σὺYou yourselfεἶaretheἐρχόμενος,coming One,orἕτερονotherπροσδοκῶμεν;are we to look for?

20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;

ΠαραγενόμενοιHaving comeδὲthenπρὸςtoαὐτὸνHimοἱtheἄνδρεςmenεἶπαν·said;ἸωάννηςJohntheβαπτιστὴςBaptistἀπέστειλενhas sentἡμᾶςusπρὸςtoσὲyouλέγων·saying;σὺYou yourselfεἶaretheἐρχόμενος,coming One,orἄλλονanotherπροσδοκῶμεν;are we to look for?

21ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.

ἐνAtἐκείνῃthat veryτῇtheὥρᾳhourἐθεράπευσενHe healedπολλοὺςmanyἀπὸofνόσωνdiseasesκαὶandμαστίγωνafflictionsκαὶandπνευμάτωνspiritsπονηρῶνevilκαὶandτυφλοῖςto blindπολλοῖςmanyἐχαρίσατοHe grantedβλέπειν.to see.

22καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται,

καὶAndἀποκριθεὶςansweringεἶπενHe saidαὐτοῖς·to them;πορευθέντεςHaving goneἀπαγγείλατεdo relateἸωάννῃto Johnwhatεἴδετεyou have seenκαὶandἠκούσατε·heard:τυφλοὶBlindἀναβλέπουσιν,receive sight,χωλοὶlameπεριπατοῦσιν,walk,λεπροὶlepersκαθαρίζονται,are cleansed,καὶandκωφοὶdeafἀκούουσιν,hear,νεκροὶdeadἐγείρονται,are raised,πτωχοὶpoorεὐαγγελίζονται,are evangelised,

23καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

καὶAndμακάριόςblessedἐστινisὃςwhoἐὰνmightμὴnotσκανδαλισθῇshall be offendedἐνinἐμοί.Me myself.

24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;

ἈπελθόντωνWhen were departingδὲthenτῶνtheἀγγέλωνmessengersἸωάννουof JohnἤρξατοHe beganλέγεινto speakπρὸςtoτοὺςtheὄχλουςcrowdsπερὶconcerningἸωάννου·John:τίWhatἐξήλθατεdid you go outεἰςintoτὴνtheἔρημονwildernessθεάσασθαι;to see?κάλαμονA reedὑπὸbyἀνέμουthe windσαλευόμενον;shaken?

25ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.

ἀλλὰButτίwhatἐξήλθατεhave you gone outἰδεῖν;to see?ἄνθρωπονA manἐνinμαλακοῖςfineἱματίοιςclothingἠμφιεσμένον;arrayed?ἰδοὺBeholdοἱthoseἐνinἱματισμῷclothingἐνδόξῳsplendidκαὶandτρυφῇin luxuryὑπάρχοντεςlivingἐνinτοῖςtheβασιλείοιςpalacesεἰσίν.are.

26ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν· καὶ περισσότερον προφήτου.

ἀλλὰButτίwhatἐξήλθατεhave you gone outἰδεῖν;to see?προφήτην;A prophet?ναὶYesλέγωI sayὑμῖν·to you;καὶand oneπερισσότερονmore excellentπροφήτου.than a prophet.

27οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.

οὗτόςThisἐστινis heπερὶconcerningοὗwhomγέγραπται·it has been written:ἰδοὺBeholdἀποστέλλωI sendτὸνtheἄγγελόνmessengerμουof Mineπρὸbeforeπροσώπουthe faceσουof youὃςwhoκατασκευάσειwill prepareτὴνtheὁδόνwayσουof Youἔμπροσθένbeforeσου.You.’

28Λέγω ὑμῖν· μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν. ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.

ΛέγωI sayὑμῖν·to you;μείζωνa greaterἐνamongγεννητοῖςthose bornγυναικῶνof womenἸωάννουthan Johnοὐδείςno oneἐστιν.is.theδὲyetμικρότεροςthe leastἐνinτῇtheβασιλείᾳkingdomτοῦtheθεοῦof Godμείζωνgreaterαὐτοῦthan heἐστιν.is.

29καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεὸν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.

καὶAndπᾶςalltheλαὸςpeopleἀκούσαςhaving heardκαὶevenοἱtheτελῶναιtax collectorsἐδικαίωσανdeclared as righteousτὸνtheθεὸνGodβαπτισθέντεςhaving been baptized withτὸtheβάπτισμαbaptismἸωάννου.of John.

30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.

οἱtheδὲbutΦαρισαῖοιthe Phariseesκαὶandοἱtheνομικοὶlawyersτὴνtheβουλὴνcounselτοῦtheθεοῦof Godἠθέτησανrejectedεἰςas toἑαυτοὺςthemselvesμὴnotβαπτισθέντεςhaving been baptizedὑπ᾽byαὐτοῦ.him.

31τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι;

τίνιTo whatοὖνthereforeὁμοιώσωwill I likenτοὺςtheἀνθρώπουςmenτῆςof theγενεᾶςgenerationταύτηςthisκαὶAndτίνιto whatεἰσὶνare theyὅμοιοι;like?

32ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις ἃ λέγει· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.

ὅμοιοίLikeεἰσινare theyπαιδίοιςto little childrenτοῖςtheἐνinἀγορᾷthe marketplaceκαθημένοιςsittingκαὶandπροσφωνοῦσινcallingἀλλήλοιςto each otheroneλέγει·says:ηὐλήσαμενWe pipedὑμῖν,to you,καὶandοὐκnotὠρχήσασθε·you did dance;ἐθρηνήσαμενwe sang a dirgeκαὶandοὐκnotἐκλαύσατε.you did weep.

33ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· δαιμόνιον ἔχει.

ἐλήλυθενHas comeγὰρforἸωάννηςJohntheβαπτιστὴςBaptistμὴneitherἐσθίωνeatingἄρτονbreadμήτεnorπίνωνdrinkingοἶνον,wineκαὶandλέγετε·you say;δαιμόνιονA demonἔχει.He has.

34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.

ἐλήλυθενHas cometheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐσθίωνeatingκαὶandπίνων,drinking,καὶandλέγετε·you say;ἰδοὺBeholdἄνθρωποςa manφάγοςa gluttonκαὶandοἰνοπότης,a drunkard,φίλοςa friendτελωνῶνof tax collectorsκαὶandἁμαρτωλῶν.of sinners.

35καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.

καὶAndἐδικαιώθηwas justifiedtheσοφίαwisdomἀπὸbyπάντωνallτῶνtheτέκνωνchildrenαὐτῆς.of her.

36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ. καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.

ἨρώταWas askingδέnowτιςoneαὐτὸνHimτῶνof theΦαρισαίωνPhariseesἵναthatφάγῃHe may eatμετ᾽withαὐτοῦ.him.καὶandεἰσελθὼνhaving enteredεἰςintoτὸνtheοἶκονhouseτοῦof theΦαρισαίουPhariseeκατεκλίθη.He was sat.

37καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός. καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου

καὶAndἰδοὺbeholdγυνὴa womanἥτιςwhoἦνwasἐνinτῇtheπόλειcityἁμαρτωλός.a sinner.καὶAndἐπιγνοῦσαshe having knownὅτιthatκατάκειταιreclines backἐνinτῇtheοἰκίᾳhouseτοῦof theΦαρισαίου,Pharisee,κομίσασαhaving takenἀλάβαστρονan alabaster flaskμύρουof fragrant oil

38καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ, κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.

καὶandστᾶσαhaving stoodὀπίσωbehindπαρὰatτοὺςtheπόδαςfeetαὐτοῦ,of Himκλαίουσαweepingτοῖςwith theδάκρυσινtearsἤρξατοshe beganβρέχεινto wetτοὺςtheπόδαςfeetαὐτοῦof Himκαὶandταῖςwith theθριξὶνhairsτῆςof theκεφαλῆςheadαὐτῆςof herἐξέμασσενshe was wiping themκαὶandκατεφίλειwas kissingτοὺςtheπόδαςfeetαὐτοῦof Himκαὶandἤλειφενwas anointing themτῷwith theμύρῳ.fragrant oil.

39ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν ὁ προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν.

ἰδὼνHaving seenδὲnowtheΦαρισαῖοςPhariseethe oneκαλέσαςhaving invitedαὐτὸνHimεἶπενhe spokeἐνwithinἑαυτῷhimselfλέγων·saying;οὗτοςThisεἰifἦνHe wastheπροφήτης,prophet,ἐγίνωσκενhe have knownἂνthen wouldτίςwhoκαὶandποταπὴwhattheγυνὴwoman isἥτιςwhoἅπτεταιtouchesαὐτοῦHimὅτιforἁμαρτωλόςa sinnerἐστιν.she is.

40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· διδάσκαλε εἰπέ, φησίν.

ΚαὶAndἀποκριθεὶςansweringtheἸησοῦςJesusεἶπενsaidπρὸςtoαὐτόν·him;Σίμων,Simon,ἔχωI haveσοίto youτιsomethingεἰπεῖν.to say.theδέ·And;διδάσκαλεTeacherεἰπέ,do say it,φησίν.he says.

41δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι. ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.

δύοTwoχρεοφειλέταιdebtorsἦσανthere wereδανιστῇto a creditorτινι.certain.theεἷςoneὤφειλενwas owingδηνάριαdenariiπεντακόσια,five hundred,theδὲandἕτεροςthe otherπεντήκοντα.fifty.

42μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;

μὴNothingἐχόντωνwere havingαὐτῶνtheyἀποδοῦναιto payἀμφοτέροιςto bothἐχαρίσατο.he forgave.τίςWhichοὖνthereforeαὐτῶνof themπλεῖονmoreἀγαπήσειwill loveαὐτόν;him

43ἀποκριθεὶς Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.

ἀποκριθεὶςAnsweringΣίμωνSimonεἶπεν·said;ὑπολαμβάνωI take itὅτιthathe to whomτὸtheπλεῖονmostἐχαρίσατο.he forgave.theδὲAndεἶπενHe saidαὐτῷ·to him;ὀρθῶςRightlyἔκρινας.You have judged.

44καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.

καὶAndστραφεὶςhaving turnedπρὸςtoτὴνtheγυναῖκαwomanτῷtheΣίμωνιto Simonἔφη·He was saying;βλέπειςSee youταύτηνthisτὴνtheγυναῖκα;woman?εἰσῆλθόνI enteredσουof youεἰςintoτὴνtheοἰκίαν,house,ὕδωρwaterμοιto Meἐπὶforπόδαςfeetοὐκnotἔδωκας·you gave;αὕτηwith herδὲhoweverτοῖςtheδάκρυσινtearsἔβρεξένshe wetμουMyτοὺςtheπόδαςfeetκαὶandταῖςwith theθριξὶνhairαὐτῆςof herἐξέμαξεν.wiped them.

45φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.

φίλημάA kissμοιto Meοὐκnotἔδωκας·you gave;αὕτηshe herselfδὲhoweverἀφ᾽fromἧςwhich timeεἰσῆλθονI came inοὐnotδιέλιπενshe has ceasedκαταφιλοῦσάkissingμουMyτοὺςtheπόδας.feet.

46ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.

ἐλαίῳWith oilτὴνtheκεφαλήνheadμουof Mineοὐκnotἤλειψας·you did anoint;αὕτηshe herselfδὲhoweverμύρῳwith fragrant oilἤλειψενanointedτοὺςtheπόδαςfeetμου.of Mine.

47οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.

οὗof thisχάριν,BecauseλέγωI sayσοι,to you,ἀφέωνταιhave been forgivenαἱtheἁμαρτίαιsinsαὐτῆςof herαἱtheπολλαί,many,ὅτιforἠγάπησενshe lovedπολύ·much;to whomδὲhoweverὀλίγονlittleἀφίεται,is forgiven,ὀλίγονlittleἀγαπᾷ.he loves.

48εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.

εἶπενHe saidδὲthenαὐτῇ·to her;ἀφέωνταίHave been forgivenσουyourαἱtheἁμαρτίαι.sins.

49καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;

καὶAndἤρξαντοbeganοἱthoseσυνανακείμενοιrecliningλέγεινto sayἐνwithinἑαυτοῖς·themselves;τίςWhoοὗτόςthisἐστινisὃςwhoκαὶevenἁμαρτίαςsinsἀφίησιν;forgives?

50εἶπεν δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

εἶπενHe saidδὲthenπρὸςtoτὴνtheγυναῖκα·woman;Theπίστιςfaithσουof Youσέσωκένhas savedσε·you;πορεύουdo goεἰςinεἰρήνην.peace.

‹ Luke 6Luke 8 ›