Luke 6 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 923 words in 49 verses.

Open Luke 6 in the interlinear reader

1Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν.

ἘγένετοIt came to passδὲthenἐνonσαββάτῳa Sabbathδιαπορεύεσθαιis passing alongαὐτὸνHeδιὰthroughσπορίμων,grainfields,καὶandἔτιλλονwere pluckingοἱtheμαθηταὶdisciplesαὐτοῦof Himκαὶandἤσθιονwere eatingτοὺςtheστάχυαςheads of grainψώχοντεςrubbing themταῖςin theχερσίν.hands.

2τινὲς δὲ τῶν Φαρισαίων εἶπαν τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν;

τινὲςSomeδὲhoweverτῶνof theΦαρισαίωνPhariseesεἶπανsaidτίWhyποιεῖτεdo youthat whichοὐκnotἔξεστινit is lawfulτοῖςon theσάββασιν;Sabbaths?

3καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ

καὶAndἀποκριθεὶςansweringπρὸςtoαὐτοὺςthemεἶπενsaidtheἸησοῦς·Jesus;οὐδὲSurelyτοῦτοthisἀνέγνωτεhave you readwhatἐποίησενdidΔαυίδ,David,ὅτεwhenἐπείνασενwas hungryαὐτὸςhe himselfκαὶandοἱthose whoμετ᾽withαὐτοῦhim

4ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ᾽ αὐτοῦ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;

ὡςhowεἰσῆλθενhe enteredεἰςintoτὸνtheοἶκονhouseτοῦtheθεοῦ,of God,καὶandτοὺςtheἄρτουςloavesτῆςof theπροθέσεωςpresentationλαβὼνhaving takenἔφαγενateκαὶandἔδωκενgaveτοῖςto thoseμετ᾽withαὐτοῦhimοὓςwhichοὐκnotἔξεστινit is lawfulφαγεῖνto eatεἰonlyμὴexceptμόνουςsolelyτοὺςto theἱερεῖς;priests?

5καὶ ἔλεγεν αὐτοῖς κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

καὶAndἔλεγενHe was sayingαὐτοῖςto themκύριόςLordἐστινisτοῦof theσαββάτουSabbaththeυἱὸςSonτοῦtheἀνθρώπου.of Man.

6Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.

ἘγένετοIt came to passδὲthenἐνonἑτέρῳanotherσαββάτῳSabbathεἰσελθεῖνenteringαὐτὸνHeεἰςintoτὴνtheσυναγωγὴνsynagogueκαὶandδιδάσκειν·teaching;καὶandἦνthere wasἄνθρωποςa manἐκεῖ,thereκαὶandtheχεὶρhandαὐτοῦof himtheδεξιὰrightἦνwasξηρά.withered.

7παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.

παρετηροῦντοWere closely watchingδὲnowαὐτὸνHimοἱtheγραμματεῖςscribesκαὶandοἱtheΦαρισαῖοιPhariseesεἰwhetherἐνonτῷtheσαββάτῳSabbathθεραπεύειHe healsἵναthatεὕρωσινthey may find reasonκατηγορεῖνto accuseαὐτοῦ.Him.

8αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν. εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον. καὶ ἀναστὰς ἔστη.

αὐτὸςHe himselfδὲnowᾔδειknewτοὺςtheδιαλογισμοὺςthoughtsαὐτῶν.of them.εἶπενHe saidδὲnowτῷto theἀνδρὶmanτῷtheξηρὰνwitheredἔχοντιhavingτὴνtheχεῖρα·hand;ἔγειρεdo ariseκαὶandστῆθιdo standεἰςinτὸtheμέσον.midst.καὶAndἀναστὰςhaving risen upἔστη.he stood.

9εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· ἐπερωτῶ ὑμᾶς εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀπολέσαι;

εἶπενSaidδὲthentheἸησοῦςJesusπρὸςtoαὐτούς·them;ἐπερωτῶI askὑμᾶςyouεἰifἔξεστινit is lawfulτῷon theσαββάτῳSabbathἀγαθοποιῆσαιto do goodorκακοποιῆσαι;to do evil?ψυχὴνLifeσῶσαιto saveorἀπολέσαι;to destroy?

10καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ

καὶAndπεριβλεψάμενοςhaving looked aroundπάνταςallαὐτοὺςon themεἶπενHe saidαὐτῷ·to him;ἔκτεινονdo stretch outτὴνtheχεῖράhandσου.of you.theδὲAndἐποίησενhe didκαὶandἀπεκατεστάθηwas restoredtheχεὶρhandαὐτοῦof him

11αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.

αὐτοὶThey themselvesδὲthenἐπλήσθησανwere filledἀνοίαςwith rageκαὶandδιελάλουνwere discussingπρὸςwithἀλλήλουςone anotherτίwhatἂνmaybeποιήσαιενthey would doτῷtheἸησοῦ.to Jesus.

12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.

ἘγένετοIt came to passδὲthenἐνinταῖςtheἡμέραιςdaysταύταιςthoseἐξελθεῖνto go outαὐτὸνHeεἰςtoτὸtheὄροςmountainπροσεύξασθαι·to pray;καὶandἦνHe wasδιανυκτερεύωνspending the nightἐνinτῇtheπροσευχῇprayerτοῦtheθεοῦ.to God.

13καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν·

καὶAndὅτεwhenἐγένετοit becameἡμέρα,day,προσεφώνησενHe called to Himτοὺςtheμαθητὰςdisciplesαὐτοῦ,of Him,καὶalsoἐκλεξάμενοςhaving chosen outἀπ᾽fromαὐτῶνthemδώδεκαtwelveοὓςwhomκαὶalsoἀποστόλουςapostlesὠνόμασεν·He named:

14Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον

ΣίμωναSimonὃνwhomκαὶalsoὠνόμασενHe namedΠέτρονPeterκαὶandἈνδρέανAndrewτὸνtheἀδελφὸνbrotherαὐτοῦof himκαὶandἸάκωβονJamesκαὶandἸωάννηνJohnκαὶandΦίλιππονPhilipκαὶandΒαρθολομαῖονBartholomew

15καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον ζηλωτὴν

καὶandΜαθθαῖονMatthewκαὶandΘωμᾶνThomasκαὶandἸάκωβονJamesἉλφαίουof AlphaeusκαὶandΣίμωναSimonτὸνthe oneκαλούμενονbeing calledζηλωτὴνZealot

16καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριὼθ ὃς ἐγένετο προδότης.

καὶandἸούδανJudas sonἸακώβουof JamesκαὶandἸούδανJudasἸσκαριὼθIscariotὃςwhoἐγένετοbecameπροδότης.the betrayer.

17καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ. καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος

καὶAndκαταβὰςhaving descendedμετ᾽withαὐτῶνthemἔστηHe stoodἐπὶonτόπουa placeπεδινοῦ.level.καὶandὄχλοςa crowdπολὺςlargeμαθητῶνof disciplesαὐτοῦof Himκαὶandπλῆθοςa multitudeπολὺgreatτοῦof theλαοῦpeopleἀπὸfromπάσηςallτῆςtheἸουδαίαςJudeaκαὶandἸερουσαλὴμJerusalemκαὶandτῆςtheπαραλίουsea coastΤύρουof TyreκαὶandΣιδῶνοςSidon

18οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο.

οἳwhoἦλθονcameἀκοῦσαιto hearαὐτοῦHimκαὶandἰαθῆναιto be healedἀπὸofτῶνtheνόσωνdiseasesαὐτῶν.of them.καὶAndοἱthoseἐνοχλούμενοιbeing troubledἀπὸwithπνευμάτωνspiritsἀκαθάρτωνuncleanἐθεραπεύοντο.were healed.

19καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.

καὶAndπᾶςalltheὄχλοςmultitudeἐζήτουνwere seekingἅπτεσθαιto touchαὐτοῦ,Him,ὅτιbecauseδύναμιςpowerπαρ᾽fromαὐτοῦHimἐξήρχετο,was going outκαὶandἰᾶτοwas healingπάντας.all.

20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.

ΚαὶAndαὐτὸςHe himselfἐπάραςhaving lifted upτοὺςtheὀφθαλμοὺςgazeαὐτοῦof Himεἰςuponτοὺςtheμαθητὰςdisciplesαὐτοῦof Himἔλεγεν·was saying:μακάριοιBlessed areοἱtheπτωχοί,poor,ὅτιforὑμετέραyoursἐστὶνistheβασιλείαkingdomτοῦtheθεοῦ.of God.

21Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.

ΜακάριοιBlessed areοἱthoseπεινῶντεςhungeringνῦν,now,ὅτιforχορτασθήσεσθε.you will be filled.ΜακάριοιBlessed areοἱthoseκλαίοντεςweepingνῦν,now,ὅτιforγελάσετε.you will laugh.

22Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

ΜακάριοίBlessedἐστε,are youὅτανwhenμισήσωσινmay hateὑμᾶςyouοἱtheἄνθρωποιmenκαὶandὅτανwhenἀφορίσωσινthey may excludeὑμᾶςyouκαὶandὀνειδίσωσινthey may insult youκαὶandἐκβάλωσινthey may cast outτὸtheὄνομαnameὑμῶνof youὡςasπονηρὸνevilἕνεκαon account ofτοῦtheυἱοῦSonτοῦtheἀνθρώπου.of Man.

23χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

χάρητεdo rejoiceἐνinἐκείνῃthat veryτῇtheἡμέρᾳdayκαὶandσκιρτήσατε·do leap for joy;ἰδοὺbeholdγὰρfortheμισθὸςrewardὑμῶνof youπολὺςis greatἐνinτῷtheοὐρανῷ.heaven.κατὰAccording toτὰthe thingsαὐτὰof themγὰρforἐποίουνwere treatingτοῖςtheπροφήταιςprophetsοἱtheπατέρεςfathersαὐτῶν.of them.

24Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.

ΠλὴνButοὐαὶwoeὑμῖνto youτοῖςwho areπλουσίοις,rich,ὅτιforἀπέχετεyou are receivingτὴνtheπαράκλησινcomfortὑμῶν.of you.

25Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.

ΟὐαὶWoeὑμῖνto youοἱwho areἐμπεπλησμένοιfilledνῦν,now,ὅτιforπεινάσετε.you will hunger.ΟὐαὶWoe toοἱwho areγελῶντεςlaughingνῦν,now,ὅτιforπενθήσετεyou will mournκαὶandκλαύσετε.will weep.

26Οὐαὶ ὅταν ὑμᾶς καλῶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

ΟὐαὶWoe to youὅτανwhenὑμᾶςof youκαλῶςwellεἴπωσινspeakπάντεςallοἱtheἄνθρωποι·men;κατὰaccording toτὰthe thingsαὐτὰof themγὰρforἐποίουνwere treatingτοῖςtheψευδοπροφήταιςfalse prophetsοἱtheπατέρεςfathersαὐτῶν.of them.

27ἀλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,

ἀλλ᾽Butὑμῖνto youλέγωI sayτοῖςto thoseἀκούουσιν·hearing:ἀγαπᾶτεdo loveτοὺςtheἐχθροὺςenemiesὑμῶν,of you,καλῶςgoodποιεῖτεdo performτοῖςto thoseμισοῦσινhatingὑμᾶς,you,

28εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.

εὐλογεῖτεdo blessτοὺςthoseκαταρωμένουςcursingὑμᾶς,you,προσεύχεσθεdo prayπερὶforτῶνthoseἐπηρεαζόντωνmistreatingὑμᾶς.you.

29τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.

τῷTo the oneτύπτοντίstrikingσεyouἐπὶonτὴνtheσιαγόνα,cheek,πάρεχεdo offerκαὶalsoτὴνtheἄλλην·other;καὶandἀπὸfromτοῦthe oneαἴροντόςtaking awayσουyourτὸtheἱμάτιονcloakκαὶalsoτὸνtheχιτῶναtunicμὴnotκωλύσῃς.may do withhold.

30Παντὶ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.

ΠαντὶTo everyoneαἰτοῦντίis askingσεyouδίδου·do give;καὶandἀπὸfromτοῦthe oneαἴροντοςtaking awayτὰwhat isσὰyoursμὴnotἀπαίτει.do ask it back.

31καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.

καὶAndκαθὼςeven asθέλετεyou desireἵναthatποιῶσινthey may performὑμῖνto youοἱtheἄνθρωποι,men,ποιεῖτεdo performαὐτοῖςto themὁμοίως.likewise.

32καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.

καὶAndεἰifἀγαπᾶτεyou loveτοὺςthoseἀγαπῶνταςlovingὑμᾶς,you,ποίαwhatὑμῖνto youχάριςcreditἐστίν;is it?καὶEvenγὰρforοἱtheἁμαρτωλοὶsinnersτοὺςthoseἀγαπῶνταςlovingαὐτοὺςthemἀγαπῶσιν.love.

33καὶ γὰρ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.

καὶAndγὰρforἐὰνifἀγαθοποιῆτεyou shall do goodτοὺςto thoseἀγαθοποιοῦνταςdoing good toὑμᾶς,you,ποίαwhatὑμῖνto youχάριςcreditἐστίν;is it?καὶFor evenοἱtheἁμαρτωλοὶsinnersτὸtheαὐτὸsameποιοῦσιν.perform.

34καὶ ἐὰν δανίσητε παρ᾽ ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα.

καὶAndἐὰνifδανίσητεyou shall lend to thoseπαρ᾽fromὧνwhomἐλπίζετεyou expectλαβεῖν,to receive ,ποίαwhatὑμῖνto youχάριςcreditἐστίν;is it?καὶEvenἁμαρτωλοὶsinnersἁμαρτωλοῖςto sinnersδανίζουσινlendἵναthatἀπολάβωσινthey may receiveτὰtheἴσα.same amount.

35πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.

πλὴνButἀγαπᾶτεdo loveτοὺςtheἐχθροὺςenemiesὑμῶνof youκαὶandἀγαθοποιεῖτεdo goodκαὶandδανίζετεdo lendμηδὲνnothingἀπελπίζοντες·expecting in return;καὶandἔσταιwill betheμισθὸςrewardὑμῶνof youπολύς,great,καὶandἔσεσθεyou will beυἱοὶsonsὑψίστου,Most High,ὅτιforαὐτὸςHe himselfχρηστόςkindἐστινisἐπὶtoτοὺςtheἀχαρίστουςungratefulκαὶandπονηρούς.evil.

36Γίνεσθε οἰκτίρμονες καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.

Γίνεσθεdo be youοἰκτίρμονεςmercifulκαθὼςeven astheπατὴρFatherὑμῶνof youοἰκτίρμωνmercifulἐστίν.is.

37καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε.

καὶAndμὴnotκρίνετε,do judge,καὶthatοὐcertainlyμὴnotκριθῆτε.you may be judged.καὶandμὴnotκαταδικάζετε,do condemn,καὶthatοὐcertainlyμὴnotκαταδικασθῆτε.you may be condemned.ἀπολύετε,do forgive,καὶandἀπολυθήσεσθε.you will be forgiven.

38δίδοτε, καὶ δοθήσεται ὑμῖν. μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ᾧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.

δίδοτε,do give,καὶandδοθήσεταιit will be givenὑμῖν.to you.μέτρονMeasureκαλὸνgoodπεπιεσμένονpressed downσεσαλευμένονshaken togetherὑπερεκχυννόμενονrunning overδώσουσινwill they putεἰςintoτὸνtheκόλπονlapὑμῶν·of you;with whichγὰρforμέτρῳmeasureμετρεῖτε,you measure,ἀντιμετρηθήσεταιit will be re-measuredὑμῖν.to you.

39εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς· μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται;

εἶπενHe spokeδὲthenκαὶalsoπαραβολὴνa parableαὐτοῖς·to them;μήτιsurely not everδύναταιis ableτυφλὸςa blind manτυφλὸνa blind manὁδηγεῖν;to lead?οὐχὶSurelyἀμφότεροιbothεἰςintoβόθυνονa pitἐμπεσοῦνται;will fall in?

40Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.

ΟὐκNotἔστινisμαθητὴςa discipleὑπὲρaboveτὸνtheδιδάσκαλονteacherκατηρτισμένοςfully trainedδὲhoweverπᾶςeveryoneἔσταιwill beὡςliketheδιδάσκαλοςteacherαὐτοῦ.of him.

41Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;

ΤίWhyδὲnowβλέπειςlook you atτὸtheκάρφοςsplinterτὸthat isἐνinτῷtheὀφθαλμῷeyeτοῦof theἀδελφοῦbrotherσου,of you,τὴνtheδὲandδοκὸνthe beamτὴνthat isἐνinτῷtheἰδίῳownὀφθαλμῷeyeοὐnotκατανοεῖς;notice?

42πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.

πῶςHowδύνασαιare you ableλέγεινto sayτῷto theἀδελφῷbrotherσου·of you;ἀδελφέ,Brother,ἄφεςdo allow meἐκβάλωI may cast outτὸtheκάρφοςsplinterτὸthat isἐνinτῷtheὀφθαλμῷeyeσου,of you,αὐτὸςyourselfτὴνtheἐνinτῷtheὀφθαλμῷeyeσουof youδοκὸνbeamοὐnotβλέπων;seeing?ὑποκριτά,Hypocrite,ἔκβαλεdo cast outπρῶτονfirstτὴνtheδοκὸνbeamἐκfromτοῦtheὀφθαλμοῦeyeσου,of you,καὶandτότεthenδιαβλέψειςyou will see clearlyτὸtheκάρφοςsplinterτὸtheἐνinτῷtheὀφθαλμῷeyeτοῦof theἀδελφοῦbrotherσουof youἐκβαλεῖν.to cast out.

43οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν·

οὐNoγάρforἐστινthere isδένδρονtreeκαλὸνgoodποιοῦνproducingκαρπὸνfruitσαπρόν·bad;οὐδὲnorπάλινagain is thereδένδρονa treeσαπρὸνbadποιοῦνproducingκαρπὸνfruitκαλόν·good;

44ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν.

ἕκαστονEachγὰρforδένδρονtreeἐκbyτοῦtheἰδίουownκαρποῦfruitγινώσκεται.is known.οὐNotγὰρforἐξfromἀκανθῶνthornsσυλλέγουσινdo they gatherσῦκαfigsοὐδὲnorἐκfromβάτουa bramble bushσταφυλὴνgrapesτρυγῶσιν.gather they.

45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

Theἀγαθὸςgoodἄνθρωποςmanἐκout ofτοῦtheἀγαθοῦgoodθησαυροῦtreasureτῆςof theκαρδίαςhis heartπροφέρειbrings forthτὸthat which isἀγαθόν,good,καὶandtheπονηρὸςevilἐκout ofτοῦtheπονηροῦevilπροφέρειbrings forthτὸthat which isπονηρόν·evil;ἐκOut ofγὰρforπερισσεύματοςoverflowκαρδίαςof his heartλαλεῖspeaksτὸtheστόμαmouthαὐτοῦ.of him.

46τί δέ με καλεῖτε· κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;

τίWhyδέnowμεMeκαλεῖτε·do you call:κύριεLordκύριε,Lord,καὶandοὐnotποιεῖτεdowhatλέγω;I say?

47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος.

ΠᾶςEveryonewhoἐρχόμενοςis comingπρόςtoμεMeκαὶandἀκούωνhearingμουof Mineτῶνtheλόγωνwordsκαὶandποιῶνdoingαὐτούς,them,ὑποδείξωI will showὑμῖνyouτίνιto whomἐστὶνhe isὅμοιος.like.

48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν. πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν

ὅμοιόςLikeἐστινhe isἀνθρώπῳto a manοἰκοδομοῦντιbuildingοἰκίανa houseὃςwhoἔσκαψενdugκαὶandἐβάθυνενhe deepenedκαὶandἔθηκενhe laidθεμέλιονa foundationἐπὶonτὴνtheπέτραν.rock.πλημμύρηςwhen a floodδὲthenγενομένηςhaving comeπροσέρηξενburst upontheποταμὸςstreamτῇtheοἰκίᾳhouseἐκείνῃ,that,καὶandοὐκnotἴσχυσενwas ableσαλεῦσαιto shakeαὐτὴνitδιὰbecauseτὸtheκαλῶςwellοἰκοδομῆσθαιto have been builtαὐτήνit

49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου ᾗ προσέρηξεν ὁ ποταμός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

The oneδὲhoweverἀκούσαςhaving heardκαὶandμὴnotποιήσαςhaving doneὅμοιόςlikeἐστινit isἀνθρώπῳto a manοἰκοδομήσαντιhaving builtοἰκίανa houseἐπὶonτὴνtheγῆνgroundχωρὶςwithoutθεμελίουa foundationon whichπροσέρηξενbursttheποταμός,stream,καὶandεὐθὺςimmediatelyσυνέπεσεν,it fell,καὶandἐγένετοwasτὸtheῥῆγμαruinτῆςof theοἰκίαςhouseἐκείνηςthatμέγα.great one.

‹ Luke 5Luke 7 ›