The Westcott and Hort text with a word by word English gloss under every Greek word. 584 words in 38 verses.
Open Luke 3 in the interlinear reader1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος
ἘνInἔτειyearδὲthenπεντεκαιδεκάτῳfifteenthτῆςof theἡγεμονίαςreignΤιβερίουof TiberiusΚαίσαρος,Caesar,ἡγεμονεύοντοςwhen is being governorΠοντίουPontiusΠιλάτουPilateτῆςtheἸουδαίαςof Judeaκαὶandτετρααρχοῦντοςwhen is being tetrarchτῆςtheΓαλιλαίαςof GalileeἩρῴδου,Herod,ΦιλίππουPhilipδὲnowτοῦtheἀδελφοῦbrotherαὐτοῦwhen heτετρααρχοῦντοςis being tetrarchτῆςtheἸτουραίαςof IturaeaκαὶandΤραχωνίτιδοςof Trachonitisχώραςthe regionκαὶandΛυσανίουLysaniasτῆςtheἈβιληνῆςof Abileneτετρααρχοῦντοςbeing tetrarch
2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
ἐπὶduringἀρχιερέωςthe high priesthoodἍνναof AnnasκαὶandΚαϊάφα,Caiaphas,ἐγένετοcameῥῆμαthe declarationθεοῦof GodἐπὶuponἸωάννηνJohnτὸνtheΖαχαρίουof Zechariahυἱὸνsonἐνinτῇtheἐρήμῳ.wilderness.
3καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
καὶAndἦλθενhe wentεἰςintoπᾶσανallπερίχωρονsurrounding regionτοῦof theἸορδάνουJordanκηρύσσωνproclaimingβάπτισμαa baptismμετανοίαςof repentanceεἰςforἄφεσινforgivenessἁμαρτιῶνof sins
4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
ὡςasγέγραπταιit has been writtenἐνinβίβλῳthe bookλόγωνof the wordsἨσαΐουof IsaiahτοῦtheπροφήτουprophetφωνὴThe voiceβοῶντοςof one cryingἐνinτῇtheἐρήμῳwildernessἑτοιμάσατεdo prepareτὴνtheὁδὸνwayκυρίου,of the Lord,εὐθείαςstraightποιεῖτεdo makeτὰςtheτρίβουςpathsαὐτοῦ.of Him.
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
πᾶσαEveryφάραγξvalleyπληρωθήσεταιwill be filledκαὶandπᾶνeveryὄροςmountainκαὶandβουνὸςhillταπεινωθήσεται·will be made low;καὶandἔσταιwill becomeτὰtheσκολιὰcrookedεἰςintoεὐθείαςstraightκαὶandαἱtheτραχεῖαιroughεἰςintoὁδοὺςwaysλείας·smooth;
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
καὶandὄψεταιwill beholdπᾶσαallσὰρξfleshτὸtheσωτήριονsalvationτοῦtheθεοῦ.of God.
7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
ἜλεγενHe was sayingοὖνthereforeτοῖςto theἐκπορευομένοιςcoming outὄχλοιςcrowdsβαπτισθῆναιto be baptizedὑπ᾽byαὐτοῦ·him;γεννήματαOffspringἐχιδνῶν,of vipers,τίςwhoὑπέδειξενforewarnedὑμῖνyouφυγεῖνto fleeἀπὸfromτῆςtheμελλούσηςsoon comingὀργῆς;wrath?
8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ. λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
ποιήσατεdo produceοὖνthereforeκαρποὺςfruitsἀξίουςworthyτῆςtheμετανοίας·of repentance;καὶandμὴnotἄρξησθεmay beginλέγεινto sayἐνinἑαυτοῖς·yourselves;πατέραAs fatherἔχομενWe haveτὸνtheἈβραάμ.Abraham.λέγωI sayγὰρforὑμῖνto youὅτιthatδύναταιis ableὁtheθεὸςGodἐκfromτῶνtheλίθωνstonesτούτωνtheseἐγεῖραιto raise upτέκναchildrenτῷtheἈβραάμ.to Abraham.
9ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
ἤδηAlreadyδὲnowκαὶalsoἡtheἀξίνηaxπρὸςtoτὴνtheῥίζανrootτῶνof theδένδρωνtreesκεῖται·is applied;πᾶνeveryοὖνthereforeδένδρονtreeμὴnotποιοῦνproducingκαρπὸνfruitκαλὸνgoodἐκκόπτεταιis cut downκαὶandεἰςintoπῦρthe fireβάλλεται.is thrown.
10καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσωμεν;
καὶAndἐπηρώτωνwere askingαὐτὸνhimοἱtheὄχλοιcrowdsλέγοντες·saying;τίWhatοὖνthenποιήσωμεν;shall we do?
11ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
ἀποκριθεὶςAnsweringδὲnowἔλεγενhe was sayingαὐτοῖς·to them;ὁThe oneἔχωνhavingδύοtwoχιτῶναςtunicsμεταδότωhe should impartτῷto the oneμὴnoneἔχοντιhavingκαὶandὁthe oneἔχωνhavingβρώματαfoodὁμοίωςlikewiseποιείτω.he should do.
12ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσωμεν;
ἦλθονCameδὲthenκαὶalsoτελῶναιtax collectorsβαπτισθῆναιto be baptizedκαὶandεἶπανthey saidπρὸςtoαὐτόν·him;διδάσκαλε,Teacher,τίwhatποιήσωμεν;shall we do?
13ὁ δὲ εἶπεν πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
ὁtheδὲAndεἶπενhe saidπρὸςtoαὐτούς·them;μηδὲνNothingπλέονmoreπαρὰbeyondτὸthatδιατεταγμένονappointedὑμῖνto youπράσσετε.do collect.
14ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς· μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
ἐπηρώτωνWere askingδὲthenαὐτὸνhimκαὶalsoστρατευόμενοιthose being soldiersλέγοντες·saying;τίWhatποιήσωμενmay doκαὶalsoἡμεῖς;we ourselvesκαὶAndεἶπενhe saidαὐτοῖς·to them;μηδέναNo oneδιασείσητεmay extortμηδὲnorσυκοφαντήσητεmay accuse falselyκαὶandἀρκεῖσθεdo be contentτοῖςwith theὀψωνίοιςwagesὑμῶν.of you.
15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,
ΠροσδοκῶντοςWhen were expectingδὲthenτοῦtheλαοῦpeopleκαὶandδιαλογιζομένωνwonderingπάντωνallἐνinταῖςtheκαρδίαιςheartsαὐτῶνof themπερὶconcerningτοῦtheἸωάννου,John,μήποτεwhetherαὐτὸςhe himselfεἴηwould beὁtheχριστός,Christ,
16ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί,
ἀπεκρίνατοAnsweredλέγωνsayingπᾶσινto allὁtheἸωάννης·John:ἐγὼI myselfμὲνindeedὕδατιwith waterβαπτίζωbaptizeὑμᾶς·you;ἔρχεταιcomesδὲhoweverὁthe Oneἰσχυρότερόςmightierμου,than I,οὗof whomοὐκnotεἰμὶI amἱκανὸςworthyλῦσαιto untieτὸνtheἱμάνταstrapτῶνof theὑποδημάτωνsandalsαὐτοῦ.of Him.αὐτὸςHe himselfὑμᾶςyouβαπτίσειwill baptizeἐνwithπνεύματιthe SpiritἁγίῳHolyκαὶandπυρί,with fire,
17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ. τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
οὗof whomτὸtheπτύονwinnowing fork isἐνinτῇtheχειρὶhandαὐτοῦof Himδιακαθᾶραιto scourτὴνtheἅλωναthreshing floorαὐτοῦof Himκαὶandσυναγαγεῖνto gatherτὸνtheσῖτονwheatεἰςintoτὴνtheἀποθήκηνbarnαὐτοῦ.of Him.τὸtheδὲButἄχυρονthe chaffκατακαύσειHe will burn upπυρὶwith fireἀσβέστῳ.unquenchable.
18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν.
ΠολλὰManyμὲνindeedοὖνthereforeκαὶotherἕτεραthingsπαρακαλῶνexhortingεὐηγγελίζετοhe was evangelisingτὸνtheλαόν.people.
19Ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
ὉtheδὲAndἩρῴδηςHerodὁtheτετραάρχηςtetrarchἐλεγχόμενοςbeing reprovedὑπ᾽byαὐτοῦhimπερὶconcerningἩρῳδιάδοςHerodiasτῆςtheγυναικὸςwifeτοῦof theἀδελφοῦbrotherαὐτοῦof himκαὶandπερὶconcerningπάντωνallὧνthatἐποίησενdidπονηρῶνthe evilsὁtheἩρῴδης,Herod,
20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν· κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
προσέθηκενaddedκαὶyetτοῦτοthisἐπὶtoπᾶσιν·all:κατέκλεισενhe locked upτὸνtheἸωάννηνJohnἐνinφυλακῇ.prison.
21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
ἘγένετοIt came to passδὲnowἐνinτῷtheβαπτισθῆναιbaptizingἅπανταallτὸνtheλαὸνpeopleκαὶandἸησοῦwhen Jesusβαπτισθέντοςhaving been baptizedκαὶandπροσευχομένουhaving prayedἀνεῳχθῆναιwas openingτὸνtheοὐρανὸνheaven
22καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτὸν καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
καὶandκαταβῆναιdescendingτὸtheπνεῦμαSpiritτὸtheἅγιονHolyσωματικῷin a bodilyεἴδειformὡςasπεριστερὰνa doveἐπ᾽uponαὐτὸνHimκαὶandφωνὴνa voiceἐξout ofοὐρανοῦheavenγενέσθαιcomingσὺYou yourselfεἶareὁtheυἱόςSonμουof Mineὁtheἀγαπητός,beloved,ἐνinσοὶYouεὐδόκησα.I am well pleased.
23Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ
ΚαὶAndαὐτὸςHimselfἦνwasἸησοῦςJesusἀρχόμενοςbeginningὡσεὶaboutἐτῶνyears oldτριάκονταthirtyὢνbeingυἱός,son,ὡςasἐνομίζετο,was supposedἸωσὴφof JosephτοῦtheἨλὶof Heli
24τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
τοῦtheΜαθθὰτof MatthatτοῦtheΛευὶof LeviτοῦtheΜελχὶof MelchiτοῦtheἸανναὶof JannaiτοῦtheἸωσὴφof Joseph
25τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ
τοῦtheΜατταθίουof MattathiasτοῦtheἈμὼςof AmosτοῦtheΝαοὺμof NahumτοῦtheἙσλὶof EsliτοῦtheΝαγγαὶof Naggai
26τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
τοῦtheΜάαθof MaathτοῦtheΜατταθίουof MattathiasτοῦtheΣεμεῒνof SemeinτοῦtheἸωσὴχof JosechτοῦtheἸωδὰof Joda
27τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
τοῦtheἸωανὰνof JoannenτοῦtheῬησὰof RhesaτοῦtheΖοροβαβὲλof ZerubbabelτοῦtheΣαλαθιὴλof ShealtielτοῦtheΝηρὶof Neri
28τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
τοῦtheΜελχὶof MelchiτοῦtheἈδδὶof AddiτοῦtheΚωσὰμof CosamτοῦtheἘλμαδὰμof ElmadamτοῦtheἪρof Er
29τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ
τοῦtheἸησοῦof JoshuaτοῦtheἘλιέζερof EliezerτοῦtheἸωρὶμof JorimτοῦtheΜαθθὰτof MatthatτοῦtheΛευὶof Levi
30τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ
τοῦtheΣυμεὼνof SimeonτοῦtheἸούδαof JudahτοῦtheἸωσὴφof JosephτοῦtheἸωνὰμof JonamτοῦtheἘλιακὶμof Eliakim
31τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ
τοῦtheΜελεὰof MeleaτοῦtheΜεννὰof MennaτοῦtheΜατταθὰof MattathaτοῦtheΝαθὰμof NathanτοῦtheΔαυὶδof David
32τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
τοῦtheἸεσσαὶof JesseτοῦtheἸωβὴδof ObedτοῦtheΒόοςof BoazτοῦtheΣαλὰof SalaτοῦtheΝαασσὼνof Nahshon
33τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
τοῦtheἈδμὶνof AdminτοῦtheἈρνὶof ArniτοῦtheἙσρὼμof HezronτοῦtheΦάρεςof PerezτοῦtheἸούδαof Judah
34τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
τοῦtheἸακὼβof JacobτοῦtheἸσαὰκof IsaacτοῦtheἈβραὰμof AbrahamτοῦtheΘάραof TerahτοῦtheΝαχὼρof Nahor
35τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ
τοῦtheΣεροὺχof SerugτοῦtheῬαγαὺof ReuτοῦtheΦάλεκof PelegτοῦtheἜβερof HeberτοῦtheΣαλὰof Shelah
36τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
τοῦtheΚαϊνὰμof CainanτοῦtheἈρφαξὰδof ArphaxadτοῦtheΣὴμof ShemτοῦtheΝῶεof NoahτοῦtheΛάμεχof Lamech
37τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ
τοῦtheΜαθουσαλὰof MethuselahτοῦtheἙνὼχof EnochτοῦtheἸάρετof JaredτοῦtheΜαλελεὴλof MahalalelτοῦtheΚαϊνὰμof Cainan
38τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.
τοῦtheἘνὼςof EnoshτοῦtheΣὴθof SethτοῦtheἈδὰμof Adamτοῦtheθεοῦ.of God.