Luke 23 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 845 words in 56 verses.

Open Luke 23 in the interlinear reader

1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.

ΚαὶAndἀναστὰνhaving risen upἅπανallτὸtheπλῆθοςmultitudeαὐτῶνof themἤγαγονthey ledαὐτὸνHimἐπὶtoτὸνtheΠιλᾶτον.Pilate.

2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι.

ἬρξαντοThey beganδὲthenκατηγορεῖνto accuseαὐτοῦHimλέγοντες·saying;τοῦτονThis manεὕραμενwe foundδιαστρέφονταmisleadingτὸtheἔθνοςnationἡμῶνof usκαὶandκωλύονταforbiddingφόρουςtributeΚαίσαριto Caesarδιδόναιto be givenκαὶandλέγονταdeclaringἑαυτὸνHimselfχριστὸνChristβασιλέαa kingεἶναι.to be.

3Ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.

theδὲAndΠιλᾶτοςPilateἠρώτησενaskedαὐτὸνHimλέγων·saying;σὺYou yourselfεἶaretheβασιλεὺςKingτῶνof theἸουδαίων;Jews?theδὲAndἀποκριθεὶςansweringαὐτῷhimἔφη·He was saying;σὺYou yourselfλέγεις.say.

4ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.

theδὲAndΠιλᾶτοςPilateεἶπενsaidπρὸςtoτοὺςtheἀρχιερεῖςchief priestsκαὶandτοὺςtheὄχλους·crowds;οὐδὲνNo thingεὑρίσκωfind Iαἴτιονguiltyἐνinτῷtheἀνθρώπῳmanτούτῳ.this.

5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

οἱtheδὲButἐπίσχυονthey were insistingλέγοντεςsayingὅτιthatἀνασείειHe stirs upτὸνtheλαὸνpeopleδιδάσκωνteachingκαθ᾽throughoutὅληςallτῆςtheἸουδαίαςof JudeaκαὶandἀρξάμενοςHe has begunἀπὸfromτῆςtheΓαλιλαίαςGalileeἕωςuntilὧδε.here.

6Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,

ΠιλᾶτοςPilateδὲnowἀκούσαςhaving heardἐπηρώτησενaskedεἰwhethertheἄνθρωποςmanΓαλιλαῖόςa Galileanἐστιν,is,

7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.

καὶandἐπιγνοὺςhaving learnedὅτιthatἐκfromτῆςtheἐξουσίαςjurisdictionἩρῴδουof Herodἐστίν,He is,ἀνέπεμψενhe sent upαὐτὸνHimπρὸςtoἩρῴδηνHerodὄνταbeingκαὶalsoαὐτὸνhe himselfἐνinἹεροσολύμοιςJerusalemἐνinταύταιςthoseταῖςtheἡμέραις.days.

8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.

theδὲAndἩρῴδηςHerodἰδὼνhaving seenτὸνtheἸησοῦνJesusἐχάρηwas gladλίαν·exceedingly;ἦνhe wasγὰρforἐξofἱκανῶνlongχρόνωνtimeθέλωνwishingἰδεῖνto seeαὐτὸνHimδιὰbecause ofτὸtheἀκούεινhearingπερὶconcerningαὐτοῦHimκαὶandἤλπιζένhe was hopingτιsomeσημεῖονsignἰδεῖνto seeὑπ᾽byαὐτοῦHimγινόμενον.done.

9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.

ἐπηρώταHe was questioningδὲthenαὐτὸνHimἐνinλόγοιςwordsἱκανοῖς·many;αὐτὸςHe himselfδὲhoweverοὐδὲνno thingἀπεκρίνατοansweredαὐτῷ.him.

10εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.

εἱστήκεισανHad been standing byδὲnowοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheγραμματεῖςscribesεὐτόνωςvehementlyκατηγοροῦντεςaccusingαὐτοῦ.Him.

11ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.

ἐξουθενήσαςHaving set at naughtδὲthenαὐτὸνHimtheἩρῴδηςHerodσὺνwithτοῖςtheστρατεύμασινtroopsαὐτοῦof himκαὶandἐμπαίξας,having mockedπεριβαλὼνand having put onἐσθῆταapparelλαμπρὰνsplendid,ἀνέπεμψενsent backαὐτὸνHimτῷtheΠιλάτῳ.to Pilate.

12ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.

ἐγένοντοBecameδὲthenφίλοιfriendstheτεbothἩρῴδηςHerodκαὶandtheΠιλᾶτοςPilateἐνonαὐτῇthatτῇtheἡμέρᾳdayμετ᾽withἀλλήλων·one another;προϋπῆρχονthey were formerlyγὰρforἐνatἔχθρᾳenmityὄντεςthey wereπρὸςbetweenαὑτούς.yourselves

13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν

ΠιλᾶτοςPilateδὲthenσυγκαλεσάμενοςhaving called togetherτοὺςtheἀρχιερεῖςchief priestsκαὶandτοὺςtheἄρχονταςrulersκαὶandτὸνtheλαὸνpeople

14εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ·

εἶπενsaidπρὸςtoαὐτούς·them;προσηνέγκατέYou broughtμοιto meτὸνtheἄνθρωπονmanτοῦτονthisὡςasἀποστρέφονταmisleadingτὸνtheλαόν·people;καὶandἰδοὺbeholdἐγὼI myselfἐνώπιονbeforeὑμῶνyouἀνακρίναςhaving examined Himοὐθὲνno thingεὗρονfoundἐνinτῷtheἀνθρώπῳmanτούτῳthisαἴτιονguiltyὧνof thatκατηγορεῖτεaccusation you are bringingκατ᾽againstαὐτοῦ·Him;

15ἀλλ᾽ οὐδὲ Ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς, καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.

ἀλλ᾽Butοὐδὲnot even didἩρῴδης·Herod;ἀνέπεμψενhe sent backγὰρforαὐτὸνHimπρὸςtoἡμᾶς,usκαὶAndἰδοὺbeholdοὐδὲνno thingἄξιονworthyθανάτουof deathἐστὶνisπεπραγμένονdoneαὐτῷ.by Him.

16παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

παιδεύσαςHaving chastisedοὖνthereforeαὐτὸνHimἀπολύσω.I will release Him.

17

18ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·

ἀνέκραγονThey cried outδὲhoweverπαμπληθεὶall togetherλέγοντες·saying;αἶρεdo removeτοῦτον,this man,ἀπόλυσονdo releaseδὲnowἡμῖνto usτὸνtheΒαραββᾶν·Barabbas;

19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.

ὅστιςwhoἦνwasδιὰon account ofστάσινinsurrectionτινὰa certainγενομένηνhaving been madeἐνinτῇtheπόλειcityκαὶandφόνονmurderβληθεὶςbeing castἐνintoτῇtheφυλακῇ.prison.

20Πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.

ΠάλινAgainδὲthereforetheΠιλᾶτοςPilateπροσεφώνησενcalledαὐτοῖςto themθέλωνwishingἀπολῦσαιto releaseτὸνtheἸησοῦν.Jesus.

21οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου σταύρου αὐτόν.

οἱtheδὲButἐπεφώνουνthey were crying outλέγοντες·saying;σταύρουdo crucifyσταύρουdo crucifyαὐτόν.Him.

22Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

theδὲAndτρίτονa third timeεἶπενhe saidπρὸςtoαὐτούς·them;τίWhatγὰρforκακὸνevilἐποίησενdid commitοὗτος;this man?οὐδὲνNo thingαἴτιονworthyθανάτουof deathεὗρονfound Iἐνinαὐτῷ.Him.παιδεύσαςHaving chastisedοὖνthereforeαὐτὸνHimἀπολύσω.I will release Him.

23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν

οἱtheδὲButἐπέκειντοthey were urgentφωναῖςwith voicesμεγάλαιςloudαἰτούμενοιasking forαὐτὸνHimσταυρωθῆναι,to be crucified,καὶAndκατίσχυονwere prevailingαἱtheφωναὶvoicesαὐτῶνof them

24καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.

καὶandΠιλᾶτοςPilateἐπέκρινενsentencedγενέσθαιto be doneτὸtheαἴτημαdemandαὐτῶν.of them.

25ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

ἀπέλυσενHe releasedδὲthenτὸνthe oneδιὰon account ofστάσινinsurrectionκαὶandφόνονmurderβεβλημένονcastεἰςintoφυλακὴνprisonὃνwhomᾐτοῦντο·they were asking for;τὸνtheδὲandἸησοῦνJesusπαρέδωκενhe deliveredτῷto theθελήματιwillαὐτῶν.of them.

26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.

ΚαὶAndὡςasἀπήγαγονthey led awayαὐτόν,Him,ἐπιλαβόμενοιhaving laid hold onΣίμωνάSimonτιναa certainΚυρηναῖονfrom Cyreneἐρχόμενονis comingἀπ᾽fromἀγροῦthe countryἐπέθηκανthey put uponαὐτῷhimτὸνtheσταυρὸνcrossφέρεινto carryὄπισθενbehindτοῦtheἸησοῦ.Jesus.

27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.

ἨκολούθειWere followingδὲnowαὐτῷHimπολὺa greatπλῆθοςmultitudeτοῦof theλαοῦpeopleκαὶandγυναικῶνof womenαἳwhoἐκόπτοντοwere mourningκαὶandἐθρήνουνthey were lamenting forαὐτόν.Him.

28στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν· θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.

στραφεὶςHaving turnedδὲthenπρὸςtoαὐτὰςthemἸησοῦςJesusεἶπεν·said;θυγατέρεςDaughtersἸερουσαλήμ,of Jerusalem,μὴnotκλαίετεdo weepἐπ᾽forἐμέ,Me myself,πλὴνbutἐφ᾽forἑαυτὰςyourselvesκλαίετεdo weepκαὶandἐπὶforτὰtheτέκναchildrenὑμῶν.of you.

29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.

ὅτιForἰδοὺbeholdἔρχονταιare comingἡμέραιdaysἐνinαἷςwhichἐροῦσιν·they will say;μακάριαιBlessed areαἱtheστεῖραιbarrenκαὶandαἱtheκοιλίαιwombsαἳthatοὐκneverἐγέννησανdid bearκαὶandμαστοὶbreastsοἳthatοὐκneverἔθρεψαν.they feed.

30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς.

τότεThenἄρξονταιThey will beginλέγεινto sayτοῖςto theὄρεσιν·mountains;πέσετεdo fallἐφ᾽uponἡμᾶς·us;καὶandτοῖςto theβουνοῖς·hills;καλύψατεdo coverἡμᾶς.us.

31ὅτι εἰ ἐν ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

ὅτιForεἰifἐνinὑγρῷgreenξύλῳtreeταῦταthese thingsποιοῦσιν,they do,ἐνinτῷtheξηρῷdryτίwhatγένηται;may happen?

32Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.

ἬγοντοWere being led awayδὲnowκαὶalsoἕτεροιotherκακοῦργοιcriminalsδύοtwoσὺνwithαὐτῷHimἀναιρεθῆναι.to be executed.

33καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.

καὶAndὅτεwhenἦλθονthey cameἐπὶtoτὸνtheτόπονplaceτὸνwhichκαλούμενονis being calledΚρανίον,The Skull,ἐκεῖthereἐσταύρωσανthey crucifiedαὐτὸνHimκαὶandτοὺςtheκακούργους,criminals,ὃνtheμὲνoneἐκon theδεξιῶν,right,ὃνanotherδὲandἐξonἀριστερῶν.the left.

34ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον.

theδὲAndἸησοῦςJesusἔλεγεν·was saying;πάτερ,Father,ἄφεςdo forgiveαὐτοῖς·them;οὐnotγὰρforοἴδασινthey knowτίwhatποιοῦσιν.they do.διαμεριζόμενοιDividingδὲthenτὰtheἱμάτιαgarmentsαὐτοῦof Himἔβαλονthey castκλῆρον.a lot

35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός.

καὶAndεἱστήκειhad stoodtheλαὸςpeopleθεωρῶν.beholding.ἐξεμυκτήριζονWere deriding Himδὲthenκαὶalsoοἱtheἄρχοντεςrulersλέγοντες·saying;ἄλλουςOthersἔσωσεν,He saved,σωσάτωhe should saveἑαυτόν,HimselfεἰifοὗτόςthisἐστινistheχριστὸςChristτοῦtheθεοῦof Godtheἐκλεκτός.Chosen One.

36ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ

ἐνέπαιξανMockedδὲthenαὐτῷHimκαὶalsoοἱtheστρατιῶταιsoldiersπροσερχόμενοι,coming near,ὄξοςsour wineπροσφέροντεςofferingαὐτῷto Him

37καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.

καὶandλέγοντες·saying;εἰIfσὺYou yourselfεἶaretheβασιλεὺςKingτῶνof theἸουδαίων,Jews,σῶσονdo saveσεαυτόν.Yourself!

38ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῷ ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.

ἦνThere wasδὲnowκαὶalsoἐπιγραφὴan inscriptionἐπ᾽overαὐτῷHimtheβασιλεὺςKingτῶνof theἸουδαίωνJewsοὗτος.This is.

39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.

ΕἷςOneδὲnowτῶνof thoseκρεμασθέντωνhaving been hangedκακούργωνcriminalsἐβλασφήμειhe was denigratingαὐτὸνHimοὐχὶSurelyσὺyou yourselfεἶaretheχριστός;Christ?σῶσονdo saveσεαυτὸνYourselfκαὶandἡμᾶς.us!

40Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεὸν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;

ἈποκριθεὶςAnsweringδὲnowtheἕτεροςotherἐπιτιμῶνrebukingαὐτῷhimἔφη·was speaking;οὐδὲNot evenφοβῇdo fearσὺyou yourselfτὸνtheθεὸνGodὅτιthatἐνunderτῷtheαὐτῷsameκρίματιjudgmentεἶ;you are?

41καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.

καὶandἡμεῖςwe ourselvesμὲνindeedδικαίως,justly,ἄξιαWorthyγὰρforὧνof whatἐπράξαμενwe didἀπολαμβάνομεν·we are receiving;οὗτοςthis manδὲhoweverοὐδὲνno thingἄτοπονwrongἔπραξεν.did.

42καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου.

καὶAndἔλεγεν·he was saying:Ἰησοῦ,Jesus,μνήσθητίdo rememberμουmeὅτανwhenἔλθῃςYou may comeεἰςintoτὴνtheβασιλείανkingdomσου.of You!

43καὶ εἶπεν αὐτῷ ἀμήν σοι λέγω· σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

καὶAndεἶπενHe saidαὐτῷto himἀμήνAmenσοιto youλέγω·I say:σήμερονtodayμετ᾽withἐμοῦMeἔσῃyou will beἐνinτῷtheπαραδείσῳ.Paradise.

44Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης

ΚαὶAndἦνit wasἤδηalreadyὡσεὶaboutὥραthe hourἕκτη,sixth,καὶandσκότοςdarknessἐγένετοcameἐφ᾽overὅληνallτὴνtheγῆνlandἕωςuntilὥραςthe hourἐνάτηςninth

45τοῦ ἡλίου ἐκλιπόντος. ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.

τοῦTheἡλίουsunἐκλιπόντος.darkened.ἐσχίσθηwas tornδὲthenτὸtheκαταπέτασμαveilτοῦof theναοῦtempleμέσον.in the middle.

46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.

καὶAndφωνήσαςhaving called outφωνῇin a voiceμεγάλῃloudtheἸησοῦςJesusεἶπεν·said;πάτερ,Father,εἰςintoχεῖράςthe handsσουof YouπαρατίθεμαιI myself commitτὸtheπνεῦμάSpiritμου.of Mine.τοῦτοThisδὲnowεἰπὼνhaving saidἐξέπνευσεν.He breathed His last.

47Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.

ἸδὼνHaving seenδὲnowtheἑκατοντάρχηςcenturionτὸthatγενόμενονhaving taken placeἐδόξαζενhe was glorifyingτὸνtheθεὸνGodλέγων·saying;ὄντωςCertainlytheἄνθρωποςmanοὗτοςthisδίκαιοςrighteousἦν.was.

48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.

καὶAndπάντεςallοἱtheσυμπαραγενόμενοιhaving come togetherὄχλοιcrowdsἐπὶtoτὴνtheθεωρίανspectacleταύτην,this,θεωρήσαντεςhaving seenτὰthe thingsγενόμενα,having taken place,τύπτοντεςbeatingτὰtheστήθηbreastsὑπέστρεφον.were returning home.

49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα.

ΕἱστήκεισανHad stoodδὲnowπάντεςallοἱthose whoγνωστοὶknewαὐτῷwith Himἀπὸfromμακρόθενafar offκαὶalsoγυναῖκεςwomenαἱthoseσυνακολουθοῦσαιhaving followedαὐτῷHimἀπὸfromτῆςtheΓαλιλαίαςGalileeὁρῶσαιbeholdingταῦτα.these things.

50Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος·

ΚαὶAndἰδοὺbeholdἀνὴρa manὀνόματιnamedἸωσὴφJosephβουλευτὴςa Council memberὑπάρχων,beingἀνὴρa manἀγαθὸςgoodκαὶandδίκαιος·righteous;

51οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν· ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,

οὗτοςheοὐκnotἦνwasσυγκατατεθειμένοςhaving consentedτῇto theβουλῇcounselκαὶandτῇto theπράξειdeedαὐτῶν·of them;ἀπὸfromἉριμαθαίαςArimatheaπόλεωςa cityτῶνof theἸουδαίων,Jews,ὃςwhoπροσεδέχετοhe was waiting forτὴνtheβασιλείανkingdomτοῦtheθεοῦ,of God,

52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.

οὗτοςHeπροσελθὼνhaving goneτῷtheΠιλάτῳto Pilateᾐτήσατοasked forτὸtheσῶμαbodyτοῦtheἸησοῦ.of Jesus.

53καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.

καὶAndκαθελὼνhaving taken downἐνετύλιξενhe wrappedαὐτὸitσινδόνιin a linen clothκαὶandἔθηκενplacedαὐτὸνitἐνinμνήματιa tombλαξευτῷcut in a rockοὗin whichοὐκnoἦνwereοὐδεὶςno oneοὔπωnot yetκείμενος.laid.

54Καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.

ΚαὶAndἡμέραthe Dayἦνit wasπαρασκευῆς,of Preparation,καὶandσάββατονSabbathἐπέφωσκεν.was just beginning.

55κατακολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.

κατακολουθήσασαιHaving followedδὲthenαἱtheγυναῖκεςwomenαἵτινεςwhoἦσανwereσυνεληλυθυῖαιhaving comeἐκfromτῆςtheΓαλιλαίαςGalileeαὐτῷ,with Himἐθεάσαντοsawτὸtheμνημεῖονtombκαὶandὡςhowἐτέθηwas laidτὸtheσῶμαbodyαὐτοῦ.of Him.

56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

ὑποστρέψασαιHaving returnedδὲthenἡτοίμασανthey preparedἀρώματαspicesκαὶandμύραanointing oilsκαὶAndτὸon theμὲνindeedσάββατονSabbathἡσύχασανthey restedκατὰaccording toτὴνtheἐντολήν.commandment.

‹ Luke 22Luke 24 ›