The Westcott and Hort text with a word by word English gloss under every Greek word. 814 words in 53 verses.
Open Luke 24 in the interlinear reader1Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα
ΤῇTheδὲhoweverμιᾷon the first dayτῶνof theσαββάτωνweekὄρθρουdawnβαθέωςvery earlyἐπὶtoτὸtheμνῆμαtombἦλθονthey cameφέρουσαιbringingἃthatἡτοίμασανthey had preparedἀρώματαspices
2εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.
εὗρονThey foundδὲthenτὸνtheλίθονstoneἀποκεκυλισμένονrolled awayἀπὸfromτοῦtheμνημείου.tomb.
3εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ.
εἰσελθοῦσαιHaving enteredδὲhoweverοὐχnotεὗρονthey foundτὸtheσῶμαbodyτοῦof theκυρίουLordἸησοῦ.Jesus.
4Καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
ΚαὶAndἐγένετοit came to passἐνwhileτῷtheἀπορεῖσθαιperplexingαὐτὰςtheyπερὶaboutτούτουthisκαὶthatἰδοὺbeholdἄνδρεςmenδύοtwoἐπέστησανstood byαὐταῖςthemἐνinἐσθῆτιgarmentἀστραπτούσῃ.dazzling.
5ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
ἐμφόβωνTerrifiedδὲthenγενομένωνwere becomingαὐτῶνtheyκαὶandκλινουσῶνbowingτὰtheirπρόσωπαfacesεἰςtoτὴνtheγῆνgroundεἶπανthey saidπρὸςtoαὐτάς·them;τίWhyζητεῖτεseek youτὸνtheζῶνταlivingμετὰamongτῶνtheνεκρῶν;dead?
6οὐκ ἔστιν ὧδε ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
οὐκNotἔστινHe isὧδεhereἀλλ᾽butἠγέρθη·He is risen!μνήσθητεdo rememberὡςhowἐλάλησενHe spokeὑμῖνto youἔτιyetὢνbeingἐνinτῇtheΓαλιλαίᾳGalilee
7λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
λέγωνsayingτὸνTheυἱὸνSonτοῦtheἀνθρώπουof Manὅτιthatδεῖit behoovesπαραδοθῆναιto be deliveredεἰςintoχεῖραςhandsἀνθρώπωνof menἁμαρτωλῶνsinfulκαὶandσταυρωθῆναιto be crucifiedκαὶandτῇon theτρίτῃthirdἡμέρᾳdayἀναστῆναι.to arise.
8καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
καὶAndἐμνήσθησανthey rememberedτῶνtheῥημάτωνdeclarationsαὐτοῦ,of Him,
9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
καὶAndὑποστρέψασαιhaving returnedἀπὸfromτοῦtheμνημείουtombἀπήγγειλανthey relatedταῦταthese thingsπάνταallτοῖςto theἕνδεκαelevenκαὶandπᾶσινto allτοῖςtheλοιποῖς.rest.
10ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα,
ἦσανIt wasδὲnowἡtheΜαγδαληνὴMagdaleneΜαρίαMaryκαὶandἸωάνναJoannaκαὶandΜαρίαMaryἡthe motherἸακώβουof Jamesκαὶandαἱtheλοιπαὶother womenσὺνwithαὐταῖς·them;ἔλεγονwere tellingπρὸςtoτοὺςtheἀποστόλουςapostlesταῦτα,these things,
11καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα καὶ ἠπίστουν αὐταῖς.
καὶAndἐφάνησανappearedἐνώπιονbeforeαὐτῶνthemὡσεὶlikeλῆροςfollyτὰtheῥήματαdeclarationsταῦταof themκαὶandἠπίστουνthey were not believingαὐταῖς.in them.
12Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
ὉtheδὲButΠέτροςPeterἀναστὰςhaving risen upἔδραμενhe ranἐπὶtoτὸtheμνημεῖον,tomb,καὶandπαρακύψαςhaving stooped downβλέπειhe seesτὰtheὀθόνιαlinen stripsμόναaloneκαὶandἀπῆλθενhe went awayπρὸςinἑαυτὸνhimselfθαυμάζωνwondering atτὸthatγεγονός.having come to pass.
13Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλὴμ ᾗ ὄνομα Ἐμμαοῦς.
ΚαὶAndἰδοὺbeholdδύοtwoἐξofαὐτῶνthemἐνonαὐτῇsameτῇtheἡμέρᾳdayἦσανwereπορευόμενοιgoingεἰςtoκώμηνa villageἀπέχουσανbeing distantσταδίουςstadiaἑξήκονταsixtyἀπὸfromἸερουσαλὴμJerusalemᾗwhoseὄνομαname isἘμμαοῦς.Emmaus.
14καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
καὶandαὐτοὶthey themselvesὡμίλουνwere talkingπρὸςwithἀλλήλουςone anotherπερὶaboutπάντωνallτῶνwhichσυμβεβηκότωνhaving taken placeτούτων.these things.
15καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.
καὶAndἐγένετοit came to passἐνduringτῷtheὁμιλεῖνtalkingαὐτοὺςby themκαὶandσυζητεῖνreasoningκαὶthatαὐτὸςHimselfἸησοῦςJesusἐγγίσαςhaving drawn nearσυνεπορεύετοHe was walking alongαὐτοῖς.with them.
16οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
οἱtheδὲbutὀφθαλμοὶthe eyesαὐτῶνof themἐκρατοῦντοwere heldτοῦtheμὴnotἐπιγνῶναιto knowαὐτόν.Him.
17εἶπεν δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί.
εἶπενHe saidδὲthenπρὸςtoαὐτούς·them;τίνεςWhatοἱtheλόγοιwords areοὗτοιtheseοὓςthatἀντιβάλλετεyou exchangeπρὸςwithἀλλήλουςone anotherπεριπατοῦντες;walking?καὶAndἐστάθησανthey stood stillσκυθρωποί.looking sad.
18ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
ἀποκριθεὶςAnsweringδὲnowεἷςoneὀνόματιnameΚλεοπᾶςCleopasεἶπενsaidπρὸςtoαὐτόν·Him;σὺYou yourselfμόνοςaloneπαροικεῖςvisitἸερουσαλὴμJerusalemκαὶandοὐκnotἔγνωςhave knownτὰthe thingsγενόμεναhaving come to passἐνinαὐτῇitἐνinταῖςtheἡμέραιςdaysταύταις;these?
19καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
καὶAndεἶπενHe saidαὐτοῖς·to them;ποῖα;What things?οἱtheδὲAndεἶπανthey saidαὐτῷ·to Him;τὰThe thingsπερὶconcerningἸησοῦJesusτοῦtheΝαζαρηνοῦ,of Nazareth,ὃςwhoἐγένετοwasἀνὴρa manπροφήτηςa prophetδυνατὸςmightyἐνinἔργῳdeedκαὶandλόγῳwordἐναντίονbeforeτοῦtheθεοῦGodκαὶandπαντὸςallτοῦtheλαοῦ,people,
20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
ὅπωςthatτεthenπαρέδωκανdelivered upαὐτὸνhimοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheἄρχοντεςrulersἡμῶνof usεἰςtoκρίμαthe judgmentθανάτουof deathκαὶandἐσταύρωσανcrucifiedαὐτόν.Him.
21ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
ἡμεῖςWe ourselvesδὲhoweverἠλπίζομενwere hopingὅτιthatαὐτόςHe himselfἐστινit isὁwhoμέλλωνis aboutλυτροῦσθαιto redeemτὸνtheἸσραήλ.Israel.ἀλλάButγεindeedκαὶalsoσὺνwithπᾶσινallτούτοιςthese thingsτρίτηνthe thirdταύτηνthisἡμέρανdayἄγειbringsἀφ᾽away fromοὗwhichταῦταthese thingsἐγένετο.came to pass.
22ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον,
ἀλλὰHoweverκαὶalsoγυναῖκέςwomenτινεςcertainἐξout fromἡμῶνusἐξέστησανamazedἡμᾶςusγενόμεναιHaving beenὀρθριναὶat dawnἐπὶtoτὸtheμνημεῖον,tomb
23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν.
καὶandμὴnotεὑροῦσαιhaving foundτὸtheσῶμαbodyαὐτοῦof Himἦλθονthey cameλέγουσαιdeclaringκαὶalsoὀπτασίανa visionἀγγέλωνof angelsἑωρακέναιto have seenοἳwhoλέγουσινsayαὐτὸνHeζῆν.is living.
24καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
καὶAndἀπῆλθόνwentτινεςsomeτῶνof thoseσὺνwithἡμῖνusἐπὶtoτὸtheμνημεῖονtombκαὶandεὗρονfound itοὕτωςsoκαθὼςeven asαἱtheγυναῖκεςwomenεἶπον,said,αὐτὸνHimδὲhoweverοὐκnotεἶδον.they saw.
25Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
ΚαὶAndαὐτὸςHe himselfεἶπενsaidπρὸςtoαὐτούς·them;ὦOἀνόητοιfoolishκαὶandβραδεῖςslowτῇtheκαρδίᾳof heartτοῦtheπιστεύεινto believeἐπὶinπᾶσινallοἷςthatἐλάλησανspokeοἱtheπροφῆται·prophets;
26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
οὐχὶSurelyταῦταthese thingsἔδειit was necessary forπαθεῖνto sufferτὸνtheχριστὸνChristκαὶandεἰσελθεῖνto enterεἰςintoτὴνtheδόξανgloryαὐτοῦ;of Him?
27καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
καὶAndἀρξάμενοςhaving begunἀπὸfromΜωϋσέωςMosesκαὶandἀπὸfromπάντωνallτῶνtheπροφητῶνProphetsδιερμήνευσενHe interpretedαὐτοῖςto themἐνinπάσαιςallταῖςtheγραφαῖςScripturesτὰthe thingsπερὶconcerningἑαυτοῦ.of Himself.
28καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
καὶAndἤγγισανthey drew nearεἰςtoτὴνtheκώμηνvillageοὗwhereἐπορεύοντο,they were going,καὶandαὐτὸςHe himselfπροσεποιήσατοappearedπορρώτερονfartherπορεύεσθαι.to be going.
29καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
καὶAndπαρεβιάσαντοthey constrainedαὐτὸνHimλέγοντες·saying;μεῖνονdo abideμεθ᾽withἡμῶν,us,ὅτιforπρὸςtowardἑσπέρανeveningἐστὶνit isκαὶandκέκλικενhas declinedἤδηnowἡtheἡμέρα.day.καὶAndεἰσῆλθενHe entered inτοῦtheμεῖναιto abideσὺνwithαὐτοῖς.them.
30καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
καὶAndἐγένετοit came to passἐνduringτῷtheκατακλιθῆναιrecliningαὐτὸνof Himμετ᾽withαὐτῶνthemλαβὼνhaving takenτὸνtheἄρτονbreadεὐλόγησενHe blessed itκαὶandκλάσαςhaving broken itἐπεδίδουHe was giving itαὐτοῖς.to them.
31αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
αὐτῶνOf themδὲthenδιηνοίχθησανwere openedοἱtheὀφθαλμοὶeyesκαὶandἐπέγνωσανthey knewαὐτόν·Him;καὶAndαὐτὸςHe himselfἄφαντοςvanishedἐγένετοbeing seenἀπ᾽fromαὐτῶν.them.
32καὶ εἶπαν πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
καὶAndεἶπανthey saidπρὸςtoἀλλήλους·one another;οὐχὶSurelyἡtheκαρδίαheartἡμῶνof usκαιομένηburningἦνit wasὡςasἐλάλειHe was speakingἡμῖνwith usἐνonτῇtheὁδῷroadὡςasδιήνοιγενHe was openingἡμῖνto usτὰςtheγραφάς;Scriptures?
33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
ΚαὶAndἀναστάντεςhaving risen upαὐτῇon that sameτῇtheὥρᾳhourὑπέστρεψανthey returnedεἰςtoἸερουσαλὴμJerusalemκαὶandεὗρονthey foundἠθροισμένουςgatheredτοὺςtheἕνδεκαelevenκαὶandτοὺςthoseσὺνwithαὐτοῖςthem
34λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι.
λέγονταςsayingὅτιthatὄντωςIndeedἠγέρθηhas risenὁtheκύριοςLordκαὶandὤφθηHe has appearedΣίμωνι.to Simon.
35καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
καὶAndαὐτοὶthey themselvesἐξηγοῦντοwere relatingτὰthe thingsἐνonτῇtheὁδῷroadκαὶandὡςhowἐγνώσθηHe was knownαὐτοῖςto themἐνinτῇtheκλάσειbreakingτοῦof theἄρτου.bread.
36Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
ΤαῦταThese thingsδὲnowαὐτῶνwhen theyλαλούντωνare tellingαὐτὸςHe Himselfἔστηstoodἐνinμέσῳmidstαὐτῶνof themκαὶandλέγειsaysαὐτοῖς·to them;εἰρήνηPeaceὑμῖν.to you.
37πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
πτοηθέντεςHaving been terrifiedδὲhoweverκαὶandἔμφοβοιfilled with fearγενόμενοιhaving beenἐδόκουνthey were thinking themselvesπνεῦμαa spiritθεωρεῖν.to see.
38καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστὲ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
καὶAndεἶπενHe saidαὐτοῖς·to them;τίWhyτεταραγμένοιtroubledἐστὲare youκαὶandδιὰthroughτίwhyδιαλογισμοὶdoubtsἀναβαίνουσινdo come upἐνinτῇtheκαρδίᾳheartὑμῶν;of you?
39ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
ἴδετεdo seeτὰςtheχεῖράςhandsμουof Meκαὶandτοὺςtheπόδαςfeetμουof MeὅτιthatἐγώI myselfεἰμιamαὐτός·He himself;ψηλαφήσατέdo touchμεMeκαὶandἴδετεdo seeὅτιforπνεῦμαa spiritσάρκαfleshκαὶandὀστέαbonesοὐκnotἔχειhasκαθὼςeven asἐμὲMe myselfθεωρεῖτεyou seeἔχοντα.having.
40καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
καὶAndτοῦτοthisεἰπὼνhaving saidἔδειξενHe showedαὐτοῖςto themτὰςtheχεῖραςhandsκαὶandτοὺςtheπόδας.feet.
41ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε;
ἔτιStillδὲnowἀπιστούντωνwhile are disbelievingαὐτῶνtheyἀπὸforτῆςtheχαρᾶςjoyκαὶandθαυμαζόντωνamazementεἶπενHe saidαὐτοῖς·to them;ἔχετέHave youτιanythingβρώσιμονto eatἐνθάδε;here?
42οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος
οἱtheδὲAndἐπέδωκανthey gaveαὐτῷto Himἰχθύοςof a fishὀπτοῦbroiledμέροςpart
43καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
καὶAndλαβὼνhaving taken itἐνώπιονbeforeαὐτῶνthemἔφαγεν.He ate it.
44Εἶπεν δὲ πρὸς αὐτούς· οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
ΕἶπενHe saidδὲnowπρὸςuntoαὐτούς·to them;οὗτοιThese areοἱtheλόγοιwordsμουof mineοὓςwhichἐλάλησαI spokeπρὸςtoὑμᾶςyouἔτιstillὢνbeingσὺνwithὑμῖνyouὅτιthatδεῖit behoovesπληρωθῆναιto be fulfilledπάνταall thingsτὰwhichγεγραμμέναwrittenἐνinτῷtheνόμῳlawΜωϋσέωςof Mosesκαὶandτοῖςin theπροφήταιςProphetsκαὶandψαλμοῖςin the Psalmsπερὶconcerningἐμοῦ.Me.
45τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφὰς
τότεThenδιήνοιξενHe openedαὐτῶνtheirτὸνtheνοῦνmindτοῦtheσυνιέναιto understandτὰςtheγραφὰςScriptures
46καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
καὶAndεἶπενHe saidαὐτοῖςto themὅτιthatοὕτωςThusγέγραπταιit has been writtenπαθεῖνWas to sufferτὸνtheχριστὸνChristκαὶandἀναστῆναιto riseἐκout fromνεκρῶνthe deadτῇon theτρίτῃthirdἡμέρᾳday
47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ.
καὶandκηρυχθῆναιto be proclaimedἐπὶinτῷtheὀνόματιnameαὐτοῦof Himμετάνοιανrepentanceεἰςtoἄφεσινforgivenessἁμαρτιῶνof sinsεἰςtoπάνταallτὰtheἔθνηnationsἀρξάμενοιhaving begunἀπὸfromἸερουσαλήμ.Jerusalem.
48ὑμεῖς μάρτυρες τούτων,
ὑμεῖςYou yourselvesμάρτυρεςwitnessesτούτων,of these things,
49καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς. ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
καὶAndἰδοὺbeholdἐγὼI myselfἐξαποστέλλωam sending outτὴνtheἐπαγγελίανpromiseτοῦof theπατρόςFatherμουof Mineἐφ᾽uponὑμᾶς.you.ὑμεῖςyou yourselvesδὲhoweverκαθίσατεdo remainἐνinτῇtheπόλειcityἕωςuntilοὗthatἐνδύσησθεyou may be clothed withἐξfromὕψουςon highδύναμιν.power.
50Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
ἘξήγαγενHe ledδὲnowαὐτοὺςthemἕωςuntilπρὸςtoΒηθανίαν,Bethany,καὶandἐπάραςhaving lifted upτὰςtheχεῖραςhandsαὐτοῦof HimεὐλόγησενHe blessedαὐτούς.them.
51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
καὶAndἐγένετοit came to passἐνduringτῷtheεὐλογεῖνblessingαὐτὸνby HimαὐτοὺςthemδιέστηHe was separatedἀπ᾽fromαὐτῶνthemκαὶandἀνεφέρετοwas carried upεἰςintoτὸνtheοὐρανόν.heaven.
52καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης
καὶAndαὐτοὶthey themselvesπροσκυνήσαντεςhaving worshipedαὐτὸνHimὑπέστρεψανreturnedεἰςtoἸερουσαλὴμJerusalemμετὰwithχαρᾶςjoyμεγάληςgreat
53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.
καὶandἦσανwereδιὰthroughπαντὸςall timesἐνinτῷtheἱερῷtempleεὐλογοῦντεςblessingτὸνtheθεόν.God.