Luke 21 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 589 words in 38 verses.

Open Luke 21 in the interlinear reader

1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.

ἈναβλέψαςHaving looked upδὲnowεἶδενHe sawτοὺςthe onesβάλλονταςcastingεἰςintoτὸtheγαζοφυλάκιονtreasuryτὰtheδῶραgiftsαὐτῶνof themπλουσίους.rich.

2εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο.

εἶδενHe sawδέthenτιναa certainχήρανwidowπενιχρὰνpoorβάλλουσανcastingἐκεῖinλεπτὰleptaδύο.two.

3Καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν·

ΚαὶAndεἶπεν·He said;ἀληθῶςTrulyλέγωI sayὑμῖνto youὅτιthattheχήραwidowαὕτηthistheπτωχὴpoorπλεῖονmoreπάντωνthan allἔβαλεν·has cast in;

4πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

πάντεςallγὰρforοὗτοιtheseἐκout ofτοῦthat whichπερισσεύοντοςwas aboundingαὐτοῖςto themἔβαλονthey castεἰςinτὰtheδῶραgiftsαὕτηsheδὲhoweverἐκout ofτοῦtheὑστερήματοςpovertyαὐτῆςof herπάνταallτὸνtheβίονlivelihoodὃνthatεἶχενshe hadἔβαλεν.did cast.

5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·

ΚαίAndτινωνas someλεγόντωνwere speakingπερὶaboutτοῦtheἱεροῦtempleὅτιthatλίθοιςwith stonesκαλοῖςgoodlyκαὶandἀναθήμασινwith consecrated giftsκεκόσμηταιit has been adornedεἶπεν·He said;

6ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὧδε ὃς οὐ καταλυθήσεται.

ταῦταAs to these thingswhichθεωρεῖτε,you are beholding,ἐλεύσονταιwill comeἡμέραιthe daysἐνinαἷςwhichοὐκnotἀφεθήσεταιwill be leftλίθοςstoneἐπὶuponλίθῳstoneὧδεhereὃςwhichοὐnotκαταλυθήσεται.will be thrown down.

7Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;

ἘπηρώτησανThey askedδὲthenαὐτὸνHimλέγοντες·saying;διδάσκαλε,Teacher,πότεwhenοὖνthenταῦταthese thingsἔσταιwill beκαὶandτίwhat will beτὸtheσημεῖονsignὅτανwhenμέλλῃmay soon beταῦταthese thingsγίνεσθαι;to take place?

8Ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ἐγώ εἰμι, καὶ ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.

theδὲAndεἶπεν·He said;βλέπετεdo take heedμὴlestπλανηθῆτε·you may be led astray;πολλοὶmanyγὰρforἐλεύσονταιwill comeἐπὶinτῷtheὀνόματίnameμουof MeλέγοντεςsayingἐγώI myselfεἰμι,am He,καὶandTheκαιρὸςtimeἤγγικεν.has drawn near.μὴNotπορευθῆτεmay goὀπίσωafterαὐτῶν.them.

9ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.

ὅτανWhenδὲthenἀκούσητεyou may hear ofπολέμουςwarsκαὶandἀκαταστασίας,commotions,μὴnotπτοηθῆτε·may be terrified;δεῖit behoovesγὰρforταῦταthese thingsγενέσθαιto take placeπρῶτονfirstἀλλ᾽butοὐκnotεὐθέωςimmediately isτὸtheτέλος.end.

10τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,

τότεThenἔλεγενHe was sayingαὐτοῖς·to them;ἐγερθήσεταιWill rise upἔθνοςnationἐπ᾽againstἔθνοςnationκαὶandβασιλείαkingdomἐπὶagainstβασιλείαν,kingdom,

11σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ᾽ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.

σεισμοίEarthquakesτεbothμεγάλοιgreatκαὶandκατὰin differentτόπουςplacesλιμοὶfaminesκαὶandλοιμοὶpestilencesἔσονται,there will be,φόβητράfearful sightsτεalsoκαὶandἀπ᾽fromοὐρανοῦheavenσημεῖαsignsμεγάλαgreatἔσται.will there be.

12Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου.

ΠρὸBeforeδὲhoweverτούτωνthese thingsπάντωνallἐπιβαλοῦσινthey will layἐφ᾽uponὑμᾶςyouτὰςtheχεῖραςhandsαὐτῶνof themκαὶandδιώξουσινwill persecute youπαραδιδόντεςdelivering youεἰςtoτὰςtheσυναγωγὰςsynagoguesκαὶandφυλακάς,prisons,ἀπαγομένουςleading youἐπὶbeforeβασιλεῖςkingsκαὶandἡγεμόναςgovernorsἕνεκενon account ofτοῦtheὀνόματόςnameμου.of Me.

13ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.

ἀποβήσεταιIt will resultὑμῖνto youεἰςforμαρτύριον.a testimony.

14θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·

θέτεdo implantοὖνthereforeἐνinταῖςtheκαρδίαιςheartsὑμῶνof youμὴnotπρομελετᾶνto premeditateἀπολογηθῆναι·to present a defense;

15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.

ἐγὼI myselfγὰρforδώσωwill giveὑμῖνyouστόμαa mouthκαὶandσοφίανwisdomwhichοὐnotδυνήσονταιwill be ableἀντιστῆναιto resistnorἀντειπεῖνto reply toἅπαντεςallοἱthoseἀντικείμενοιopposingὑμῖν.you.

16παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν.

παραδοθήσεσθεYou will be betrayedδὲthenκαὶevenὑπὸbyγονέωνparentsκαὶandἀδελφῶνbrothersκαὶandσυγγενῶνrelativesκαὶandφίλων,friendsκαὶandθανατώσουσινthey will put to deathἐξsome from amongὑμῶν.you.

17καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.

καὶAndἔσεσθεyou will beμισούμενοιhatedὑπὸbyπάντωνallδιὰbecause ofτὸtheὄνομάnameμου.of Me.

18καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.

καὶButθρὶξa hairἐκofτῆςtheκεφαλῆςheadὑμῶνof youοὐcertainlyμὴnotἀπόληται.may perish.

19ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν.

ἐνByτῇtheὑπομονῇpatient enduranceὑμῶνof you allκτήσεσθεyou will gain yourselvesτὰςtheψυχὰςsoulsὑμῶν.of you all.

20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.

ὍτανWhenδὲthenἴδητεyou may seeκυκλουμένηνbeing encircledὑπὸbyστρατοπέδωνencampmentsἸερουσαλήμ,Jerusalem,τότεthenγνῶτεdo knowὅτιthatἤγγικενhas drawn neartheἐρήμωσιςdesolationαὐτῆς.of her.

21τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν.

τότεThenοἱthoseἐνinτῇtheἸουδαίᾳJudeaφευγέτωσανthey should fleeεἰςtoτὰtheὄρη,mountains,καὶandοἱthoseἐνinμέσῳmidstαὐτῆςof herἐκχωρείτωσαν,they should depart out,καὶandοἱthoseἐνinταῖςtheχώραιςcountriesμὴnotεἰσερχέσθωσανthey should enterεἰςintoαὐτήν.her.

22ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.

ὅτιforἡμέραιthe daysἐκδικήσεωςof avengingαὗταίtheseεἰσινareτοῦtheπλησθῆναιto fillπάνταall thingsτὰwhichγεγραμμένα.written.

23Οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,

ΟὐαὶBut woeταῖςto thoseἐνinγαστρὶwomb pregnancyἐχούσαιςhavingκαὶandταῖςto the onesθηλαζούσαιςnursingἐνinἐκείναιςthoseταῖςtheἡμέραις·days;ἔσταιthere will beγὰρforἀνάγκηdistressμεγάληgreatἐπὶuponτῆςtheγῆςlandκαὶandὀργὴwrathτῷto theλαῷpeopleτούτῳ,this,

24καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι οὗ πληρωθῶσιν καὶ ἔσονται καιροὶ ἐθνῶν.

καὶAndπεσοῦνταιthey will fallστόματιby the edgeμαχαίρηςof the swordκαὶandαἰχμαλωτισθήσονταιwill be led captiveεἰςintoτὰtheἔθνηnationsπάντα,allκαὶandἸερουσαλὴμJerusalemἔσταιwill beπατουμένηtrodden downὑπὸbyἐθνῶνthe Gentilesἄχριuntilοὗthatπληρωθῶσινmay be fulfilledκαὶandἔσονταιwill beκαιροὶthe timesἐθνῶν.of the Gentiles.

25καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου

καὶAndἔσονταιthere will beσημεῖαsignsἐνinἡλίῳsunκαὶandσελήνῃmoonκαὶandἄστροις,stars,καὶandἐπὶuponτῆςtheγῆςearthσυνοχὴdistressἐθνῶνof nationsἐνwithἀπορίᾳperplexityἤχουςthe soundθαλάσσηςof the seaκαὶandσάλουrolling surge

26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.

ἀποψυχόντωνwhen are faintingἀνθρώπωνmenἀπὸfromφόβουfearκαὶandπροσδοκίαςexpectationτῶνof that whichἐπερχομένωνis comingτῇon theοἰκουμένῃ·earth;αἱtheγὰρforδυνάμειςthe powersτῶνof theοὐρανῶνheavensσαλευθήσονται.will be shaken.

27καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

καὶAndτότεthenὄψονταιwill they beholdτὸνtheυἱὸνSonτοῦtheἀνθρώπουof Manἐρχόμενονcomingἐνinνεφέλῃa cloudμετὰwithδυνάμεωςpowerκαὶandδόξηςgloryπολλῆς.great.

28Ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

ἈρχομένωνBeginningδὲthenτούτωνof these thingsγίνεσθαιto come to passἀνακύψατεdo look upκαὶandἐπάρατεdo lift upτὰςtheκεφαλὰςheadsὑμῶνof youδιότιbecauseἐγγίζειdraws neartheἀπολύτρωσιςredemptionὑμῶν.of you.

29Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα.

ΚαὶAndεἶπενHe spokeπαραβολὴνa parableαὐτοῖς·to them:ἴδετεBeholdτὴνtheσυκῆνfig treeκαὶandπάνταallτὰtheδένδρα.trees.

30ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.

ὅτανWhenπροβάλωσινthey may sproutἤδη,already,βλέποντεςlooking on themἀφ᾽forἑαυτῶνyourselvesγινώσκετεyou knowὅτιthatἤδηalreadyἐγγὺςnearτὸtheθέροςsummerἐστίν.is.

31οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.

οὕτωςSoκαὶalsoὑμεῖςyou yourselvesὅτανwhenἴδητεyou may seeταῦταthese thingsγινόμενα,coming to pass,γινώσκετεdo knowὅτιthatἐγγύςnearἐστινistheβασιλείαkingdomτοῦtheθεοῦ.of God.

32Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.

ἈμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatοὐcertainlyμὴnotπαρέλθῃmay have passed awaytheγενεὰgenerationαὕτηthisἕωςuntilἂνwhenπάνταall these thingsγένηται.may happen.

33ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

Theοὐρανὸςheavenκαὶandtheγῆearthπαρελεύσονται,will pass away,οἱtheδὲbutλόγοιthe wordsμουof Mineοὐcertainlyμὴnotπαρελεύσονται.will pass away.

34Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη

Προσέχετεdo take heedδὲnowἑαυτοῖςto yourselvesμήποτεotherwiseβαρηθῶσινmay be burdenedὑμῶνof youαἱtheκαρδίαιheartsἐνwithκραιπάλῃdissipationκαὶandμέθῃdrunkennessκαὶandμερίμναιςcaresβιωτικαῖς,of life —καὶandἐπιστῇmay comeἐφ᾽uponὑμᾶςyouαἰφνίδιοςsuddenlytheἡμέραdayἐκείνηthat very

35ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

ὡςasπαγίς·a snare;ἐπεισελεύσεταιIt will enterγὰρforἐπὶuponπάνταςallτοὺςthoseκαθημένουςsittingἐπὶuponπρόσωπονthe faceπάσηςof allτῆςtheγῆς.earth.

36ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

ἀγρυπνεῖτεdo watchδὲalsoἐνatπαντὶeveryκαιρῷseasonδεόμενοιprayingἵναthatκατισχύσητεyou may have strengthἐκφυγεῖνto escapeταῦταthese thingsπάνταallτὰthatμέλλονταare soonγίνεσθαιto come to passκαὶandσταθῆναιto standἔμπροσθενbeforeτοῦtheυἱοῦSonτοῦtheἀνθρώπου.of Man.

37Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων. τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.

ἮνHe wasδὲnowτὰςduring theἡμέραςdayἐνinτῷtheἱερῷtempleδιδάσκων.teaching.τὰςtheδὲandνύκταςthe eveningἐξερχόμενοςgoing outηὐλίζετοHe was lodgingεἰςonτὸtheὄροςmountτὸwhichκαλούμενονis being calledἘλαιῶν.Olivet.

38καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

καὶAndπᾶςalltheλαὸςgroup of peopleὤρθριζενwas coming earlyπρὸςtoαὐτὸνHimἐνinτῷtheἱερῷtempleἀκούεινto hearαὐτοῦ.Him.

‹ Luke 20Luke 22 ›