The Westcott and Hort text with a word by word English gloss under every Greek word. 699 words in 47 verses.
Open Luke 20 in the interlinear reader1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
ΚαὶAndἐγένετοit came to passἐνonμιᾷoneτῶνof theἡμερῶνdaysδιδάσκοντοςwhen is teachingαὐτοῦHeτὸνtheλαὸνpeopleἐνinτῷtheἱερῷtempleκαὶandεὐαγγελιζομένουevangelisingἐπέστησανcame upοἱtheἀρχιερεῖςchief priestsκαὶandοἱtheγραμματεῖςscribesσὺνwithτοῖςtheπρεσβυτέροιςelders
2καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
καὶandεἶπανspokeλέγοντεςsayingπρὸςtoαὐτόν·Him:εἰπὸνdo tellἡμῖνusἐνbyποίᾳwhatἐξουσίᾳauthorityταῦταthese thingsποιεῖςYou doἢorτίςwhoἐστινisὁthe oneδούςhaving givenσοιto Youτὴνtheἐξουσίανauthorityταύτην;this?
3Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι·
ἈποκριθεὶςAnsweringδὲnowεἶπενHe saidπρὸςtoαὐτούς·them;ἐρωτήσωWill askὑμᾶςyouκἀγὼI myself alsoλόγον,thing,καὶandεἴπατέdo tellμοι·Me:
4τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
τὸTheβάπτισμαbaptismἸωάννουof Johnἐξfromοὐρανοῦheavenἦνwas itἢorἐξfromἀνθρώπων;men?
5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
οἱtheδὲAndσυνελογίσαντοthey reasonedπρὸςamongἑαυτοὺςthemselvesλέγοντεςsayingὅτιthatἐὰνIfεἴπωμεν·we shall say:ἐξFromοὐρανοῦ,heaven,ἐρεῖ·He will say;διὰBecause ofτίwhyοὐκnotἐπιστεύσατεdid you believeαὐτῷ;in him?
6ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
ἐὰνIfδὲhoweverεἴπωμεν·we shall say;ἐξFromἀνθρώπων,men,ὁtheλαὸςpeopleἅπαςallκαταλιθάσειwill stoneἡμᾶς·us;πεπεισμένοςpersuadedγάρforἐστινthey areἸωάννηνJohnπροφήτηνa prophetεἶναι.to be.
7καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
καὶAndἀπεκρίθησανthey answeredμὴnotεἰδέναιto knowπόθεν.from where.
8καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
καὶAndὁtheἸησοῦςJesusεἶπενsaidαὐτοῖς·to them;οὐδὲNeitherἐγὼI myselfλέγωtellὑμῖνyouἐνbyποίᾳwhatἐξουσίᾳauthorityταῦταthese thingsποιῶ.I am doing.
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
ἬρξατοHe beganδὲthenπρὸςtoτὸνtheλαὸνpeopleλέγεινto speakτὴνtheπαραβολὴνparableταύτην·this:ἄνθρωπόςA manἐφύτευσενplantedἀμπελῶναa vineyardκαὶandἐξέδετοrentedαὐτὸνitγεωργοῖςto farmersκαὶandἀπεδήμησενwent abroadχρόνουςa timeἱκανούς.long.
10καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
καὶAndκαιρῷin the seasonἀπέστειλενhe sentπρὸςtoτοὺςtheγεωργοὺςfarmersδοῦλονa servantἵναthatἀπὸfromτοῦtheκαρποῦfruitτοῦof theἀμπελῶνοςvineyardδώσουσινthey will giveαὐτῷ·to him;οἱtheδὲButγεωργοὶthe farmersἐξαπέστειλανsent awayαὐτὸνhimδείραντεςhaving beaten himκενόν.empty-handed.
11καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
καὶAndπροσέθετοhe proceededἕτερονanotherπέμψαιto sendδοῦλον·a servant;οἱtheδὲbutκἀκεῖνονhimδείραντεςhaving beatenκαὶandἀτιμάσαντεςhaving dishonoredἐξαπέστειλανthey sent awayκενόν.empty-handed.
12καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
καὶAndπροσέθετοhe proceededτρίτονa thirdπέμψαι·to send;οἱTheyδὲthenκαὶalsoτοῦτονhimτραυματίσαντεςhaving woundedἐξέβαλον.they cast out.
13Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.
ΕἶπενSaidδὲthenὁtheκύριοςmasterτοῦof theἀμπελῶνος·vineyard;τίWhatποιήσω;shall I do?πέμψωI will sendτὸνtheυἱόνsonμουof mineτὸνtheἀγαπητόν·beloved;ἴσωςperhapsτοῦτονhimἐντραπήσονται.they will respect.
14ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτὸν ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
ἰδόντεςHaving seenδὲnowαὐτὸνhimοἱtheγεωργοὶfarmersδιελογίζοντοwere reasoningπρὸςamongἀλλήλουςone anotherλέγοντες·saying;οὗτόςThisἐστινisὁtheκληρονόμος·heir;ἀποκτείνωμενlet us killαὐτὸνhimἵναso thatἡμῶνoursγένηταιmay becomeἡtheκληρονομία.inheritance.
15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
καὶAndἐκβαλόντεςhaving cast forthαὐτὸνhimἔξωoutsideτοῦtheἀμπελῶνοςvineyardἀπέκτειναν.they killed him.τίWhatοὖνthereforeποιήσειwill doαὐτοῖςto themὁtheκύριοςmasterτοῦof theἀμπελῶνος;vineyard?
16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· μὴ γένοιτο.
ἐλεύσεταιHe will comeκαὶandἀπολέσειhe will destroyτοὺςtheγεωργοὺςfarmersτούτουςtheseκαὶandδώσειwill giveτὸνtheἀμπελῶναvineyardἄλλοις.to others.ἀκούσαντεςHaving heard itδὲthenεἶπαν·they said;μὴNeverγένοιτο.would it be!
17ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
ὁtheδὲButἐμβλέψαςhaving lookedαὐτοῖςat themεἶπεν·He said;τίWhatοὖνthenἐστινisτὸthatγεγραμμένονwrittenτοῦτο·this:λίθονThe stoneὃνwhichἀπεδοκίμασανrejectedοἱthoseοἰκοδομοῦντες,building,οὗτοςthisἐγενήθηhas becomeεἰςintoκεφαλὴνthe headγωνίας;of the corner’?
18πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
πᾶςEveryoneὁtheπεσὼνfallingἐπ᾽onἐκεῖνονthat veryτὸνtheλίθονstoneσυνθλασθήσεται·will be broken;ἐφ᾽onὃνwhomeverδ᾽butἂνmaybeπέσῃ,it may fall,λικμήσειit will grind into powderαὐτόν.him.
19Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
ΚαὶAndἐζήτησανsoughtοἱtheγραμματεῖςscribesκαὶandοἱtheἀρχιερεῖςchief priestsἐπιβαλεῖνto layἐπ᾽onαὐτὸνHimτὰςtheχεῖραςhandsἐνinαὐτῇthatτῇtheὥρᾳhourκαὶandἐφοβήθησανthey fearedτὸνtheλαόν·people;ἔγνωσανthey perceivedγὰρforὅτιthatπρὸςagainstαὐτοὺςthemεἶπενHe was speakingτὴνtheπαραβολὴνparableταύτην.this.
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
ΚαὶAndπαρατηρήσαντεςhaving watched Himἀπέστειλανthey sentἐγκαθέτουςspiesὑποκρινομένουςfeigningἑαυτοὺςthemselvesδικαίουςrighteousεἶναι,to be,ἵναthatἐπιλάβωνταιthey may catchαὐτοῦHimλόγου,in talk,ὥστεin orderπαραδοῦναιto deliverαὐτὸνHimτῇto theἀρχῇruleκαὶandτῇto theἐξουσίᾳauthorityτοῦof theἡγεμόνος.governor.
21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις.
καὶAndἐπηρώτησανthey questionedαὐτὸνHimλέγοντες·saying;διδάσκαλε,Teacher,οἴδαμενwe knowὅτιthatὀρθῶςrightlyλέγειςYou speakκαὶandδιδάσκειςYou teachκαὶandοὐnotλαμβάνειςYou receiveπρόσωπονany personἀλλ᾽butἐπ᾽on the basis ofἀληθείαςtruthτὴνtheὁδὸνwayτοῦtheθεοῦof Godδιδάσκεις.teach.
22ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
ἔξεστινIs it lawfulἡμᾶςfor usΚαίσαριto Caesarφόρονtributeδοῦναιto giveἢorοὔ;not?
23κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς
κατανοήσαςhaving perceivedδὲhoweverαὐτῶνof themτὴνtheπανουργίανcraftinessεἶπενHe saidπρὸςtoαὐτούςthem
24δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν· Καίσαρος.
δείξατέdo showμοιMeδηνάριον·a denarius;τίνοςOf whomἔχειhas itεἰκόναthe imageκαὶandἐπιγραφήν;inscription?οἱThoseδὲAndεἶπαν·they said;Καίσαρος.Caesar’s.
25ὁ δὲ εἶπεν πρὸς αὐτούς· τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
ὁtheδὲAndεἶπενHe saidπρὸςtoαὐτούς·them;τοίνυνThereforeἀπόδοτεdo give backτὰthe thingsΚαίσαροςof CaesarΚαίσαριto Caesarκαὶandτὰthe thingsτοῦof theθεοῦof Godτῷto theθεῷ.to God.
26καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
καὶAndοὐκnotἴσχυσανthey were ableἐπιλαβέσθαιto catch Him inτοῦtheῥήματοςdeclarationἐναντίονbeforeτοῦtheλαοῦ,people,καὶandθαυμάσαντεςhaving marveledἐπὶatτῇtheἀποκρίσειanswerαὐτοῦof Himἐσίγησαν.they became silent.
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
ΠροσελθόντεςHaving approachedδέthenτινεςsomeτῶνof theΣαδδουκαίων,Sadducees,οἱthe onesλέγοντεςsayingἀνάστασινa resurrectionμὴnotεἶναι,being,ἐπηρώτησανthey questionedαὐτὸνHim
28λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν· ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
λέγοντες·saying;διδάσκαλε,Teacher,ΜωϋσῆςMosesἔγραψενwroteἡμῖν·to us:ἐάνifτινοςanyone’sἀδελφὸςbrotherἀποθάνῃshall dieἔχωνhavingγυναῖκαa wifeκαὶandοὗτοςheἄτεκνοςchildlessᾖ,shall be,ἵναthatλάβῃshall takeὁtheἀδελφὸςbrotherαὐτοῦof himτὴνtheγυναῖκαwifeκαὶandἐξαναστήσῃshall raise upσπέρμαseedτῷto theἀδελφῷbrotherαὐτοῦ.of him.
29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος,
ἑπτὰSevenοὖνthereforeἀδελφοὶbrothersἦσαν·there were;καὶandὁtheπρῶτοςfirstλαβὼνhaving takenγυναῖκαa wifeἀπέθανενdiedἄτεκνος,childless,
30καὶ ὁ δεύτερος
καὶandὁtheδεύτεροςsecond
31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον.
καὶandὁtheτρίτοςthirdἔλαβενtookαὐτήνherὡσαύτωςlikewiseδὲthenκαὶalsoοἱtheἑπτὰsevenοὐnotκατέλιπονdid leaveτέκναchildrenκαὶandἀπέθανον.died.
32ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
ὕστερονFinallyκαὶalsoἡtheγυνὴwomanἀπέθανεν.died.
33ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
ἡTheγυνὴwomanοὖνthereforeἐνinτῇtheἀναστάσει,resurrection,τίνοςof whichαὐτῶνof themγίνεταιdoes she becomeγυνή;wife?οἱtheγὰρForἑπτὰthe sevenἔσχονhadαὐτὴνherγυναῖκα.as wife.
34Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
ΚαὶAndεἶπενsaidαὐτοῖςto themὁtheἸησοῦς·Jesus;οἱTheυἱοὶsonsτοῦof theαἰῶνοςageτούτουthisγαμοῦσινmarryκαὶandγαμίσκονται,are given in marriage,
35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
οἱthoseδὲhoweverκαταξιωθέντεςhaving been considered worthyτοῦof theαἰῶνοςageἐκείνουthat oneτυχεῖνto obtainκαὶandτῆςof theἀναστάσεωςresurrectionτῆςtheἐκfromνεκρῶνthe deadοὔτεneitherγαμοῦσινmarryοὔτεnorγαμίζονται·are given in marriage;
36οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
οὐδὲneitherγὰρforἀποθανεῖνto dieἔτιany moreδύνανται,are they able,ἰσάγγελοιlike the angelsγάρforεἰσιν,they are,καὶandυἱοίsonsεἰσινthey areθεοῦof Godτῆςof theἀναστάσεωςresurrectionυἱοὶsonsὄντες.being.
37ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ.
ὅτιforδὲhoweverἐγείρονταιare raisedοἱtheνεκροί,dead,καὶevenΜωϋσῆςMosesἐμήνυσενshowedἐπὶatτῆςtheβάτουbushὡςwhenλέγειhe namesκύριονthe LordτὸνtheθεὸνGodἈβραὰμof AbrahamκαὶandθεὸνGodἸσαὰκof IsaacκαὶandθεὸνGodἸακώβ.of Jacob.’
38θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
θεὸςGodδὲnowοὐκnotἔστινHe isνεκρῶνof the deadἀλλὰbutζώντων·of the living;πάντεςallγὰρforαὐτῷto Himζῶσιν.live.
39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· διδάσκαλε, καλῶς εἶπας.
ἈποκριθέντεςAnsweringδέnowτινεςsomeτῶνof theγραμματέωνscribesεἶπαν·said;διδάσκαλε,Teacher,καλῶςwellεἶπας.you have spoken.
40οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
οὐκέτιno longerγὰρthenἐτόλμωνwere they daringἐπερωτᾶνto askαὐτὸνHimοὐδέν.no thing.
41Εἶπεν δὲ πρὸς αὐτούς· πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν;
ΕἶπενHe saidδὲthenπρὸςtoαὐτούς·them;πῶςHowλέγουσινdo they declareτὸνtheχριστὸνChristεἶναιto beΔαυὶδDavid'sυἱόν;Son
42αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου
αὐτὸςHimselfγὰρforΔαυὶδDavidλέγειsaysἐνinβίβλῳthe bookψαλμῶν·of Psalms:εἶπενSaidκύριοςLordτῷto theκυρίῳLordμου·of me;κάθουdo sitἐκatδεξιῶνthe right handμουof Me
43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ἕωςuntilἂνwhenθῶI may placeτοὺςtheἐχθρούςenemiesσουof Youὑποπόδιονas a footstoolτῶνof theποδῶνfeetσου.of You.
44Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
ΔαυὶδDavidοὖνthereforeκύριονLordαὐτὸνHimκαλεῖ,calls,καὶandπῶςhowαὐτοῦof himυἱόςsonἐστιν;is He?
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς
ἈκούοντοςWhen are listeningδὲnowπαντὸςallτοῦtheλαοῦpeopleεἶπενHe saidτοῖςto theμαθηταῖςdisciples
46προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
προσέχετεdo bewareἀπὸofτῶνtheγραμματέωνscribesτῶνwhoθελόντωνare desiringπεριπατεῖνto walkἐνinστολαῖςlong robesκαὶandφιλούντωνlovingἀσπασμοὺςgreetingsἐνinταῖςtheἀγοραῖςmarketplacesκαὶandπρωτοκαθεδρίαςfirst seatsἐνinταῖςtheσυναγωγαῖςsynagoguesκαὶandπρωτοκλισίαςfirst placesἐνinτοῖςtheδείπνοις,banquets,
47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.
οἳwhoκατεσθίουσινdevourτὰςtheοἰκίαςhousesτῶνtheχηρῶνof widowsκαὶandπροφάσειas a pretextμακρὰat great lengthπροσεύχονται·pray;οὗτοιTheseλήμψονταιwill receiveπερισσότερονmore excessiveκρίμα.condemnation.