The Westcott and Hort text with a word by word English gloss under every Greek word. 753 words in 48 verses.
Open Luke 19 in the interlinear reader1Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
ΚαὶAndεἰσελθὼνhaving enteredδιήρχετοHe was passing throughτὴνtheἸεριχώ.Jericho.
2καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος·
καὶAndἰδοὺbeholdἀνὴρa manὀνόματιby nameκαλούμενοςbeing calledΖακχαῖοςZacchaeusκαὶandαὐτὸςhe himselfἦνwasἀρχιτελώνηςa chief tax collectorκαὶandαὐτὸςhe himselfπλούσιος·rich;
3καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
καὶAndἐζήτειhe was seekingἰδεῖνto seeτὸνtheἸησοῦνJesusτίςwhoἐστινHe isκαὶandοὐκnotἠδύνατοhe was ableἀπὸbecause ofτοῦtheὄχλου,crowd,ὅτιbecauseτῇtheἡλικίᾳin statureμικρὸςsmallἦν.he was.
4καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
καὶAndπροδραμὼνhaving runεἰςtoτὸtheἔμπροσθενfrontἀνέβηhe went upἐπὶintoσυκομορέανa sycamore-fig treeἵναso thatἴδῃhe may seeαὐτόν,Him,ὅτιforἐκείνηςthat wayἤμελλενHe was soonδιέρχεσθαι.to pass.
5καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
καὶAndὡςasἦλθενHe cameἐπὶtoτὸνtheτόπον,place,ἀναβλέψαςhaving looked upὁtheἸησοῦςJesusεἶπενsaidπρὸςtoαὐτόν·him;Ζακχαῖε,Zacchaeus,σπεύσαςhaving hurriedκατάβηθι·do come down;σήμερονtodayγὰρforἐνinτῷtheοἴκῳhouseσουof youδεῖit behoovesμεMeμεῖναι.to stay.
6καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
καὶAndσπεύσαςhaving hurriedκατέβηhe came downκαὶandὑπεδέξατοreceivedαὐτὸνHimχαίρων.rejoicing.
7καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
καὶAndἰδόντεςhaving seen itπάντεςallδιεγόγγυζονwere grumblingλέγοντεςsayingὅτιthatπαρὰWithἁμαρτωλῷa sinfulἀνδρὶmanεἰσῆλθενHe has enteredκαταλῦσαι.to stay.
8Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
ΣταθεὶςHaving stoodδὲthenΖακχαῖοςZacchaeusεἶπενsaidπρὸςtoτὸνtheκύριον·Lord;ἰδοὺBeholdτὰtheἡμίσιάhalfμουmyτῶνtheὑπαρχόντων,possessionsκύριε,Lord,τοῖςto theπτωχοῖςpoorδίδωμι·I give;καὶandεἴifτινόςof anyoneτιanythingἐσυκοφάντησα,I have defrauded,ἀποδίδωμιI restore itτετραπλοῦν.fourfold.
9Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
ΕἶπενSaidδὲthenπρὸςtoαὐτὸνhimὁtheἸησοῦςJesusὅτιthatσήμερονTodayσωτηρίαsalvationτῷto theοἴκῳhouseτούτῳthisἐγένετο,has come,καθότιbecauseκαὶalsoαὐτὸςhe himselfυἱὸςa sonἈβραάμof Abrahamἐστιν·is;
10ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
ἦλθενCameγὰρforὁtheυἱὸςSonτοῦtheἀνθρώπουof Manζητῆσαιto seekκαὶandσῶσαιto saveτὸthatἀπολωλός.having been lost.
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.
ἈκουόντωνWhen are hearingδὲnowαὐτῶνtheyταῦταthese thingsπροσθεὶςhaving proceededεἶπενHe spokeπαραβολὴνa parableδιὰbecauseτὸtheἐγγὺςnearεἶναιbeingἸερουσαλὴμto JerusalemαὐτὸνHeκαὶandδοκεῖνthinkingαὐτοὺςtheyὅτιthatπαραχρῆμαimmediatelyμέλλειis aboutἡtheβασιλείαkingdomτοῦtheθεοῦof Godἀναφαίνεσθαι.to appear.
12Εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
ΕἶπενHe saidοὖν·therefore;ἄνθρωπόςA manτιςcertainεὐγενὴςof noble birthἐπορεύθηproceededεἰςtoχώρανa countryμακρὰνdistantλαβεῖνto receiveἑαυτῷfor himselfβασιλείανa kingdomκαὶandὑποστρέψαι.to return.
13καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθαι ἐν ᾧ ἔρχομαι.
καλέσαςHaving calledδὲthenδέκαtenδούλουςservantsἑαυτοῦhis ownἔδωκενhe gaveαὐτοῖςto themδέκαtenμνᾶςminasκαὶandεἶπενsaidπρὸςtoαὐτούς·them;πραγματεύσασθαιto tradeἐνinᾧthatἔρχομαι.I come back.
14οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
οἱtheδὲButπολῖταιthe citizensαὐτοῦof himἐμίσουνwere hatingαὐτὸνhimκαὶandἀπέστειλανsentπρεσβείανa delegationὀπίσωafterαὐτοῦhimλέγοντες·saying;οὐNotθέλομενwe are willing forτοῦτονthis manβασιλεῦσαιto reignἐφ᾽overἡμᾶς.us.
15καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
καὶAndἐγένετοit came to passἐνonτῷtheἐπανελθεῖνreturningαὐτὸνof himλαβόνταhaving receivedτὴνtheβασιλείανkingdomκαὶthatεἶπενhe directedφωνηθῆναιto be calledαὐτῷto himτοὺςtheδούλουςservantsτούτουςtheseοἷςto whomδεδώκειhe had givenτὸtheἀργύριον,money,ἵναin order thatγνοῖhe may knowτίwhatδιεπραγματεύσαντο.they had gained by trading.
16Παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.
ΠαρεγένετοCame upδὲthenὁtheπρῶτοςfirstλέγων·saying;κύριε,lord,ἡtheμνᾶminaσουof youδέκαtenπροσηργάσατοhas producedμνᾶς.more minas.
17καὶ εἶπεν αὐτῷ· εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
καὶAndεἶπενHe saidαὐτῷ·to him;εὖγεwell doneἀγαθὲgoodδοῦλε,servant!ὅτιBecauseἐνinἐλαχίστῳvery littleπιστὸςfaithfulἐγένου,you were,ἴσθιdo beἐξουσίανhaving authorityἔχωνyou areἐπάνωoverδέκαtenπόλεων.cities.
18Καὶ ἦλθεν ὁ δεύτερος λέγων· ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
ΚαὶAndἦλθενcameὁtheδεύτεροςsecondλέγων·saying;ἡTheμνᾶminaσου,of you,κύριε,lord,ἐποίησενhas madeπέντεfiveμνᾶς.minas.
19εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
εἶπενHe saidδὲthenκαὶalsoτούτῳ·to this one;καὶAndσὺyou yourselfἐπάνωoverγίνουdo beπέντεfiveπόλεων.cities.
20Καὶ ὁ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
ΚαὶAndὁtheἕτεροςanotherἦλθενcameλέγων·saying;κύριε,lord,ἰδοὺbeholdἡtheμνᾶminaσουof youἣνwhichεἶχονI was keepingἀποκειμένηνlyingἐνinσουδαρίῳ·a piece of cloth;
21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
ἐφοβούμηνI was afraidγάρforσε,of you,ὅτιbecauseἄνθρωποςa manαὐστηρὸςharshεἶ·you are;αἴρειςYou take upὃwhatοὐκnotἔθηκαςyou did lay downκαὶandθερίζειςyou reapὃwhatοὐκnotἔσπειρας.you did sow.
22Λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
ΛέγειHe saysαὐτῷ·to him;ἐκOut ofτοῦtheστόματόςmouthσουof youκρινῶI will judgeσε,you,πονηρὲevilδοῦλε.servant.ᾔδειςYou knewὅτιthatἐγὼI myselfἄνθρωποςa manαὐστηρόςharshεἰμιamαἴρωνtaking upὃwhatοὐκnotἔθηκαI did lay downκαὶandθερίζωνreapingὃwhatοὐκnotἔσπειρα·I did sow;
23καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;
καὶThenδιὰbecause ofτίwhyοὐκnotἔδωκάςdid you giveμουmyτὸtheἀργύριονmoneyἐπὶtoτράπεζαν,bank,κἀγὼand I myselfἐλθὼνhaving comeσὺνwithτόκῳinterestἂνmaybeαὐτὸitἔπραξα;collected
24καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
καὶAndτοῖςto thoseπαρεστῶσινhaving stood byεἶπεν·he said;ἄρατεdo takeἀπ᾽fromαὐτοῦhimτὴνtheμνᾶνminaκαὶandδότεdo give itτῷto the oneτὰςtheδέκαtenμνᾶςminasἔχοντι.having.
25καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.
καὶAndεἶπανthey saidαὐτῷ·to him;κύριε,Master,ἔχειhe hasδέκαtenμνᾶς.minas.
26λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται
λέγωI sayὑμῖνto youὅτιthatπαντὶto everyoneτῷwhoἔχοντιis havingδοθήσεται,will be given,ἀπὸfromδὲhoweverτοῦthe oneμὴnotἔχοντοςhavingκαὶevenὃthat whichἔχειhe hasἀρθήσεταιwill be taken away
27Πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
ΠλὴνFurthermoreτοὺςtheἐχθρούςenemiesμουof mineτούτουςtheseτοὺςthoseμὴnotθελήσαντάςhaving been willing forμεmeβασιλεῦσαιto reignἐπ᾽overαὐτοὺςthemἀγάγετεdo bringὧδεhereκαὶandκατασφάξατεdo slayαὐτοὺςthemἔμπροσθένbeforeμου.me.
28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
ΚαὶAndεἰπὼνhaving saidταῦταthese thingsἐπορεύετοHe was going onἔμπροσθενaheadἀναβαίνωνgoing upεἰςtoἹεροσόλυμα.Jerusalem.
29καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν
καὶAndἐγένετοit came to passὡςasἤγγισενHe drew nearεἰςtoΒηθφαγὴBethphageκαὶandΒηθανίανBethanyπρὸςtowardτὸtheὄροςmountτὸwhichκαλούμενονis being calledἘλαιῶνOlivetἀπέστειλενHe sentδύοtwoτῶνof theμαθητῶνdisciples
30λέγων· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· καὶ λύσαντες αὐτὸν ἀγάγετε.
λέγων·speaking;ὑπάγετεdo goεἰςintoτὴνtheκατέναντιaheadκώμην,village,ἐνinᾗwhichεἰσπορευόμενοιenteringεὑρήσετεyou will findπῶλονa coltδεδεμένονtiedἐφ᾽onὃνwhichοὐδεὶςno oneπώποτεever yetἀνθρώπωνof menἐκάθισεν·has sat;καὶandλύσαντεςhaving untiedαὐτὸνitἀγάγετε.do bring it.
31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
καὶAndἐάνifτιςanyoneὑμᾶςyouἐρωτᾷ·shall ask;διὰBecause ofτίwhyλύετε;do you untie it?οὕτωςthusἐρεῖτεwill you sayὅτιBecauseὁtheκύριοςLordαὐτοῦof itχρείανneedἔχει.has.’
32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
ἈπελθόντεςHaving departedδὲthenοἱthoseἀπεσταλμένοιsentεὗρονfound itκαθὼςeven asεἶπενHe had saidαὐτοῖς.to them.
33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
λυόντωνWhen are untyingδὲthenαὐτῶνtheyτὸνtheπῶλονcoltεἶπανsaidοἱtheκύριοιmastersαὐτοῦof itπρὸςtoαὐτούς·them;τίWhyλύετεuntie youτὸνtheπῶλον;colt?
34οἱ δὲ εἶπαν· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
οἱtheδὲAndεἶπαν·they said:ὅτιthatὁTheκύριοςLordαὐτοῦof itχρείανneedἔχει.has.
35καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
καὶAndἤγαγονthey ledαὐτὸνitπρὸςtoτὸνtheἸησοῦν,Jesus,καὶandἐπιρίψαντεςhaving castαὐτῶνtheirτὰtheἱμάτιαgarmentsἐπὶonτὸνtheπῶλονcoltἐπεβίβασανthey put on itτὸνtheἸησοῦν.Jesus.
36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ.
πορευομένουWhen is goingδὲthenαὐτοῦHeὑπεστρώννυονthey were spreadingτὰtheἱμάτιαgarmentsἑαυτῶνtheir ownἐνonτῇtheὁδῷ.road.
37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
ἘγγίζοντοςWhen is drawing nearδὲthenαὐτοῦheἤδηalreadyπρὸςatτῇtheκαταβάσειdescentτοῦof theὄρουςMountτῶνtheἐλαιῶνof Olivesἤρξαντοbeganἅπανallτὸtheπλῆθοςmultitudeτῶνof theμαθητῶνdisciplesχαίροντεςrejoicingαἰνεῖνto praiseτὸνtheθεὸνGodφωνῇin a voiceμεγάλῃloudπερὶforπασῶνallὧνwhichεἶδονthey had seenδυνάμεωνthe mighty works
38λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις.
λέγοντες·saying:εὐλογημένοςBlessed isὁtheἐρχόμενοςcomingὁtheβασιλεὺςKingἐνinὀνόματιthe nameκυρίου·of the Lord;ἐνInοὐρανῷheavenεἰρήνη,peace,καὶandδόξαgloryἐνinὑψίστοις.the highest.
39καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
καίAndτινεςsomeτῶνof theΦαρισαίωνPhariseesἀπὸfromτοῦtheὄχλουcrowdεἶπανsaidπρὸςtoαὐτόν·Him;διδάσκαλε,Teacher,ἐπιτίμησονdo rebukeτοῖςtheμαθηταῖςdisciplesσου.of You.
40καὶ ἀποκριθεὶς εἶπεν λέγω ὑμῖν ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.
καὶAndἀποκριθεὶςansweringεἶπενHe saidλέγωI sayὑμῖνto youἐὰνifοὗτοιtheseσιωπήσουσιν,will be silent,οἱtheλίθοιstonesκράξουσιν.will cry out.
41Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτὴν
ΚαὶAndὡςasἤγγισεν,He drew near,ἰδὼνhaving seenτὴνtheπόλινcityἔκλαυσενHe weptἐπ᾽overαὐτὴνit
42λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
λέγωνsayingὅτιthatεἰIfἔγνωςyou had knownἐνinτῇtheἡμέρᾳdayταύτῃthisκαὶevenσὺyou yourselfτὰthe thingsπρὸςforεἰρήνηνpeaceνῦνNowδὲhoweverἐκρύβηthey are hiddenἀπὸfromὀφθαλμῶνeyesσου.of you.
43ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
ὅτιForἥξουσινwill comeἡμέραιdaysἐπὶuponσέ,youκαὶthatπαρεμβαλοῦσινwill cast aroundοἱtheἐχθροίenemiesσουof youχάρακάa barricadeσοιyouκαὶandπερικυκλώσουσίνthey will surroundσεyouκαὶandσυνέξουσίνthey will hem inσεyouπάντοθενon every side
44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοὶ καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
καὶandἐδαφιοῦσίνwill level to the groundσεyouκαὶandτὰtheτέκναchildrenσουof youἐνwithinσοὶyouκαὶandοὐκnotἀφήσουσινwill leaveλίθονa stoneἐπὶuponλίθονa stoneἐνwithinσοί,you,ἀνθ᾽becauseὧνwhichοὐκnotἔγνωςyou knewτὸνtheκαιρὸνseasonτῆςtheἐπισκοπῆςof visitationσου.of you.
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
ΚαὶAndεἰσελθὼνhaving enteredεἰςintoτὸtheἱερὸνtempleἤρξατοHe beganἐκβάλλεινto cast outτοὺςthoseπωλοῦνταςselling
46λέγων αὐτοῖς· γέγραπται, καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
λέγωνsayingαὐτοῖς·to them;γέγραπται,It has been written:καὶAndἔσταιwill beὁtheοἶκόςhouseμουof Mineοἶκοςa houseπροσευχῆς·of prayer’;ὑμεῖςYou yourselvesδὲhoweverαὐτὸνitἐποιήσατεmadeσπήλαιονa denλῃστῶν.of robbers.’
47καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
καὶAndἦνHe wasδιδάσκωνteachingτὸtheκαθ᾽everyἡμέρανdayἐνinτῷtheἱερῷ·temple;οἱtheδὲhoweverἀρχιερεῖςchief priestsκαὶandοἱtheγραμματεῖςscribesἐζήτουνwere seekingαὐτὸνHimἀπολέσαιto destroyκαὶandοἱtheπρῶτοιforemostτοῦof theλαοῦ,people,
48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
καὶAndοὐχnotεὕρισκονthey were findingτὸtheτίwhatποιήσωσιν·they may do;ὁtheλαὸςpeopleγὰρforἅπαςallἐξεκρέματοwere hanging onαὐτοῦHis wordsἀκούων.listening.