The Westcott and Hort text with a word by word English gloss under every Greek word. 679 words in 43 verses.
Open Luke 18 in the interlinear reader1Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν
ἜλεγενHe was speakingδὲthenπαραβολὴνa parableαὐτοῖςto themπρὸςaboutτὸitδεῖνneedingπάντοτεalwaysπροσεύχεσθαιto prayαὐτοὺςtheyκαὶandμὴnotἐγκακεῖνto lose heart
2λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
λέγων·saying;κριτήςA judgeτιςcertainἦνthere wasἔνinτινιa certainπόλειcityτὸνtheθεὸνGodμὴnotφοβούμενοςfearingκαὶandἄνθρωπονmanμὴnotἐντρεπόμενος.respecting.
3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
χήραA widowδὲthenἦνthere wasἐνinτῇtheπόλειcityἐκείνῃthatκαὶandἤρχετοshe was comingπρὸςtoαὐτὸνhimλέγουσα·saying;ἐκδίκησόνdo avengeμεmeἀπὸofτοῦtheἀντιδίκουadversaryμου.of mine.
4καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
καὶAndοὐκnotἤθελενhe was desiring to doἐπὶforχρόνον.a time.μετὰafterwardδὲhoweverταῦταheεἶπενsaidἐνwithinἑαυτῷ·himself;εἰIfκαὶevenτὸνtheθεὸνGodοὐnotφοβοῦμαιI fearοὐδὲnorἄνθρωπονmanἐντρέπομαι,respect,
5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
διάbecauseγεyetτὸitπαρέχεινoccasioningμοιmeκόπονtroubleτὴνtheχήρανwidowταύτηνthisἐκδικήσωI will avengeαὐτήν,her,ἵναso thatμὴnotεἰςtoτέλοςendἐρχομένηcomingὑπωπιάζῃshe may exhaustμε.me.
6Εἶπεν δὲ ὁ κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
ΕἶπενSaidδὲthenὁtheκύριος·Lord;ἀκούσατεdo hearτίwhatὁtheκριτὴςjudgeτῆςtheἀδικίαςunrighteousλέγει·says;
7ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς;
ὁtheδὲAndθεὸςGodοὐcertainlyμὴnotποιήσῃmay doτὴνtheἐκδίκησινavengingτῶνof theἐκλεκτῶνelectαὐτοῦof Himτῶνthe onesβοώντωνcrying outαὐτῷto Himἡμέραςdayκαὶandνυκτός,night,καὶandμακροθυμεῖbe patientἐπ᾽in regard toαὐτοῖς;them?
8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
λέγωI sayὑμῖνto youὅτιthatποιήσειHe will carry outτὴνtheἐκδίκησινavengingαὐτῶνof themἐνwithτάχει.speed.πλὴνNeverthelessὁtheυἱὸςSonτοῦtheἀνθρώπουof Manἐλθὼνhaving comeἆραsurely notεὑρήσειwill He findτὴνtheπίστινfaithἐπὶonτῆςtheγῆς;earth?
9Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.
ΕἶπενHe spokeδὲnowκαὶalsoπρόςtoτιναςsomeτοὺςtheπεποιθόταςhaving trustedἐφ᾽inἑαυτοῖςthemselvesὅτιthatεἰσὶνthey areδίκαιοιrighteousκαὶandἐξουθενοῦνταςdespisingτοὺςtheλοιποὺςothersτὴνtheπαραβολὴνparableταύτην.this.
10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
ἌνθρωποιMenδύοtwoἀνέβησανwent upεἰςintoτὸtheἱερὸνtempleπροσεύξασθαι,to pray,εἷςoneΦαρισαῖοςa Phariseeκαὶandὁtheἕτεροςotherτελώνης.a tax collector.
11ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
ὁTheΦαρισαῖοςPhariseeσταθεὶςhaving stoodπρὸςtowardἑαυτὸνhimselfταῦταthese thingsπροσηύχετο·was praying;ὁOθεός,God,εὐχαριστῶI thankσοιYouὅτιthatοὐκnotεἰμὶI amὥσπερlikeοἱtheλοιποὶrestτῶνof theἀνθρώπων,men —ἅρπαγες,swindlers,ἄδικοι,unrighteous,μοιχοί,adulterers —ἢorκαὶevenὡςlikeοὗτοςthisὁtheτελώνης.tax collector.
12νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
νηστεύωI fastδὶςtwiceτοῦin theσαββάτου,week,ἀποδεκατῶI titheπάνταall thingsὅσαas much asκτῶμαι.I gain.
13Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος ἑαυτοῦ λέγων· ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
Ὁtheδὲbutτελώνηςthe tax collectorμακρόθενafar offἑστὼςhaving stoodοὐκnotἤθελενwas willingοὐδὲnot evenτοὺςtheὀφθαλμοὺςeyesἐπᾶραιto lift upεἰςtoτὸνtheοὐρανόν,heavenἀλλ᾽butἔτυπτενwas strikingτὸtheστῆθοςbreastἑαυτοῦhis ownλέγων·saying:ὁOθεός,God,ἱλάσθητίdo be mercifulμοιto meτῷto theἁμαρτωλῷ.sinner!
14λέγω ὑμῖν· κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
λέγωI sayὑμῖν·to you;κατέβηwent downοὗτοςthis oneδεδικαιωμένοςjustifiedεἰςtoτὸνtheοἶκονhouseαὐτοῦof himπαρ᾽compared withἐκεῖνον.that one.ὅτιForπᾶςeveryoneὁwhoὑψῶνis exaltingἑαυτὸνhimselfταπεινωθήσεται,will be humbled,ὁthe oneδὲhoweverταπεινῶνhumblingἑαυτὸνhimselfὑψωθήσεται.will be exalted.
15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
ΠροσέφερονThey were bringingδὲthenαὐτῷto Himκαὶalsoτὰtheβρέφηinfantsἵναthatαὐτῶνthemἅπτηται·He may touch;ἰδόντεςhaving seenδὲhoweverοἱtheμαθηταὶdisciplesἐπετίμωνwere rebukingαὐτοῖς.them.
16ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
ὁtheδὲButἸησοῦςJesusπροσεκαλέσατοcalledαὐτὰthemλέγων·speaking;ἄφετεdo permitτὰtheπαιδίαlittle childrenἔρχεσθαιto comeπρόςtoμεMeκαὶandμὴnotκωλύετεdo forbidαὐτά·them;τῶνtheγὰρforτοιούτωνof suchἐστὶνisἡtheβασιλείαkingdomτοῦtheθεοῦ.of God.
17ἀμὴν λέγω ὑμῖν· ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
ἀμὴνAmenλέγωI sayὑμῖν·to you;ὃςwhoeverἂνmaybeμὴnotδέξηταιshall receiveτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godὡςasπαιδίον,a child,οὐcertainlyμὴnotεἰσέλθῃshall enterεἰςintoαὐτήν.it.
18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
ΚαὶAndἐπηρώτησένaskedτιςa certainαὐτὸνHimἄρχωνrulerλέγων·saying;διδάσκαλεTeacherἀγαθέ,good,τίwhatποιήσαςhaving doneζωὴνlifeαἰώνιονeternalκληρονομήσω;will I inherit?
19εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
εἶπενSaidδὲthenαὐτῷto himὁtheἸησοῦς·Jesus;τίWhyμεMeλέγειςyou callἀγαθόν;good?οὐδεὶςNo one isἀγαθὸςgoodεἰonlyμὴexceptεἷςoneὁtheθεός.God.
20τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
τὰςTheἐντολὰςcommandmentsοἶδας·You know:μὴNotμοιχεύσῃς,shall you commit adultery,μὴnotφονεύσῃς,shall you murder,μὴnotκλέψῃς,shall you steal,μὴnotψευδομαρτυρήσῃς,shall you bear false witness,τίμαdo honorτὸνtheπατέραfatherσουof youκαὶandτὴνtheμητέραmother
21ὁ δὲ εἶπεν· ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος
ὁtheδὲAndεἶπεν·he said;ταῦταTheseπάνταallἐφύλαξαI keptἐκfromνεότητοςthe youth
22Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς· καὶ δεῦρο, ἀκολούθει μοι.
ἈκούσαςHaving heardδὲthenὁtheἸησοῦςJesusεἶπενsaidαὐτῷ·to him;ἔτιYetἕνone thingσοιto youλείπει·is lacking:πάνταAllὅσαas much asἔχειςyou haveπώλησονdo sellκαὶandδιάδοςdo distributeπτωχοῖς,to the poor,καὶandἕξειςyou will haveθησαυρὸνtreasureἐνinτοῖςtheοὐρανοῖς·heavens;καὶandδεῦρο,come,ἀκολούθειdo followμοι.Me.
23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη· ἦν γὰρ πλούσιος σφόδρα.
ὉtheδὲAndἀκούσαςhaving heardταῦταthese thingsπερίλυποςvery sorrowfulἐγενήθη·he became;ἦνhe wasγὰρforπλούσιοςrichσφόδρα.extremely.
24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται.
ἸδὼνHaving seenδὲthenαὐτὸνhimὁtheἸησοῦςJesusεἶπεν·saying;πῶςHowδυσκόλωςdifficultοἱfor thoseτὰtheχρήματαrichesἔχοντεςhaving whenεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godεἰσπορεύονται.they enter.
25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
εὐκοπώτερονEasierγάρforἐστινit isκάμηλονa camelδιὰthroughτρήματοςan eyeβελόνηςof a needleεἰσελθεῖνto goἢthanπλούσιονa rich manεἰςintoτὴνtheβασιλείανkingdomτοῦtheθεοῦof Godεἰσελθεῖν.to enter.
26εἶπαν δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι;
εἶπανSaidδὲthenοἱthoseἀκούσαντες·having heard;καὶThenτίςwhoδύναταιis ableσωθῆναι;to be saved?
27ὁ δὲ εἶπεν· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
ὁtheδὲButεἶπεν·He said;τὰThe thingsἀδύναταimpossibleπαρὰwithἀνθρώποιςmenδυνατὰpossibleπαρὰwithτῷtheθεῷGodἐστιν.are.
28Εἶπεν δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
ΕἶπενSaidδὲthenὁtheΠέτρος·Peter;ἰδοὺBeholdἡμεῖςwe ourselvesἀφέντεςhaving abandonedτὰtheἴδιαour own thingsἠκολουθήσαμένfollowedσοι.You.
29Ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
ὉtheδὲAndεἶπενHe saidαὐτοῖς·to them;ἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatοὐδείςno oneἐστινthere isὃςwhoἀφῆκενhas leftοἰκίανhouseἢorγυναῖκαwifeἢorἀδελφοὺςbrothersἢorγονεῖςparentsἢorτέκναchildrenἕνεκενfor the sake ofτῆςtheβασιλείαςkingdomτοῦtheθεοῦ,of God,
30ὃς οὐχὶ μὴ λάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
ὃςwhoοὐχὶcertainlyμὴnothingλάβῃmay receiveπολλαπλασίοναmanifold moreἐνinτῷtheκαιρῷtimeτούτῳthis —καὶandἐνinτῷtheαἰῶνιageτῷwhichἐρχομένῳis comingζωὴνlifeαἰώνιον.eternal.
31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
ΠαραλαβὼνHaving taken asideδὲthenτοὺςtheδώδεκαTwelveεἶπενHe saidπρὸςtoαὐτούς·them;ἰδοὺBeholdἀναβαίνομενwe go upεἰςtoἸερουσαλήμ,Jerusalem,καὶandτελεσθήσεταιwill be accomplishedπάνταall thingsτὰwhichγεγραμμέναwrittenδιὰthroughτῶνtheπροφητῶνprophetsτῷabout theυἱῷSonτοῦtheἀνθρώπου·of Man;
32παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
παραδοθήσεταιHe will be betrayedγὰρforτοῖςto theἔθνεσινGentilesκαὶandἐμπαιχθήσεταιwill be mockedκαὶandὑβρισθήσεταιwill be insultedκαὶandἐμπτυσθήσεται,will be spit upon,
33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
καὶAndμαστιγώσαντεςhaving flogged Himἀποκτενοῦσινthey will killαὐτόν,Him,καὶandτῇon theἡμέρᾳdayτῇtheτρίτῃthirdἀναστήσεται.He will rise again.
34καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
καὶAndαὐτοὶthey themselvesοὐδὲνno thingτούτωνof these thingsσυνῆκαν,understood,καὶandἦνwasτὸtheῥῆμαdeclarationτοῦτοthisκεκρυμμένονhiddenἀπ᾽fromαὐτῶν,them,καὶandοὐκneitherἐγίνωσκονthey were knowingτὰthe thingsλεγόμενα.being spoken.
35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
ἘγένετοIt came to passδὲthenἐνinτῷtheἐγγίζεινdrawing nearαὐτὸνby HimεἰςtoἸεριχὼJerichoτυφλόςa blind manτιςcertainἐκάθητοwas sittingπαρὰbesideτὴνtheὁδὸνroadἐπαιτῶν.begging.
36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο.
ἀκούσαςHaving heardδὲnowὄχλουa crowdδιαπορευομένουpassing alongἐπυνθάνετοhe was askingτίwhatεἴηwould beτοῦτο.this.
37ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
ἀπήγγειλανThey toldδὲthenαὐτῷto himὅτιthatἸησοῦςJesusὁtheΝαζωραῖοςof Nazarethπαρέρχεται.is passing by.
38καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.
καὶAndἐβόησενhe called outλέγων·saying;ἸησοῦJesusυἱὲSonΔαυίδ,of David,ἐλέησόνdo have mercy onμε.me.
39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ. αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.
ΚαὶAndοἱthoseπροάγοντεςgoing beforeἐπετίμωνwere rebukingαὐτῷhimἵναthatσιγήσῃ.he may be silent.αὐτὸςHe himselfδὲhoweverπολλῷmuchμᾶλλονmoreἔκραζεν·was crying out;υἱὲSonΔαυίδ,of David,ἐλέησόνdo have mercy onμε.me.
40Σταθεὶς δὲ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
ΣταθεὶςHaving stoppedδὲthenἸησοῦςJesusἐκέλευσενcommandedαὐτὸνhimἀχθῆναιto be broughtπρὸςtoαὐτόν.Him.ἐγγίσαντοςWhen was approachingδὲthenαὐτοῦheἐπηρώτησενHe askedαὐτόν·him;
41τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· κύριε, ἵνα ἀναβλέψω.
τίWhatσοιto youθέλειςdesire youποιήσω;I may do?ὁtheδὲAndεἶπεν·he said;κύριε,Lord,ἵναthatἀναβλέψω.I may receive sight.
42καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
καὶAndὁtheἸησοῦςJesusεἶπενsaidαὐτῷ·to him;ἀνάβλεψον·do receive sight:ἡTheπίστιςfaithσουof youσέσωκένhas healedσε.you.
43καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
καὶAndπαραχρῆμαimmediatelyἀνέβλεψενhe received sightκαὶandἠκολούθειwas followingαὐτῷHimδοξάζωνglorifyingτὸνtheθεόν.God.καὶAndπᾶςallὁtheλαὸςpeopleἰδὼνhaving seen itἔδωκενgaveαἶνονpraiseτῷtheθεῷ.to God.