The Westcott and Hort text with a word by word English gloss under every Greek word. 607 words in 35 verses.
Open Luke 14 in the interlinear reader1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
ΚαὶAndἐγένετοit came to passἐνonτῷtheἐλθεῖνgoingαὐτὸνof Himεἰςintoοἶκόνa houseτινοςof oneτῶνof theἀρχόντωνrulersτῶνof theΦαρισαίωνPhariseesσαββάτῳon a Sabbathφαγεῖνto eatἄρτονbreadκαὶandαὐτοὶthey themselvesἦσανwereπαρατηρούμενοιwatchingαὐτόν.Him.
2καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
καὶAndἰδοὺbeholdἄνθρωπόςa manτιςcertainἦνthere wasὑδρωπικὸςwith dropsyἔμπροσθενbeforeαὐτοῦ.Him.
3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ;
ΚαὶAndἀποκριθεὶςansweringὁtheἸησοῦςJesusεἶπενspokeπρὸςtoτοὺςtheνομικοὺςlawyersκαὶandΦαρισαίουςto the Phariseesλέγων·saying;ἔξεστινIs it lawfulτῷon theσαββάτῳSabbathθεραπεῦσαιto healἢorοὔ;not?
4οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
οἱtheδὲButἡσύχασαν.they were silent.καὶAndἐπιλαβόμενοςhaving taken hold of himἰάσατοHe healedαὐτὸνhimκαὶandἀπέλυσεν.let him go.
5Καὶ πρὸς αὐτοὺς εἶπεν· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
ΚαὶAndπρὸςtoαὐτοὺςthemεἶπεν·He said;τίνοςWhichὑμῶνof youυἱὸςa sonἢorβοῦςan oxεἰςintoφρέαρa pitπεσεῖται,will collapse,καὶalsoοὐκsurelyεὐθέωςimmediatelyἀνασπάσειhe will pull upαὐτὸνhimἐνonἡμέρᾳdayτοῦtheσαββάτου;Sabbath?
6καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
καὶAndοὐκnotἴσχυσανthey were ableἀνταποκριθῆναιto replyπρὸςtoταῦτα.these things.
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολὴν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
ἜλεγενHe was speakingδὲthenπρὸςtoτοὺςthoseκεκλημένουςinvitedπαραβολὴνa parableἐπέχωνremarkingπῶςhowτὰςtheπρωτοκλισίαςfirst placesἐξελέγοντο,they were choosing out,λέγωνsayingπρὸςtoαὐτούς·them;
8ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
ὅτανWhenκληθῇςyou may be invitedὑπόbyτινοςanyoneεἰςtoγάμους,wedding feasts,μὴnotκατακλιθῇςmay reclineεἰςinτὴνtheπρωτοκλισίαν,first place,μήποτεotherwiseἐντιμότερόςone more honorableσουthan youᾖmay have beenκεκλημένοςinvitedὑπ᾽byαὐτοῦ,him,
9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον. καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
καὶandἐλθὼνhaving comeὁthe oneσὲyouκαὶandαὐτὸνhimκαλέσαςhaving invitedἐρεῖhe will sayσοι·to you;δὸςdo giveτούτῳto this oneτόπον.your place.καὶandτότεthenἄρξῃyou will beginμετὰwithαἰσχύνηςshameτὸνtheἔσχατονlastτόπονplaceκατέχειν.to take.
10ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, ἐρεῖ σοι· φίλε, προσανάβηθι ἀνώτερον. τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
ἀλλ᾽Butὅτανwhenκληθῇς,you may be invited,πορευθεὶςhaving goneἀνάπεσεdo reclineεἰςinτὸνtheἔσχατονlastτόπον,place,ἵναso thatὅτανwhenἔλθῃmay comeὁthe oneκεκληκώςhaving invitedσε,you,ἐρεῖhe will sayσοι·to you;φίλε,Friend,προσανάβηθιdo come upἀνώτερον.higher.τότεThenἔσταιwill beσοιto youδόξαgloryἐνώπιονbeforeπάντωνallτῶνthoseσυνανακειμένωνrecliningσοι.with you.
11ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
ὅτιForπᾶςeveryoneὁwhoὑψῶνis exaltingἑαυτὸνhimselfταπεινωθήσεται,will be humbled,καὶandὁthe oneταπεινῶνhumblingἑαυτὸνhimselfὑψωθήσεται.will be exalted.
12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
ἜλεγενHe was sayingδὲthenκαὶalsoτῷto the oneκεκληκότιhaving invitedαὐτόν·Him;ὅτανWhenποιῇςyou may makeἄριστονa dinnerἢorδεῖπνον,a supper,μὴnotφώνειdo callτοὺςtheφίλουςfriendsσουof youμηδὲnor callτοὺςtheἀδελφούςbrothersσουof youμηδὲnor callτοὺςtheσυγγενεῖςrelativesσουof youμηδὲnor callγείτοναςneighboursπλουσίουςrichμήποτεotherwiseκαὶalsoαὐτοὶthey themselvesἀντικαλέσωσίνmay invite in returnσεyouκαὶandγένηταιit may becomeἀνταπόδομάrecompenseσοι.to you.
13ἀλλ᾽ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς.
ἀλλ᾽Butὅτανwhenδοχὴνa feastποιῇς,you may makeκάλειdo callπτωχούς,the poor,ἀναπείρους,the crippled,χωλούς,the lame,τυφλούς.the blind.
14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
καὶandμακάριοςblessedἔσῃ,you will be,ὅτιbecauseοὐκnothingἔχουσινthey haveἀνταποδοῦναίto repayσοι·you;ἀνταποδοθήσεταιIt will be recompensedγάρforσοιto youἐνinτῇtheἀναστάσειresurrectionτῶνof theδικαίων.righteous.
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
ἈκούσαςHaving heardδέthenτιςoneτῶνof thoseσυνανακειμένωνreclining with Himταῦταthese thingsεἶπενhe saidαὐτῷ·to Him;μακάριοςBlessed is heὅστιςwhoφάγεταιwill eatἄρτονbreadἐνinτῇtheβασιλείᾳkingdomτοῦtheθεοῦ.of God.
16Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς·
ὉtheδὲButεἶπενHe saidαὐτῷ·to him;ἄνθρωπόςA manτιςcertainἐποίειwas preparingδεῖπνονa supperμέγαgreatκαὶandἐκάλεσενinvitedπολλούς·many;
17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν
καὶAndἀπέστειλενhe sentτὸνtheδοῦλονservantαὐτοῦof himτῇat theὥρᾳhourτοῦof theδείπνουsupperεἰπεῖνto sayτοῖςto thoseκεκλημένοις·invited;ἔρχεσθε,do come,ὅτιforἤδηnowἕτοιμάreadyἐστινit is
18καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. Ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
καὶAndἤρξαντοbeganἀπὸwithμιᾶςone voiceπάντεςallπαραιτεῖσθαι.to excuse themselves.ὉTheπρῶτοςfirstεἶπενsaidαὐτῷ·to him;ἀγρὸνA fieldἠγόρασαI have boughtκαὶandἔχωI haveἀνάγκηνneedἐξελθὼνgoing outἰδεῖνto seeαὐτόν·it;ἐρωτῶI beg ofσε,you,ἔχεdo holdμεmeπαρῃτημένον.excused.
19καὶ ἕτερος εἶπεν· ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
καὶAndἕτεροςanotherεἶπεν·said;ζεύγηYokeβοῶνof oxenἠγόρασαI have boughtπέντεfiveκαὶandπορεύομαιI am goingδοκιμάσαιto proveαὐτά·them;ἐρωτῶI beg ofσε,youἔχεdo holdμεmeπαρῃτημένον.excused.
20καὶ ἕτερος εἶπεν· γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
καὶAndἕτεροςanotherεἶπεν·said;γυναῖκαA wifeἔγημαI have marriedκαὶandδιὰbecause ofτοῦτοthisοὐnotδύναμαιI am ableἐλθεῖν.to come.
21καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
καὶAndπαραγενόμενοςhaving comeὁtheδοῦλοςservantἀπήγγειλενreportedτῷto theκυρίῳmasterαὐτοῦof himταῦτα.these things.ΤότεThenὀργισθεὶςhaving become angryὁtheοἰκοδεσπότηςmaster of the houseεἶπενsaidτῷto theδούλῳservantαὐτοῦ·of him;ἔξελθεdo go outταχέωςsoonεἰςintoτὰςtheπλατείαςstreetsκαὶandῥύμαςlanesτῆςof theπόλεως,city,καὶandτοὺςtheπτωχοὺςpoorκαὶandἀναπείρουςcrippledκαὶandτυφλοὺςblindκαὶandχωλοὺςlameεἰσάγαγεdo bring inὧδε.here.
22καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
καὶAndεἶπενsaidὁtheδοῦλος·servant;κύριε,Sir,γέγονενit has been doneὃasἐπέταξας,you did command,καὶandἔτιstillτόποςroomἐστίν.there is.
23καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν ἵνα γεμισθῇ μου ὁ οἶκος.
καὶAndεἶπενsaidὁtheκύριοςmasterπρὸςtoτὸνtheδοῦλον·servant;ἔξελθεdo go outεἰςintoτὰςtheὁδοὺςhighwaysκαὶandφραγμοὺςhedgesκαὶandἀνάγκασονdo compel themεἰσελθεῖνto come inἵναso thatγεμισθῇmay be filledμουof mineὁtheοἶκος.house.
24λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου
λέγωI sayγὰρforὑμῖνto youὅτιthatοὐδεὶςnot oneτῶνof theἀνδρῶνmenἐκείνωνof thoseτῶνwhichκεκλημένωνinvitedγεύσεταίwill tasteμουmyτοῦtheδείπνουsupper
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
ΣυνεπορεύοντοWere going withδὲthenαὐτῷHimὄχλοιcrowdsπολλοί.great.καὶandστραφεὶςhaving turnedεἶπενHe saidπρὸςtoαὐτούς·them;
26εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
εἴIfτιςanyoneἔρχεταιcomesπρόςtoμεMeκαὶandοὐnotμισεῖhe hatesτὸνtheπατέραfatherἑαυτοῦof himselfκαὶandτὴνtheμητέραmotherκαὶandτὴνtheγυναῖκαwifeκαὶandτὰtheτέκναchildrenκαὶandτοὺςtheἀδελφοὺςbrothersκαὶandτὰςtheἀδελφάς,sistersἔτιyesτεandκαὶevenτὴνtheψυχὴνlifeἑαυτοῦ,his ownοὐnotδύναταιhe is ableεἶναίto beμουMyμαθητής.disciple.
27ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
ὅστιςWhoeverοὐnotβαστάζειcarriesτὸνtheσταυρὸνcrossἑαυτοῦof himselfκαὶandἔρχεταιcomesὀπίσωafterμου,Me,οὐnotδύναταιis ableεἶναίto beμουMyμαθητής.disciple.
28Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν;
ΤίςWhichγὰρforἐξofὑμῶνyouθέλωνis desiringπύργονa towerοἰκοδομῆσαιto buildοὐχὶnotπρῶτονfirstκαθίσαςhe having sat downψηφίζειhe countsτὴνtheδαπάνηνcostεἰwhetherἔχειhe hasεἰςforἀπαρτισμόν;its completion?
29ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
ἵναThusμήποτεotherwiseθέντοςwhen layingαὐτοῦof itθεμέλιονa foundationκαὶandμὴnotἰσχύοντοςbeing ableἐκτελέσαιto finishπάντεςallοἱthoseθεωροῦντεςseeing itἄρξωνταιmay beginαὐτῷhimἐμπαίζεινto mock
30λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
λέγοντεςsayingὅτιthatοὗτοςThisὁtheἄνθρωποςmanἤρξατοbeganοἰκοδομεῖνto buildκαὶandοὐκnotἴσχυσενhe was ableἐκτελέσαι.to finish.
31ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
ἢOrτίςwhatβασιλεὺςkingπορευόμενοςproceedingἑτέρῳwith anotherβασιλεῖkingσυμβαλεῖνto engageεἰςinπόλεμονwarοὐχὶnotκαθίσαςhaving sat downπρῶτονfirstβουλεύσεταιwill take counselεἰwhetherδυνατόςableἐστινhe isἐνwithδέκαtenχιλιάσινthousandὑπαντῆσαιto meetτῷthe oneμετὰwithεἴκοσιtwentyχιλιάδωνthousandἐρχομένῳcomingἐπ᾽againstαὐτόν;him?
32εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ πρὸς εἰρήνην.
εἰlestδὲthenμήexceptγε,indeedἔτιstillαὐτοῦof himπόρρωfar offὄντοςbeingπρεσβείανan embassyἀποστείλαςhaving sentἐρωτᾷhe asksπρὸςforεἰρήνην.peace.
33Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
ΟὕτωςSoοὖνthereforeπᾶςevery oneἐξofὑμῶνyouὃςwhoοὐκnotἀποτάσσεταιdoes give upπᾶσινallτοῖςtheἑαυτοῦhis ownὑπάρχουσιν,possessions,οὐnotδύναταιis ableεἶναίto beμουMyμαθητής.disciple.
34Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
ΚαλὸνGood isοὖνthereforeτὸtheἅλας·salt;ἐὰνifδὲhoweverκαὶevenτὸtheἅλαςsaltμωρανθῇ,shall become tasteless,ἐνwithτίνιwhatἀρτυθήσεται;will it be seasoned?
35οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
οὔτεNeither is itεἰςforγῆνsoilοὔτεnorεἰςforκοπρίανmanureεὔθετόνfitἐστιν·is it;ἔξωoutβάλλουσινthey castαὐτό.it.ὁThe oneἔχωνhavingὦταearsἀκούεινto hearἀκουέτω.he should hear.