Luke 11 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 981 words in 54 verses.

Open Luke 11 in the interlinear reader

1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.

ΚαὶAndἐγένετοit came to passἐνwhileτῷtheεἶναιbeingαὐτὸνHeἐνinτόπῳa placeτινὶcertainπροσευχόμενον,praying,ὡςwhenἐπαύσατο,He ceased,εἶπένsaidτιςoneτῶνof theμαθητῶνdisciplesαὐτοῦof Himπρὸςtoαὐτόν·Him;κύριε,Lord,δίδαξονdo teachἡμᾶςusπροσεύχεσθαιto prayκαθὼςeven asκαὶalsoἸωάννηςJohnἐδίδαξενtaughtτοὺςtheμαθητὰςdisciplesαὐτοῦ.of him.

2εἶπεν δὲ αὐτοῖς· ὅταν προσεύχησθε, λέγετε· πάτερ ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου

εἶπενHe saidδὲthenαὐτοῖς·to them;ὅτανWhenπροσεύχησθε,you may pray,λέγετε·do say:πάτερFatherἁγιασθήτωshould be hallowedτὸtheὄνομάnameσου·of You;ἐλθέτωshould cometheβασιλείαkingdomσουof You

3τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν·

τὸνTheἄρτονbreadἡμῶνof usτὸνtheἐπιούσιονdailyδίδουdo giveἡμῖνusτὸtheκαθ᾽eachἡμέραν·day;

4καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν· καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν

καὶAndἄφεςdo forgiveἡμῖνusτὰςtheἁμαρτίαςsinsἡμῶν·of us;καὶalsoγὰρforαὐτοὶourselvesἀφίομενwe forgiveπαντὶto everyoneὀφείλοντιindebtedἡμῖν·to us;καὶandμὴmay you notεἰσενέγκῃςleadἡμᾶςusεἰςintoπειρασμόνtemptation

5Καὶ εἶπεν πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,

ΚαὶAndεἶπενHe saidπρὸςtoαὐτούς·them;τίςWhoἐξamongὑμῶνyouἕξειwill haveφίλον,a friend,καὶandπορεύσεταιwill goπρὸςtoαὐτὸνhimμεσονυκτίουat midnightκαὶandεἴπῃsayαὐτῷ·to him;φίλε,Friend,χρῆσόνdo lendμοιmeτρεῖςthreeἄρτους,loaves,

6ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·

ἐπειδὴsinceφίλοςa friendμουof mineπαρεγένετοis comeἐξoffὁδοῦa journeyπρόςtoμε,me,καὶandοὐκnothingἔχωI havewhatπαραθήσωI will set beforeαὐτῷ·him;

7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε. ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.

κἀκεῖνοςAnd heἔσωθενfrom withinἀποκριθεὶςansweringεἴπῃ·may say;μήNotμοιmeκόπουςtroubleπάρεχε.do cause.ἤδηalreadytheθύραdoorκέκλεισται,has been shut,καὶandτὰtheπαιδίαchildrenμουof mineμετ᾽withἐμοῦmeεἰςinτὴνtheκοίτηνbedεἰσίν·are;οὐnotδύναμαιI am ableἀναστὰςhaving risen upδοῦναίto giveσοι.to you.

8λέγω ὑμῖν· εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.

λέγωI sayὑμῖν·to you;εἰifκαὶevenοὐnotδώσειhe will giveαὐτῷto himἀναστὰςhaving risen upδιὰbecause ofτὸtheεἶναιbeingφίλονfriendαὐτοῦ,of himδιάbecause ofγεyetτὴνtheἀναίδειανpersistenceαὐτοῦof himἐγερθεὶςhaving risenδώσειhe will giveαὐτῷto himὅσωνas many asχρῄζει.he needs.

9κἀγὼ ὑμῖν λέγω· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

κἀγὼAnd I myselfὑμῖνto youλέγω·say;αἰτεῖτε,do askκαὶandδοθήσεταιit will be givenὑμῖν·to you;ζητεῖτε,do seekκαὶandεὑρήσετε·you will find;κρούετε,do knockκαὶandἀνοιγήσεταιit will be openedὑμῖν.to you.

10πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

πᾶςEveryoneγὰρforthe oneαἰτῶνaskingλαμβάνει,receives,καὶandthe oneζητῶνseekingεὑρίσκει,finds,καὶandτῷto the oneκρούοντιknockingἀνοιγήσεται.it will be opened.

11Τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει;

ΤίναWhichδὲnowἐξofὑμῶνyouτὸνwho isπατέραa fatherαἰτήσειwill ask fortheυἱὸςsonἰχθύν,a fish,μὴsurely notἀντὶinstead ofἰχθύοςa fishὄφινa serpentαὐτῷto himἐπιδώσει;will he give

12ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον;

Orκαὶalsoαἰτήσειhe will ask forᾠόν,an egg,ἐπιδώσειwill he giveαὐτῷto himσκορπίον;a scorpion?

13εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.

εἰIfοὖνthereforeὑμεῖςyou yourselvesπονηροὶevilὑπάρχοντεςbeingοἴδατεyou knowδόματαgiftsἀγαθὰgoodδιδόναιto giveτοῖςto theτέκνοιςchildrenὑμῶν,of you,πόσῳhow muchμᾶλλονmoretheπατὴρFatherwho isἐξinοὐρανοῦheavenδώσειwill giveπνεῦμαthe SpiritἅγιονHolyτοῖςto thoseαἰτοῦσινaskingαὐτόν.Him!

14Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν. ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι.

ΚαὶAndἦνHe wasἐκβάλλωνcasting outδαιμόνιονa demonκωφόν.mute.ἐγένετοit came to passδὲthenτοῦfrom theδαιμονίουdemonἐξελθόντοςhaving gone outἐλάλησενspoketheκωφός,muteκαὶAndἐθαύμασανmarveledοἱtheὄχλοι.crowds.

15Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

ΤινὲςSomeδὲthenἐξofαὐτῶνthemεἶπον·said;ἐνByΒεελζεβοὺλBeelzebulτῷtheἄρχοντιprinceτῶνof theδαιμονίωνdemonsἐκβάλλειHe casts outτὰtheδαιμόνια.demons.

16Ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ.

ἝτεροιOthersδὲnowπειράζοντεςtestingσημεῖονa signἐξfromοὐρανοῦheavenἐζήτουνwere seekingπαρ᾽fromαὐτοῦ.Him.

17αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.

αὐτὸςHe himselfδὲnowεἰδὼςknowingαὐτῶνtheirτὰtheδιανοήματαthoughtsεἶπενsaidαὐτοῖς·to them;πᾶσαEveryβασιλείαkingdomἐφ᾽againstἑαυτὴνitselfδιαμερισθεῖσαhaving been dividedἐρημοῦται,is brought to desolation,καὶandοἶκοςa houseἐπὶagainstοἶκονa houseπίπτει.falls.

18εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.

εἰIfδὲnowκαὶeventheσατανᾶςSatanἐφ᾽againstἑαυτὸνhimselfδιεμερίσθη,is divided,πῶςhowσταθήσεταιwill standtheβασιλείαkingdomαὐτοῦ;of him?ὅτιForλέγετεyou sayἐνbyΒεελζεβοὺλBeelzebulἐκβάλλεινam casting outμεIτὰtheδαιμόνια.demons.

19εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.

εἰIfδὲnowἐγὼI myselfἐνbyΒεελζεβοὺλBeelzebulἐκβάλλωcast outτὰtheδαιμόνια,demons,οἱtheυἱοὶsonsὑμῶνof youἐνbyτίνιwhomἐκβάλλουσιν;do they cast out?διὰOn account ofτοῦτοthisαὐτοὶthey themselvesὑμῶνof youκριταὶjudgesἔσονται.will be.

20εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.

εἰIfδὲhoweverἐνbyδακτύλῳthe fingerθεοῦof GodἐγὼI myselfἐκβάλλωcast outτὰtheδαιμόνια,demons,ἄραthenἔφθασενhas comeἐφ᾽uponὑμᾶςyoutheβασιλείαkingdomτοῦtheθεοῦ.of God.

21ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·

ὅτανWhentheἰσχυρὸςstrong manκαθωπλισμένοςhaving armed himselfφυλάσσῃmay guardτὴνtheἑαυτοῦhis ownαὐλήν,house,ἐνinεἰρήνῃpeaceἐστὶνareτὰtheὑπάρχονταpossessionsαὐτοῦ·of him;

22ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.

ἐπὰνwhenδὲhoweverἰσχυρότεροςone strongerαὐτοῦthan heἐπελθὼνhaving come upon himνικήσῃhe may overcomeαὐτόν,him,τὴνtheπανοπλίανcomplete armorαὐτοῦof himαἴρειhe takes awayἐφ᾽inwhichἐπεποίθει,he had trusted,καὶandτὰtheσκῦλαplunderαὐτοῦof himδιαδίδωσιν.he divides.

23ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.

The oneμὴnotὢνbeingμετ᾽withἐμοῦMeκατ᾽againstἐμοῦMeἐστιν,is,καὶandthe oneμὴnotσυνάγωνgatheringμετ᾽withἐμοῦMeσκορπίζει.scatters.

24Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν. καὶ μὴ εὑρίσκον τότε λέγει· ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.

ὍτανWhenτὸtheἀκάθαρτονuncleanπνεῦμαspiritἐξέλθῃis gone outἀπὸfromτοῦtheἀνθρώπου,man,διέρχεταιit passesδι᾽throughἀνύδρωνwaterlessτόπωνplacesζητοῦνseekingἀνάπαυσιν.rest.καὶandμὴnotεὑρίσκονfinding anyτότεthenλέγει·it says;ὑποστρέψωI will returnεἰςtoτὸνtheοἶκόνhouseμουof mineὅθενfrom whereἐξῆλθον.I came out.

25καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.

καὶAndἐλθὸνhaving comeεὑρίσκειit finds itσχολάζονταbeing unoccupiedσεσαρωμένονsweptκαὶandκεκοσμημένον.ordered.

26τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

τότεThenπορεύεταιit goesκαὶandπαραλαμβάνειit takesἕτεραotherπνεύματαspiritsπονηρότεραmore evilἑαυτοῦthan itselfἑπτά,seven,καὶandεἰσελθόνταhaving enteredκατοικεῖthey dwellἐκεῖ·there;καὶandγίνεταιbecomesτὰtheἔσχαταlastτοῦof theἀνθρώπουmanἐκείνουthat oneχείροναworseτῶνthan theπρώτων.first.

27Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.

ἘγένετοIt came to passδὲthenἐνwhileτῷtheλέγεινis sayingαὐτὸνHeταῦτα,these things,ἐπάρασάhaving lifted upτιςoneφωνὴνher voiceγυνὴa womanἐκfromτοῦtheὄχλουcrowdεἶπενsaidαὐτῷ·to Him;μακαρίαBlessed istheκοιλίαwombwhichβαστάσασάhaving borneσε,You,καὶandμαστοὶthe breastsοὓςat whichἐθήλασας.You nursed.

28αὐτὸς δὲ εἶπεν· μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες

αὐτὸςHe himselfδὲthenεἶπεν·said;μενοῦνindeed / ratherμακάριοιblessed areοἱthoseἀκούοντεςhearingτὸνtheλόγονwordτοῦtheθεοῦof Godκαὶandφυλάσσοντεςkeeping

29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν. σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ

ΤῶνOf theδὲnowὄχλωνcrowdsἐπαθροιζομένωνbeing pressed around togetherἤρξατοHe beganλέγειν·to say;theγενεὰgenerationαὕτηthisγενεὰgenerationπονηράan evilἐστιν.is.σημεῖονa signζητεῖ,it seeks after,καὶandσημεῖονa signοὐnotδοθήσεταιwill be givenαὐτῇto itεἰonlyμὴexceptτὸtheσημεῖονsignἸωνᾶof Jonah

30καθὼς γὰρ ἐγένετο ὁ Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.

καθὼςEven asγὰρforἐγένετοwastheἸωνᾶςJonahτοῖςto theΝινευίταιςNinevitesσημεῖον,a signοὕτωςthusἔσταιwill beκαὶalsotheυἱὸςSonτοῦtheἀνθρώπουof Manτῇto theγενεᾷgenerationταύτῃ.this.

31βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.

βασίλισσαThe Queenνότουof the Southἐγερθήσεταιwill rise upἐνinτῇtheκρίσειjudgmentμετὰwithτῶνtheἀνδρῶνmenτῆςof theγενεᾶςgenerationταύτηςthisκαὶandκατακρινεῖwill condemnαὐτούς·them;ὅτιForἦλθενshe cameἐκfromτῶνtheπεράτωνendsτῆςof theγῆςearthἀκοῦσαιto hearτὴνtheσοφίανwisdomΣολομῶνος,of Solomon,καὶandἰδοὺbeholdπλεῖονgreaterΣολομῶνοςthan Solomonὧδε.here.

32Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

ἌνδρεςThe menΝινευῖταιNinevitesἀναστήσονταιwill stand upἐνinτῇtheκρίσειjudgmentμετὰwithτῆςtheγενεᾶςgenerationταύτηςthisκαὶandκατακρινοῦσινwill condemnαὐτήν·it;ὅτιForμετενόησανthey repentedεἰςatτὸtheκήρυγμαpreachingἸωνᾶ,of Jonah,καὶandἰδοὺbeholdπλεῖονgreaterἸωνᾶthan Jonahὧδε.is here.

33Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν.

ΟὐδεὶςBut no oneλύχνονa lampἅψαςhaving litεἰςinκρύπτηνa cellarτίθησινsets itοὐδὲnor sets itὑπὸunderτὸνtheμόδιονbasketἀλλ᾽butἐπὶuponτὴνtheλυχνίανlampstandἵναthatοἱthoseεἰσπορευόμενοιentering inτὸtheφῶςlightβλέπωσιν.may see.

34Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.

Theλύχνοςlampτοῦtheσώματόςof bodyἐστινistheὀφθαλμόςeyeσου.of you.ὅτανWhentheὀφθαλμόςeyeσουof youἁπλοῦςclearᾖ,may be,καὶalsoὅλονallτὸtheσῶμάbodyσουof youφωτεινόνlightἐστιν·is;ἐπὰνwhenδὲhoweverπονηρὸςevilᾖ,it may be,καὶalsoτὸtheσῶμάbodyσουof youσκοτεινόν.is dark.

35σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

σκόπειdo take heedοὖνthereforeμὴlestτὸtheφῶςlightτὸthat isἐνinσοὶyouσκότοςdarknessἐστίν.be.

36εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινὸν μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

εἰIfοὖνthereforeτὸtheσῶμάbodyσουof youὅλονis fullφωτεινὸνof lightμὴnotἔχονhavingμέροςpartτιanyσκοτεινόν,dark,ἔσταιit will beφωτεινὸνlightὅλον,all,ὡςasὅτανwhentheλύχνοςlampτῇso theἀστραπῇshiningφωτίζῃmay lightσε.you.

37Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ. εἰσελθὼν δὲ ἀνέπεσεν.

ἘνWhileδὲthenτῷtheλαλῆσαιspeakingἐρωτᾷaskedαὐτὸνHimΦαρισαῖοςa PhariseeὅπωςthatἀριστήσῃHe would dineπαρ᾽withαὐτῷ.him.εἰσελθὼνhaving enteredδὲthenἀνέπεσεν.He reclined.

38ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.

theδὲAndΦαρισαῖοςthe Phariseeἰδὼνhaving seen itἐθαύμασενmarveledὅτιthatοὐnotπρῶτονfirstἐβαπτίσθηHe washedπρὸbeforeτοῦtheἀρίστου.dinner.

39Εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.

ΕἶπενSaidδὲthentheκύριοςLordπρὸςtoαὐτόν·him;νῦνNowὑμεῖςyou yourselvesοἱtheΦαρισαῖοιPhariseesτὸtheἔξωθενoutsideτοῦof theποτηρίουcupκαὶandτοῦof theπίνακοςdishκαθαρίζετε,you cleanse,τὸtheδὲandἔσωθενthe insideὑμῶνof youγέμειis fullἁρπαγῆςof plunderingκαὶandπονηρίας.wickedness.

40ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;

ἄφρονες,Fools!οὐχSurelythe Oneποιήσαςhaving madeτὸtheἔξωθενoutsideκαὶalsoτὸtheἔσωθενinsideἐποίησεν;made?

41πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.

πλὴνBut ofτὰthe thingsἐνόνταbeing withinδότεdo giveἐλεημοσύνην,alms,καὶandἰδοὺbeholdπάνταall thingsκαθαρὰcleanὑμῖνto youἐστιν.are.

42Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ παρεῖναι.

Ἀλλ᾽Butοὐαὶwoeὑμῖνto youτοῖςtheΦαρισαίοις,Pharisees,ὅτιforἀποδεκατοῦτεyou pay tithes ofτὸtheἡδύοσμονmintκαὶandτὸtheπήγανονrueκαὶandπᾶνeveryλάχανονherbκαὶandπαρέρχεσθεyou pass byτὴνtheκρίσινjusticeκαὶandτὴνtheἀγάπηνloveτοῦtheθεοῦ·of God;ταῦταThese thingsδὲalsoἔδειit was necessary for youποιῆσαι,to do,κἀκεῖναand thoseμὴnotπαρεῖναι.to neglect.

43Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

ΟὐαὶWoeὑμῖνto youτοῖςtheΦαρισαίοις,Pharisees,ὅτιforἀγαπᾶτεyou loveτὴνtheπρωτοκαθεδρίανfirst seatἐνinταῖςtheσυναγωγαῖςsynagoguesκαὶandτοὺςtheἀσπασμοὺςgreetingsἐνinταῖςtheἀγοραῖς.marketplaces.

44Οὐαὶ ὑμῖν ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

ΟὐαὶWoeὑμῖνto youὅτιforἐστὲyou areὡςlikeτὰtheμνημεῖαgravesτὰtheἄδηλα,unmarked,καὶandοἱtheἄνθρωποιmenοἱwhoπεριπατοῦντεςare walkingἐπάνωaboveοὐκnotοἴδασιν.do know it.

45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.

ἈποκριθεὶςAnsweringδέnowτιςoneτῶνof theνομικῶνlawyersλέγειsaysαὐτῷ·to Him;διδάσκαλε,Teacher,ταῦταthese thingsλέγωνsayingκαὶalsoἡμᾶςusὑβρίζεις.You insult.

46Ὁ δὲ εἶπεν· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.

theδὲAndεἶπεν·He said;καὶAlsoὑμῖνto youτοῖςtheνομικοῖςlawyersοὐαί,woe!ὅτιForφορτίζετεyou burdenτοὺςtheἀνθρώπουςmenφορτίαwith burdensδυσβάστακταheavy to bearκαὶandαὐτοὶyourselvesἑνὶwith oneτῶνof theδακτύλωνfingersὑμῶνof youοὐnotπροσψαύετεdo touchτοῖςtheφορτίοις.burdens.

47Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.

ΟὐαὶWoeὑμῖν,to you,ὅτιforοἰκοδομεῖτεyou buildτὰtheμνημεῖαtombsτῶνof theπροφητῶν,prophets,οἱtheδὲyetπατέρεςthe fathersὑμῶνof youἀπέκτεινανkilledαὐτούς.them.

48ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε

ἄραSoμάρτυρέςwitnessesἐστεyou areκαὶandσυνευδοκεῖτεyou consentτοῖςto theἔργοιςworksτῶνof theπατέρωνfathersὑμῶν·of you;ὅτιForαὐτοὶthey themselvesμὲνindeedἀπέκτεινανkilledαὐτούς,them,ὑμεῖςyou yourselvesδὲhoweverοἰκοδομεῖτεbuild

49διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους. καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν

διὰBecause ofτοῦτοthisκαὶalsotheσοφίαWisdomτοῦtheθεοῦof Godεἶπεν·said;ἀποστελῶI will sendεἰςtoαὐτοὺςthemπροφήταςprophetsκαὶandἀποστόλους.apostles.καὶandἐξsome ofαὐτῶνthemἀποκτενοῦσινthey will killκαὶandδιώξουσινwill pursue

50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,

ἵναso thatἐκζητηθῇmay be chargedτὸtheαἷμαbloodπάντωνof allτῶνtheπροφητῶνprophetsτὸwhichἐκκεχυμένονpoured outἀπὸfromκαταβολῆςthe foundationκόσμουof the worldἀπὸagainstτῆςtheγενεᾶςgenerationταύτης,this,

51ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.

ἀπὸfromαἵματοςbloodἍβελof AbelἕωςuntilαἵματοςbloodΖαχαρίουof Zechariahτοῦthe oneἀπολομένουhaving perishedμεταξὺbetweenτοῦtheθυσιαστηρίουaltarκαὶandτοῦtheοἴκου.house.ναὶYesλέγωI sayὑμῖν,to you,ἐκζητηθήσεταιit will be requiredἀπὸofτῆςtheγενεᾶςgenerationταύτης.this.

52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.

ΟὐαὶWoeὑμῖνto youτοῖςtheνομικοῖς,lawyers,ὅτιforἤρατεyou have taken awayτὴνtheκλεῖδαkeyτῆςof theγνώσεως.knowledge.αὐτοὶYou yourselvesοὐκnotεἰσήλθατεdid enterκαὶandτοὺςthoseεἰσερχομένουςenteringἐκωλύσατε.you hindered.

53Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων

ΚἀκεῖθενAnd from thereἐξελθόντοςwhen was expressingαὐτοῦHeἤρξαντοthen beganοἱtheγραμματεῖςscribesκαὶandοἱtheΦαρισαῖοιPhariseesδεινῶςurgentlyἐνέχεινto press upon Himκαὶandἀποστοματίζεινto make speakαὐτὸνHimπερὶaboutπλειόνωνmany things

54ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ

ἐνεδρεύοντεςwatchingαὐτὸνHimθηρεῦσαίto catchτιin somethingἐκout ofτοῦtheστόματοςmouthαὐτοῦof Him

‹ Luke 10Luke 12 ›