John 8 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 1066 words in 59 verses.

Open John 8 in the interlinear reader

1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.

ἸησοῦςJesusδὲhoweverἐπορεύθηwentεἰςtoτὸtheὄροςMountτῶνtheἐλαιῶν.of Olives.

2ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερὸν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς.

ὄρθρουEarly in the morningδὲthenπάλινagainπαρεγένετοHe cameεἰςintoτὸtheἱερὸν,temple,καὶandπᾶςalltheλαὸςpeopleἤρχετοwere comingπρὸςtoαὐτόν,Him,καὶAndκαθίσαςhaving sat downἐδίδασκενHe was teachingαὐτούς.them.

3ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ

ἄγουσινBringδὲnowοἱtheγραμματεῖςscribesκαὶandοἱtheΦαρισαῖοιPhariseesγυναῖκαa womanἐπὶinμοιχείᾳadulteryκατειλημμένηνhaving been graspedκαὶandστήσαντεςhaving setαὐτὴνherἐνinμέσῳthe midst

4λέγουσιν αὐτῷ, διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾽ αὐτοφώρῳ μοιχευομένη·

λέγουσινthey sayαὐτῷ,to Him,διδάσκαλε,Teacher,αὕτηthistheγυνὴwomanκατείληπταιhas been graspedἐπ᾽inαὐτοφώρῳthe very actμοιχευομένη·committing adultery;

5ἐν δὲ τῷ νόμῳ ἡμῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὖν τί λέγεις;

ἐνInδὲnowτῷtheνόμῳlawἡμῖνusΜωϋσῆςMosesἐνετείλατοcommandedτὰςtheτοιαύταςsuchλιθάζειν·to stoneσὺYou yourselfοὖνthereforeτίwhatλέγεις;say You?

6τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν.

τοῦτοThisδὲnowἔλεγονthey were sayingπειράζοντεςtestingαὐτόν,Himἵναso thatἔχωσινthey may have groundsκατηγορεῖνto accuseαὐτοῦ.Him.theδὲButἸησοῦςJesusκάτωdownκύψαςhaving stoopedτῷtheδακτύλῳwith His fingerκατέγραφενhe was delineatingεἰςonτὴνtheγῆν.ground.

7ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς, ὁ ἀναμάρτητος ὑμῶν, πρῶτος ἐπ᾽ αὐτὴν βαλέτω λίθον·

ὡςAsδὲhoweverἐπέμενονthey were continuingἐρωτῶντεςaskingαὐτόν,Him,ἀνέκυψενhe stood upκαὶalsoεἶπενHe saidαὐτοῖς,to themThe oneἀναμάρτητοςsinlessὑμῶν,among you,πρῶτοςthe firstἐπ᾽atαὐτὴνherβαλέτωhe should castλίθον·stone;

8καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν.

καὶAndπάλινagainκατακύψαςbeing stooped lowἔγραφενHe was writingεἰςonτὴνtheγῆν.ground.

9οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.

οἱtheδὲAndἀκούσαντεςhaving heardἐξήρχοντοthey were going awayεἷςoneκαθbyεἷςoneἀρξάμενοιhaving begunἀπὸfromτῶνtheπρεσβυτέρωνelder onesκαὶandκατελείφθηHe was leftμόνος,alone,καὶandtheγυνὴwomanἐνinμέσῳthe midstοὖσα.being

10ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Γύναι, ποῦ εἰσιν οὐδείς σε κατέκρινεν;

ἀνακύψαςHaving lifted upδὲthentheἸησοῦςJesusεἶπενsaidαὐτῇ·to her,Γύναι,O womanποῦwhereεἰσινare theyοὐδείςNo oneσεyouκατέκρινεν;has condemned?

11ἡ δὲ εἶπεν, οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς, οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.

theδὲAndεἶπεν,she said,οὐδείς,No one,κύριε.Sir.εἶπενSaidδὲthentheἸησοῦς,Jesus,οὐδὲNeitherἐγώI myselfσεyouκατακρίνω·do condemn;πορεύουdo goἀπὸfromτοῦtheνῦνnow onμηκέτιno moreἁμάρτανε.do sin.

12Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.

ΠάλινAgainοὖνthereforeαὐτοῖςto themἐλάλησενspoketheἸησοῦςJesusλέγων·saying;ἐγώI myselfεἰμιamτὸtheφῶςlightτοῦof theκόσμου.world.the oneἀκολουθῶνfollowingἐμοὶMe myselfοὐcertainlyμὴnotπεριπατήσῃmay walkἐνinτῇtheσκοτίᾳdarknessἀλλ᾽butἕξειwill haveτὸtheφῶςlightτῆςtheζωῆς.of life.

13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.

ΕἶπονSaidοὖνthereforeαὐτῷto HimοἱtheΦαρισαῖοι·Pharisees;σὺYou yourselfπερὶconcerningσεαυτοῦYourselfμαρτυρεῖς·are bearing witness;theμαρτυρίαtestimonyσουof Youοὐκnotἔστινisἀληθής.true.

14Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.

ἈπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπενsaidαὐτοῖς·to them;κἂνEven ifἐγὼI myselfμαρτυρῶshall be bearing witnessπερὶconcerningἐμαυτοῦ,Myself,ἀληθήςtrueἐστινistheμαρτυρίαtestimonyμου,of Mine,ὅτιbecauseοἶδαI knowπόθενfrom whereἦλθονI cameκαὶandποῦwhereὑπάγω·I am going;ὑμεῖςYou yourselvesδὲhoweverοὐκnotοἴδατεknowπόθενfrom whereἔρχομαιI comeorποῦwhereὑπάγω.I am going.

15ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.

ὑμεῖςYou yourselvesκατὰaccording toτὴνtheσάρκαfleshκρίνετε,judge,ἐγὼI myselfοὐnotκρίνωam judgingοὐδένα.no one.

16καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.

καὶAndἐὰνifκρίνωshall judgeδὲhoweverἐγώ,I myself,theκρίσιςjudgmenttheἐμὴMyἀληθινήtrueἐστιν,is,ὅτιbecauseμόνοςaloneοὐκnotεἰμί,I am,ἀλλ᾽butἐγὼI myselfκαὶandtheπέμψαςhaving sentμεMeπατήρ.Father.

17καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

καὶAndἐνinτῷtheνόμῳlawδὲalsoτῷtheὑμετέρῳof youγέγραπταιit has been writtenὅτιthatδύοof twoἀνθρώπωνmentheμαρτυρίαtestimonyἀληθήςtrueἐστιν.is.

18ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.

ἐγώI myselfεἰμιamthe Oneμαρτυρῶνbearing witnessπερὶconcerningἐμαυτοῦ,Myself,καὶandμαρτυρεῖbears witnessπερὶconcerningἐμοῦMetheπέμψαςhaving sentμεMeπατήρ.Father.

19ἔλεγον οὖν αὐτῷ· ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη Ἰησοῦς· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου. εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.

ἔλεγονThey were sayingοὖνthereforeαὐτῷ·to Him;ποῦWhereἐστινistheπατήρFatherσου;of You?ἈπεκρίθηAnsweredἸησοῦς·Jesus;οὔτεNeitherἐμὲMe myselfοἴδατεyou knowοὔτεnor knowτὸνtheπατέραFatherμου.of Mine.εἰIfἐμὲMe myselfᾔδειτεyou had knownκαὶalsoτὸνtheπατέραFatherμουof Mineἂνthen wouldᾔδειτε.you have known.

20ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

ταῦταTheseτὰtheῥήματαdeclarationsἐλάλησενHe spokeἐνinτῷtheγαζοφυλακίῳtreasuryδιδάσκωνteachingἐνinτῷtheἱερῷ,temple,καὶandοὐδεὶςno oneἐπίασενseizedαὐτόν,Him,ὅτιforοὔπωnot yetἐληλύθειhad cometheὥραhourαὐτοῦ.of Him.

21Εἶπεν οὖν πάλιν αὐτοῖς ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

ΕἶπενHe saidοὖνthenπάλινagainαὐτοῖςto themἐγὼI myselfὑπάγω,am going awayκαὶandζητήσετέyou will seekμεMeκαὶandἐνinτῇtheἁμαρτίᾳsinὑμῶνof youἀποθανεῖσθε·you will die;ὅπουwhereἐγὼI myselfὑπάγωgoὑμεῖςyou yourselvesοὐnotδύνασθεare ableἐλθεῖν.to come.

22ἔλεγον οὖν οἱ Ἰουδαῖοι· μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

ἔλεγονWere sayingοὖνthereforeοἱtheἸουδαῖοι·Jews;μήτιsurely not everἀποκτενεῖwill He killἑαυτόν,Himself,ὅτιforλέγει·He says;ὅπουWhereἐγὼI myselfὑπάγωgoὑμεῖςyou yourselvesοὐnotδύνασθεare ableἐλθεῖν;to come’?

23καὶ ἔλεγεν αὐτοῖς· ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.

καὶAndἔλεγενHe was sayingαὐτοῖς·to them;ὑμεῖςYou yourselvesἐκfromτῶνtheκάτωbelowἐστέ,are,ἐγὼI myselfἐκfromτῶνtheἄνωaboveεἰμί·am;ὑμεῖςYou yourselvesἐκofτούτουthisτοῦtheκόσμουworldἐστέ,are,ἐγὼI myselfοὐκnotεἰμὶamἐκofτοῦtheκόσμουworldτούτου.this.

24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

εἶπονI saidοὖνthereforeὑμῖνto youὅτιthatἀποθανεῖσθεyou will dieἐνinταῖςtheἁμαρτίαιςsinsὑμῶν·of you;ἐὰνonlyγὰρforμὴunlessπιστεύσητεyou shall believeὅτιthatἐγώI myselfεἰμι,am He,ἀποθανεῖσθεyou will dieἐνinταῖςtheἁμαρτίαιςsinsὑμῶν.of you.

25ἔλεγον οὖν αὐτῷ· σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.

ἔλεγονThey were sayingοὖνthereforeαὐτῷ·to Him;σὺYou yourselfτίςwhoεἶ;are?εἶπενSaidαὐτοῖςto themtheἸησοῦς·Jesus;τὴνFrom theἀρχὴνbeginningwhichτιoneκαὶalsoλαλῶI am sayingὑμῖν.to you.

26πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.

πολλὰMany thingsἔχωI haveπερὶconcerningὑμῶνyouλαλεῖνto sayκαὶandκρίνειν·to judge;ἀλλ᾽butthe Oneπέμψαςhaving sentμεMeἀληθήςtrueἐστιν,is,κἀγὼand I myselfwhatἤκουσαI have heardπαρ᾽fromαὐτοῦ,Him,ταῦταthese thingsλαλῶI sayεἰςtoτὸνtheκόσμον.world.

27οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.

οὐκNotἔγνωσανthey understoodὅτιthatτὸνabout theπατέραFatherαὐτοῖςto themἔλεγεν.He was speaking.

28εἶπεν οὖν ὁ Ἰησοῦς· ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ.

εἶπενSaidοὖνthereforetheἸησοῦς·Jesus;ὅτανWhenὑψώσητεyou may have lifted upτὸνtheυἱὸνSonτοῦtheἀνθρώπου,of Man,τότεthenγνώσεσθεyou will knowὅτιthatἐγώI myselfεἰμι,am He,καὶandἀπ᾽fromἐμαυτοῦMyselfποιῶI doοὐδέν,no thing,ἀλλὰbutκαθὼςeven asἐδίδαξένtaughtμεMetheπατὴρFatherταῦταthese thingsλαλῶ.I speak.

29καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.

καὶAndthe Oneπέμψαςhaving sentμεMeμετ᾽withἐμοῦMeἐστιν·is;οὐκnotἀφῆκένHe has leftμεMeμόνονaloneὅτιbecauseἐγὼI myselfτὰthe thingsἀρεστὰpleasingαὐτῷto Himποιῶdoπάντοτε.always.

30ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

ταῦταThese thingsαὐτοῦwhen heλαλοῦντοςis speakingπολλοὶmanyἐπίστευσανbelievedεἰςinαὐτόν.Him.

31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,

ἜλεγενWas sayingοὖνthereforetheἸησοῦςJesusπρὸςtoτοὺςtheπεπιστευκόταςhaving believedαὐτῷin HimἸουδαίους·Jews;ἐὰνIfὑμεῖςyou yourselvesμείνητεshall abideἐνinτῷtheλόγῳwordτῷtheἐμῷ,of Mine,ἀληθῶςtrulyμαθηταίdisciplesμούof Mineἐστε,you are,

32καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.

καὶAndγνώσεσθεyou will knowτὴνtheἀλήθειαν,truth,καὶandtheἀλήθειαtruthἐλευθερώσειwill set freeὑμᾶς.you.

33ἀπεκρίθησαν πρὸς αὐτόν· σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;

ἀπεκρίθησανThey answeredπρὸςuntoαὐτόν·Him;σπέρμαSeedἈβραάμof Abrahamἐσμενwe areκαὶandοὐδενὶto no oneδεδουλεύκαμενhave we been under bondageπώποτε·ever;πῶςHowσὺYou yourselfλέγειςsayὅτιthatἐλεύθεροιFreeγενήσεσθε;you will become’?

34ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας.

ἀπεκρίθηAnsweredαὐτοῖςthemtheἸησοῦς·Jesus;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖνto youὅτιthatπᾶςeveryonewhoποιῶνis practicingτὴνtheἁμαρτίαν,sin,δοῦλόςa slaveἐστινisτῆςof theἁμαρτίας.sin.

35ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.

theδὲNowδοῦλοςthe slaveοὐnotμένειabidesἐνinτῇtheοἰκίᾳhouseεἰςtoτὸνtheαἰῶνα·age;theυἱὸςsonμένειabidesεἰςtoτὸνtheαἰῶνα.age.

36ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.

ἐὰνIfοὖνthereforetheυἱὸςSonὑμᾶςyouἐλευθερώσῃ,shall set free,ὄντωςindeedἐλεύθεροιfreeἔσεσθε.you will be.

37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.

οἶδαI knowὅτιthatσπέρμαseedἈβραάμof Abrahamἐστε·you are;ἀλλὰbutζητεῖτέyou seekμεMeἀποκτεῖναι,to kill,ὅτιbecausetheλόγοςwordtheἐμὸςof Mineοὐnotχωρεῖreceives a placeἐνinὑμῖν.you.

38ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.

Those whichἐγὼI myselfἑώρακαhave seenπαρὰwithτῷtheπατρὶFatherλαλῶ·I speak;καὶalsoὑμεῖςyou yourselvesοὖνthereforewhat thingsἠκούσατεyou have heardπαρὰfromτοῦtheπατρὸςfatherποιεῖτε.you do.

39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε

ἈπεκρίθησανThey answeredκαὶandεἶπανthey saidαὐτῷ·to Him;Theπατὴρfatherἡμῶνof usἈβραάμAbrahamἐστιν.is.λέγειSaysαὐτοῖςto themtheἸησοῦς·Jesus;εἰIfτέκναchildrenτοῦtheἈβραάμof Abrahamἐστε,you are,τὰtheἔργαworksτοῦtheἈβραὰμof Abrahamποιεῖτεdo perform

40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.

νῦνnowδὲhoweverζητεῖτέyou seekμεMeἀποκτεῖναι,to kill,ἄνθρωπονa manὃςwhoτὴνtheἀλήθειανtruthὑμῖνto youλελάληκαhas spokenἣνthatἤκουσαI heardπαρὰfromτοῦtheθεοῦ·God;τοῦτοThisἈβραὰμAbrahamοὐκnotἐποίησεν.did.

41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ· ἡμεῖς ἐκ πορνείας οὐ ἐγεννήθημεν· ἕνα πατέρα ἔχομεν τὸν θεόν.

ὑμεῖςYou yourselvesποιεῖτεare doingτὰtheἔργαworksτοῦof theπατρὸςfatherὑμῶν.of you.εἶπανThey saidαὐτῷ·to Him;ἡμεῖςWe ourselvesἐκofπορνείαςsexual immoralityοὐnotἐγεννήθημεν·we were bornἕναoneπατέραFatherἔχομενwe haveτὸνtheθεόν.God.

42Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω. οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν.

ΕἶπενSaidαὐτοῖςto themtheἸησοῦς·Jesus;εἰIftheθεὸςGodπατὴρFatherὑμῶνof youἦν,were,ἠγαπᾶτεyou were lovingἂνthen wouldἐμέ·Me myself;ἐγὼI myselfγὰρforἐκfromτοῦtheθεοῦGodἐξῆλθονcame forthκαὶandἥκω.am here.οὐδὲnotγὰρforἀπ᾽byἐμαυτοῦMyselfἐλήλυθα,have I come,ἀλλ᾽butἐκεῖνόςHeμεMeἀπέστειλεν.sent.

43διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.

διὰBecause ofτίwhyτὴνtheλαλιὰνspeechτὴνtheἐμὴνof Mineοὐnotγινώσκετε;do you understand?ὅτιBecauseοὐnotδύνασθεyou are ableἀκούεινto hearτὸνtheλόγονwordτὸνtheἐμόν.of Mine.

44ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.

ὑμεῖςYou yourselvesἐκofτοῦtheπατρὸςfatherτοῦtheδιαβόλουdevilἐστὲareκαὶandτὰςtheἐπιθυμίαςdesiresτοῦof theπατρὸςfatherὑμῶνof youθέλετεyou desireποιεῖν.to do.ἐκεῖνοςHeἀνθρωποκτόνοςa murdererἦνwasἀπ᾽fromἀρχῆςthe beginningκαὶandἐνinτῇtheἀληθείᾳtruthοὐκnotἔστηκεν,it has stood,ὅτιbecauseοὐκnotἔστινthere isἀλήθειαtruthἐνinαὐτῷ.him.ὅτανWheneverλαλῇhe may speakτὸtheψεῦδος,falsehood,ἐκfromτῶνtheἰδίωνhis ownλαλεῖ,he speaks,ὅτιforψεύστηςa liarἐστὶνhe isκαὶandtheπατὴρfatherαὐτοῦ.of it.

45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.

ἐγὼI myselfδὲnowὅτιbecauseτὴνtheἀλήθειανtruthλέγω,speak,οὐnotπιστεύετέyou do believeμοι.Me!

46τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

τίςWhichἐξofὑμῶνyouἐλέγχειconvictsμεmeπερὶconcerningἁμαρτίας;sin?εἰIfἀλήθειανthe truthλέγω,I speak,διὰbecause ofτίwhyὑμεῖςyou yourselvesοὐnotπιστεύετέdo believeμοι;Me?

47ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

He whoὢνisἐκofτοῦtheθεοῦGodτὰtheῥήματαdeclarationsτοῦtheθεοῦof Godἀκούει·hears;διὰbecause ofτοῦτοthisὑμεῖςyou yourselvesοὐκnotἀκούετε,hear,ὅτιbecauseἐκofτοῦtheθεοῦGodοὐκnotἐστέ.you are.

48Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;

ἈπεκρίθησανAnsweredοἱtheἸουδαῖοιJewsκαὶandεἶπανsaidαὐτῷ·to Him;οὐSurelyκαλῶςrightlyλέγομενsayἡμεῖςwe ourselvesὅτιthatΣαμαρίτηςa SamaritanεἶareσὺYou yourselfκαὶandδαιμόνιονa demonἔχεις;have?

49Ἀπεκρίθη Ἰησοῦς· ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.

ἈπεκρίθηAnsweredἸησοῦς·Jesus;ἐγὼI myselfδαιμόνιονa demonοὐκnotἔχω,have,ἀλλὰbutτιμῶI honorτὸνtheπατέραFatherμου,of Mine,καὶandὑμεῖςyou yourselvesἀτιμάζετέdishonorμε.Me.

50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.

ἐγὼI myselfδὲnowοὐnotζητῶseekτὴνtheδόξανgloryμου·of Mine;ἔστινthere isOneζητῶνseeking itκαὶandκρίνων.judging.

51Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

ἈμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;ἐάνifτιςanyoneτὸνtheἐμὸνMyλόγονwordτηρήσῃ,shall keep,θάνατονdeathοὐcertainlyμὴnotθεωρήσῃshall he seeεἰςtoτὸνtheαἰῶνα.age.

52Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.

ΕἶπονSaidαὐτῷto HimοἱtheἸουδαῖοι·Jews;νῦνNowἐγνώκαμενwe have knownὅτιthatδαιμόνιονa demonἔχεις.You have.ἈβραὰμAbrahamἀπέθανενdiedκαὶandοἱtheπροφῆται,prophets,καὶandσὺYou yourselfλέγεις·say;ἐάνIfτιςanyoneτὸνtheλόγονwordμουof Mineτηρήσῃ,shall keep,οὐcertainlyμὴnotγεύσηταιshall he tasteθανάτουof deathεἰςtoτὸνtheαἰῶνα.age.

53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον. τίνα σεαυτὸν ποιεῖς;

μὴSurely notσὺYou yourselfμείζωνgreaterεἶareτοῦthan theπατρὸςfatherἡμῶνof usἈβραάμ,Abraham,ὅστιςwhoἀπέθανεν;died?καὶAndοἱtheπροφῆταιprophetsἀπέθανον.died!τίναWhomσεαυτὸνyourselfποιεῖς;make You?

54Ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστιν,

ἈπεκρίθηAnsweredἸησοῦς·Jesus;ἐὰνIfἐγὼI myselfδοξάσωshall glorifyἐμαυτόν,Myself,theδόξαgloryμουof Mineοὐδένno thingἐστιν·is;ἔστινit istheπατήρFatherμουof Minewhoδοξάζωνis glorifyingμεMeὃνof whomὑμεῖςyou yourselvesλέγετεsayὅτιthatθεὸςGodὑμῶνof youἐστιν,He is,

55καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.

καὶAndοὐκnotἐγνώκατεyou have knownαὐτόν,Him,ἐγὼI myselfδὲhoweverοἶδαknowαὐτόν.Him.κἂνAnd ifεἴπωI shall sayὅτιthatοὐκnotοἶδαI knowαὐτόν,Him,ἔσομαιI will beὅμοιοςlikeὑμῖνyouψεύστης·a liar;ἀλλ᾽ButοἶδαI knowαὐτὸνHimκαὶandτὸνtheλόγονwordαὐτοῦof Himτηρῶ.I keep.

56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν καὶ εἶδεν καὶ ἐχάρη.

ἈβραὰμAbrahamtheπατὴρfatherὑμῶνof youἠγαλλιάσατοrejoicedἵναin thatἴδῃhe may seeτὴνtheἡμέρανdayτὴνtheἐμὴνof Mineκαὶandεἶδενhe sawκαὶandἐχάρη.rejoiced.

57εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;

εἶπονSaidοὖνthereforeοἱtheἸουδαῖοιJewsπρὸςtoαὐτόν·Him;πεντήκονταFiftyἔτηyears oldοὔπωnot yetἔχεις,are You,καὶandἈβραὰμAbrahamἑώρακας;You have seen?

58Εἶπεν αὐτοῖς Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.

ΕἶπενSaidαὐτοῖςto themἸησοῦς·Jesus;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖν·to you;πρὶνbeforeἈβραὰμAbrahamγενέσθαιbeingἐγὼI myselfεἰμί.am.

59ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ

ἦρανThey took upοὖνthereforeλίθουςstonesἵναthatβάλωσινthey might castἐπ᾽atαὐτόν.Him.ἸησοῦςJesusδὲhoweverἐκρύβηhid HimselfκαὶandἐξῆλθενHe went forthἐκout ofτοῦtheἱεροῦtemple

‹ John 7John 9 ›